Humanitext Reader

ストラボン · 地理誌 §9.2.27-9.2.31

コーパイやコロネイアなどボイオティア諸都市

290 / 577 箇所 · ギリシア語

要旨

ホメロスのカタログに従い、コーパイ、エウトレシス、ティスベ、コロネイア、ハリアルトス、プラタイアイ、グリサスについて、その地理的特徴、歴史的伝承、関連する詩文の引用を説明する。

§9.2.27εἶτά φησι κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην.
それから彼[詩人]は次のように言っている。 「コーパイとエウトレシス、そして鳩の多いティスベ。
περὶ μὲν οὖν Κωπῶν εἴρηται·
」さて、コーパイについてはすでに述べた。
προσάρκτιος δέ ἐστιν ἐπὶ τῇ Κωπαΐδι λίμνῃ·
これはコパイス湖の北側に面している。
αἱ δʼ ἄλλαι κύκλῳ εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια.
そして湖の周囲にある他の都市は以下の通りである。 アクライパイ、ポイニキス、オンケストス、ハリアルトス、オカレア、アラルコメナイ、ティルポシオン、コロネイア。
καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθʼ ἑκάστην πρὸς αὐτῇ κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δʼ ἡ πᾶσα Κωπαῒς ἐλέχθη κατʼ ἐπικράτειαν· κοιλότατον γὰρ τοῦτο τὸ χωρίον.
そして古くは、この湖には共通の名前はなく、それぞれのほとりにある集落にちなんで名前が呼ばれていた。 コーパイからはコパイス、ハリアルトスからはハリアリティス、他の都市についても同様であった。 しかし後には、そこが最も窪んだ場所であったために、最も勢力の強かったコーパイにちなんで、全体がコパイスと呼ばれるようになった。
Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην·
ピンダロスはこの湖をケピシスとも呼んでいる。
παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῷ Τιλφωσσίῳ ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφʼ ᾗ τὸ Τειρεσίου μνῆμα·
ともかく、彼はハリアルトスとアラルコメナイの近くのティルポシオン山の麓を流れるティルポッサの泉について述べており、その傍らにテイレイシアスの墓がある。
αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλνος ἱερόν.
そして、そこにはティルポス[シオス]の神殿もある。
§9.2.28ὁ δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων·
詩人はコーパイに続けて、テスピアイ領の村であるエウトレシスを挙げている。
ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν.
そこには、ゼトスとアンピオンがテーバイの王となる前に住んでいたと言われている。
ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῷ Ἑλικῶνι καὶ αὐτό·
ティスベは現在ではティスバイと呼ばれている。 その土地は海から少し上がったところに位置し、テスピアイ領およびコロネイア領と境界を接しており、それ自体もヘリコン山の南側の麓に位置している。
ἐπίνειον δʼ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφʼ οὗ φησιν ὁ ποιητὴς πολυτρήρωνά τε Θίσβην.
そこは鳩が群がる岩がちの外港を持っており、それに関して詩人は、「そして鳩の多いティスベ」と言っている。
πλοῦς δʼ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα.
ここからシキュオンへの航路は160スタディオンである。
§9.2.29ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ Πλαταιὰς καὶ Γλίσσαντα.
次に彼は、コロネイア、ハリアルトス、プラタイアイ、グリサスを列挙している。
ἡ μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφʼ ὕψους ἱδρυμένη, κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον·
さて、コロネイアはヘリコン山の近くの高地に築かれており、トロイア戦争の後にテッサリアのアルネから帰還したボイオティア人たちが、オルコメノスを手に入れたまさにその時に、ここを占領した。
κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῷ πρὸ αὐτῆς πεδίῳ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῷ Θετταλικῷ, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῷ ἐκεῖ.
そしてコロネイアを支配下に置くと、その前に広がる平野に、テッサリアのものと同名のイトニアのアテナの神殿を創建し、その傍らを流れる川を、現地の川と同じ発音でクアリオス川と名付けた。
Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων ασσʼ Ἀθανάα πολε, ἅ ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφι Κωραλίω ποταμῶ παρʼ ὄχθαις. ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν·
アルカイオスはこの川をコラリオス川と呼んで、次のように歌っている。 「……王妃アテナよ、戦を司るものよ。 あなたはコロネイアの石造りの神殿の前に、コラリオス川のほとりに……」また、この地ではパンボイオティア祭も執り行われていた。
συγκαθίδρυται δὲ τῇ Ἀθηνᾷ ὁ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν.
アテナとともにハデスも、人々が言うところのある神秘的な理由によって合祀されている。
οἱ μὲν οὖν ἐν τῇ Κορωνείᾳ Κορώνιοι λέγονται, οἱ δʼ ἐν τῇ Μεσσηνιακῇ Κορωναεῖς.
なお、[ボイオティアの]コロネイアの住民はコロニオイと呼ばれ、メッセニアの[コロネイア]の住民はコロナエイスと呼ばれる。
§9.2.30Ἁλίαρτος δὲ νῦν οὐκέτι ἐστὶ κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ, τὴν χώραν δʼ ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων.
ハリアルトスは現在ではもう存在しておらず、ペルセウスとの戦争において徹底的に破壊された。 その土地はローマ人から与えられてアテナイ人が所有している。
ἔκειτο δὲ ἐν στενῷ χωρίῳ μεταξὺ ὑπερκειμένου ὄρους καὶ τῆς Κωπαΐδος λίμνης πλησίον τοῦ Περμησσοῦ καὶ τοῦ Ὀλμειοῦ καὶ τοῦ ἕλους τοῦ φύοντος τὸν αὐλητικὸν κάλαμον.
都市は、聳え立つ山とコパイス湖の間の狭い場所に位置し、ペルメッソス川とオルメイオス川、そして笛の材料となる葦(アシ)が生い茂る湿地の近くにあった。
§9.2.31Πλαταιαὶ δέ, ἃς ἑνικῶς εἶπεν ὁ ποιητής, ὑπὸ τῷ Κιθαιρῶνί εἰσι μεταξὺ αὐτοῦ καὶ Θηβῶν κατὰ τὴν ὁδὸν τὴν εἰς Ἀθήνας καὶ Μέγαρα ἐπὶ τῶν ὅρων τῶν τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας.
詩人が単数形[プラタイア]で呼んでいるプラタイアイは、キタイロン山の麓にあり、キタイロン山とテーバイの間の、アテナイおよびメガラへと続く道路沿いに位置し、アッティカとボイオティアの境界上にある。
γὰρ Ἐλευθεραὶ πλησίον, ἃς οἱ μὲν τῆς Βοιωτίας φασίν.
というのも、エレウテライがすぐ近くにあり、これをある人々はボイオティアに属すると言っているからである。
εἴρηται δʼ ὅτι παραρρεῖ τὰς Πλαταιὰς ὁ Ἀσωπός.
プラタイアイの傍らをアソポス川が流れていることはすでに述べた。
ἐνταῦθα Μαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν αἱ τῶν Ἑλλήνων δυνάμεις ἄρδην ἠφάνισαν·
この地で、ギリシアの軍勢はマルドニオスと30万のペルシア軍を根こそぎ撃滅した。
ἱδρύσαντό τε ἐλευθερίου Διὸς ἱερὸν καὶ ἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν, Ἐλευθέρια προσαγορεύσαντες·
そして彼らは「自由のゼウス」の神殿を建立し、冠を授与する体育競技会を制定して「エレウテリア(自由祭)」と名付けた。
ταφή τε δείκνυται δημοσία τῶν τελευτησάντων ἐν τῇ μάχῃ.
また、その戦いで戦死した人々の共同墓地も公開されている。
ἔστι δὲ καὶ ἐν τῇ Σικυωνίᾳ δῆμος Πλαταιαί, ὅθενπερ ἦν Μνασάλκης ὁ ποιητής.
なお、シキュオン領内にもプラタイアイというデーモス(区)があり、詩人ムナサルケスはそこの出身であった。
Γλίσσαντα δὲ λέγει κατοικίαν ἐν τῷ Ὑπάτῳ ὄρει ὅ ἐστιν ἐν τῇ Θηβαϊκῇ πλησίον Τευμησσοῦ καὶ τῆς Καδμείας, ᾧ ίπτει τὸ Ἀόνιον καλούμενον πεδίον, ὃ διατείνει ν ἀπὸ τοῦ Ὑπάτου ὄρους.
また、彼[詩人]が挙げているグリサスは、ヒュパトス山にある集落であり、それはテーバイ領内のテウメッソスおよびカドメイアの近くに位置し、その下には、ヒュパトス山から広がるアオニオンと呼ばれる平野が位置している。

語釈・文法注

  1. §9.2.27κατʼ ἐπικράτειαν — 「優勢によって」「支配的な呼称に基づいて」の意。湖周辺の都市のうち、最も深い窪地にあって中心的な都市であったコーパイ(Κῶπαι)の名前が、湖全体の代表的な呼称として定着したことを表す。
  2. §9.2.28ὑποπεπτωκὸς ... τῷ Ἑλικῶνι — 現在分詞 ὑποπεπτωκός は主節の主語となる地名にかかる中性単数対格の形容詞的用法で、与格 τῷ Ἑλικῶνι は、複合動詞 ὑποπίπτω(〜の麓に位置する、〜の下に横たわる)が支配する格である。
  3. §9.2.29κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ... οἱ Βοιωτοὶ — 現在分詞 ἐπανιόντες(帰還しつつ)は、主動詞 κατελάβοντο の主語である οἱ Βοιωτοὶ に呼応し、彼らがテッサリアのアルネから帰還する際の一連の行動において、コロネイアを占領した時間的・付帯的状況を示す。
  4. §9.2.31ᾧ ίπτει — 写本の本文の欠損箇所。通例 ᾧ ὑποπίπτει(その下に〜が位置する)と復元して読まれ、関係代名詞の与格 ᾧ の先行詞は中性名詞の Ὑπάτῳ ὄρει(ヒュパトス山)である。

この箇所を引用する

ストラボン, 地理誌 §9.2.27-9.2.31. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.27-9.2.31

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。