Humanitext Reader

斯特拉波 · 地理学 §9.4.1-9.4.4

东洛克里斯的划分与奥普斯周边地势

第 299 段,共 577 段 · 希腊语

内容简介

介绍了洛克里斯地区的地理划分(东部与西部),详细叙述了东洛克里斯中的奥蓬蒂洛克里斯,包括奥普斯、港口基诺斯及周边的城镇与神话传说,随后开始描述相邻的埃皮克内米迪洛克里斯的主要地点。

§9.4.1ἐφεξῆς δʼ ἐστὶν ἡ Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον.
接下来的地区是洛克里斯,因此我们必须谈谈这里。
διῄρηται δὲ δίχα· τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, γομεν σχίζεσθαί ποτε ἐφʼ ἑκάτερα τοῦ Δαφνοῦντος· ἐπεκαλοῦντο δʼ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος· τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δʼ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται.
它被分为两部分:其中一部分是面向埃维亚的洛克里斯人(我们曾说过,他们以前被达夫努斯切断在两边),他们中有的因其母邦而被称为奥蓬蒂人,有的则因一处名为克内米斯的山而被称为埃皮克内米迪人;剩下的部分是西洛克里斯人,他们也被称为奥佐莱人。
χωρίζει δʼ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων ὅ τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ ἡ τῶν Δωριέων τετράπολις.
位于其间的帕纳索斯山和多里斯人的四联邦将他们与奥蓬蒂人及埃皮克内米迪人隔开。
ἀρκτέον δʼ ἀπὸ τῶν Ὀπουντίων.
我们必须从奥蓬蒂人开始。
§9.4.2ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν ἡ Βοιωτιακὴ παραλία ἡ πρὸς Εὐβοίᾳ, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει.
那么,紧邻着哈莱(面向埃维亚的玻俄提亚海岸在此结束)的地方,恰好是奥蓬蒂湾。
ὁ δʼ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῇ πρώτῃ τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῷ πολυανδρίῳ τούσδε ποθεῖ φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις.
奥普斯是其母邦,正如温泉关附近共同墓地旁五根碑柱中的第一根上所刻的题诗所表明的那样: “法纪严明的洛克里斯人的母邦奥波伊斯,怀念这些为了希腊抗击波斯人而牺牲的烈士。
ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δʼ ἐπινείου καὶ ἑξήκοντα.
” 它距离大海约十五斯塔迪翁,距离其港口六十斯塔迪翁。
Κῦνος δʼ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα· μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον·
基诺斯是其港口,是一处终结了宽约四十斯塔迪翁的奥蓬蒂湾的岬角;在奥普斯和基诺斯之间是一片肥沃的平原。
κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῷ διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν.
它位于埃维亚的艾代普索斯(那里有赫拉克勒斯温泉)的对岸,被一百六十斯塔迪翁宽的海峡隔开。
ἐν δὲ τῷ Κύνῳ Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι.
在基诺斯,人们说德乌卡里翁曾居住于此,那里还展示着皮拉的墓冢,而德乌卡里翁的墓则在雅典。
διέχει δὲ τῆς Κνημῖδος ὁ Κῦνος ὅσον πεντήκοντα σταδίους.
基诺斯距离克内米斯大约五十斯塔迪翁。
καὶ ἡ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῇ πρὸ τῆς Ἀττικῆς.
阿塔兰特岛也坐落在奥普斯对岸,与雅典前方的同名岛屿同名。
λέγεσθαι δʼ Ὀπουντίους τινὰς καὶ ἐν τῇ Ἠλείᾳ φασίν, ὧν οὐκ ἄξιον μεμνῆσθαι, πλὴν ὅτι συγγένειαν αὐτῶν ἐξανανεοῦνται τοῖς Ὀπουντίοις ὑπάρχουσαν.
也有人说在伊利斯也有一些奥蓬蒂人,他们不值得一提,除了他们重新声称自己与奥蓬蒂人存在亲缘关系之外。
ὅτι δʼ ἐξ Ὀποῦντος ἦν ὁ Πάτροκλος λέγει Ὅμηρος, καὶ διότι φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Πηλέα, ὁ δὲ πατὴρ Μενοίτιος ἔμεινεν ἐν τῇ πατρίδι· ἐκεῖσε γάρ φησιν ὁ Ἀχιλλεὺς ὑποσχέσθαι τῷ Μενοιτίῳ κατάξειν τὸν Πάτροκλον ἐκ τῆς στρατείας ἐπανελθόντα.
荷马说帕特罗克洛斯来自奥普斯,因为犯下无意杀人罪而逃往佩琉斯,而他的父亲梅诺伊提俄斯留在了家乡;因为阿基琉斯说,他曾向梅诺伊提俄斯许诺,在远征归来时将帕特罗克洛斯带回。
οὐ μὴν ἐβασίλευέ γε ἐκεῖνος τῶν Ὀπουντίων, ἀλλʼ Αἴας ὁ Λοκρός, πατρίδος ὤν, ὥς φασι, Ναρύκου.
然而,他并没有统治奥蓬蒂人,而是洛克里斯的埃阿斯统治着,据说埃阿斯的故乡是纳里克斯。
Αἰάνην δʼ ὀνομάζουσι τὸν ἀναιρεθέντα ὑπὸ τοῦ Πατρόκλου, ἀφʼ οὗ καὶ τέμενος Αἰάνειον δείκνυται καὶ κρήνη τις Αἰανίς.
他们把被帕特罗克洛斯杀死的人命名为埃阿涅斯,因此那里展示着埃阿涅翁圣所和一处埃阿尼斯泉。
§9.4.3ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι· λιμὴν δʼ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν.
紧邻基诺斯之后是阿洛佩和达夫努斯(我们曾说它已被夷为平地);那里有一个港口,距离基诺斯大约九十斯塔迪翁,对于步行前往内陆埃拉特亚的人来说距离是一百二十斯塔迪翁。
ἤδη δʼ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου· μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος.
这些已经属于马利亚湾了;因为在奥蓬蒂湾之后,这个海湾是相连的。
§9.4.4μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι· καθʼ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ.
在达夫努斯之后是克内米德斯,一个险要的地方,航行大约二十斯塔迪翁即可到达;在其对岸,来自埃维亚的克奈翁岬角与之相对,朝向西方和马利亚湾,被宽度近二十斯塔迪翁的海峡隔开。
ταῦτα δʼ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν.
这些已经是埃皮克内米迪洛克里斯人的土地了。
ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι.
在此处,被称为利哈德斯的三个岛屿也横列在前方,其得名自利哈斯。
καὶ ἄλλαι δʼ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν.
在上述沿海航程中还有其他岛屿,我们故意将其省略。
μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν.
从克内米德斯前行二十斯塔迪翁后有一个港口,其上方等距离的内陆坐落着斯罗尼翁。
εἶθʼ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δʼ ἐπονομάζουσιν αὐτόν· ἔστι δὲ χειμάρρους ὥστʼ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν πλάτος.
随后是波阿格里乌斯河流入,该河流经斯罗尼翁,人们也称其为马内斯;它是一条山洪,有时人们可以赤脚不湿而渡,而其他时候则宽达两普勒特隆。
μετὰ δὲ ταῦτα Σκάρφεια σταδίοις ὑπερκειμένη τῆς θαλάττης δέκα, διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα, ἐλάττοσι δὲ μικρῷ ἔπειτα Νίκαιά ἐστι καὶ αἱ Θερμοπύλαι.
在此之后是斯卡菲亚,位于海面之上十斯塔迪翁处,距离斯罗尼翁三十斯塔迪翁,距离别处则稍微少一些;然后是尼卡亚和温泉关。

词汇与语法注释

  1. §9.4.1[οὓς ἔ]γομεν — 手稿文本存在残损,被推测为 `οὓς ἐλέγομεν`(“我们曾说过的[人们]”)的残损形式。先行词是“面向埃维亚的洛克里斯人”,对应前一章(9.3.17)中提到达夫努斯将他们分开的叙述。
  2. §9.4.2τούσδε ποθεῖ φθιμένους ... μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις — 温泉关碑文(题诗)的句法结构。主语是句末的 `μητρόπολις ... Ὀπόεις`(奥波伊斯,奥普斯的古称或诗性称呼,主格单数),通过动词 `ποθεῖ`(怀念/哀悼)支配句首的宾格短语 `τούσδε ... φθιμένους`(这些牺牲的人们)作为宾语。
  3. §9.4.2τοῦ δʼ ἐπινείου καὶ ἑξήκοντα — 属格 `τοῦ ... ἐπινείου` 是承接前文 `ἀπέχει δὲ τῆς θαλάττης` 的表示分离的属格。主语是奥普斯(`ὁ Ὀποῦς`),构成并列关系:“距离大海约十五斯塔迪翁,而距离其港口(基诺斯)则为六十”。
  4. §9.4.4ἐλάττοσι δὲ μικρῷ — 与格 `ἐλάττοσι` 与前文的 `διέχουσα δὲ τοῦ Θρονίου τριάκοντα`(距离斯罗尼翁三十斯塔迪翁)相对照,表示与另一个基准点(可能是大海或另一个地点)的距离,但具体名词被省略或文本存在缺漏。`μικρῷ` 是表示程度差异的与格(“稍微少一些”)。

引用这一段

斯特拉波, 地理学 §9.4.1-9.4.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.4.1-9.4.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。