§9.2.32τὸ δʼ οὕτω ῥηθέν
οἵ θʼ ὑπὸ Θήβας εἶχον
οἱ μὲν δέχονται πολείδιόν τι Ὑποθήβας καλούμενον, οἱ δὲ τὰς Ποτνίας·
「また、下テーバイを領していた人々」というこのように言われている箇所については、ある人々はヒュポテーバイと呼ばれる小さな町のことであると解釈し、他の人々はポトニアイのことであると解釈している。
τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶν Ἐπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου·
なぜなら、テーバイはエピゴノイの遠征によって放棄されており、トロイア戦争には参加しなかったからである。
οἱ δὲ μετασχεῖν μὲν οἰκεῖν δὲ ὑπὸ τῇ Καδμείᾳ τότε ἐν τοῖς ἐπιπέδοις χωρίοις μετὰ τὴν τῶν Ἐπιγόνων ἄφοδον, τὴν Καδμείαν ἀδυνατοῦντας ἀνακτίσαι·
しかしまた他の人々は、彼らが遠征に参加はしたものの、エピゴノイの撤退後はカドメイアを再建することができなかったために、当時はカドメイアの下の平坦な場所に住んでいたのだと主張する。
ἐπεὶ δὲ ἡ Καδμεία ἐκαλεῖτο Θῆβαι, ὑπὸ Θήβας εἰπεῖν ἀντὶ τοῦ ὑπὸ τῇ Καδμείᾳ οἰκοῦντας τὸν ποιητὴν τοὺς τότε Θηβαίους.
そして、カドメイアがテーバイと呼ばれていたので、詩人は「カドメイアの下に住んでいる当時のテーバイ人」と言う代わりに、「下テーバイに[住む人々]」と言ったのだとする。
§9.2.33Ὀγχηστὸς δʼ ἐστίν, ὅπου τὸ Ἀμφικτυονικὸν συνήγετο ἐν τῇ Ἁλιαρτίᾳ πρὸς τῇ Κωπαΐδι λίμνῃ καὶ τῷ Τηνερικῷ πεδίῳ, ἐν ὕψει κείμενος ψιλός, ἔχων Ποσειδῶνος ἱερὸν καὶ αὐτὸ ψιλόν.
オンケストスは、アムピクテュオニア(隣隣同盟)会議が招集された場所であり、ハリアルトス領内の、コパイス湖とテーネリコス平野に隣接した高地に位置する、樹木のない土地である。 そこにはポセイドンの神殿があるが、それ自体もまた樹木がない。
οἱ δὲ ποιηταὶ κοσμοῦσιν, ἄλση καλοῦντες τὰ ἱερὰ πάντα κἂν ᾖ ψιλά·
しかし詩人たちは[実態を]美化し、たとえ木が一本もなくても、すべての聖域を「聖なる森」と呼ぶ。
τοιοῦτόν ἐστι καὶ τὸ τοῦ Πινδάρου περὶ τοῦ Ἀπόλλωνος λεγόμενον
"
νηθεὶς ἐπῄει
γᾶν τε καὶ θάλασσαν, καὶ σκοπιαῖσιν ς ὀρέων ὕπερ ἔστα,
καὶ μύλους δινάσατο βαλλό κρηπῖδας ἀλσέων.
ピンダロスがアポロンについて述べている次の言葉も、そのようなものである。 「[生まれ出て]彼は陸と海を進み、山の物見台の上に立ち、[石を]投げ、巡らせて聖なる森の礎を揺るがした。
"
οὐκ εὖ δʼ ὁ Ἀλκαῖος, ὥσπερ τὸ τοῦ ποταμοῦ ὄνομα παρέτρεψε τοῦ Κουαρίου, οὕτω καὶ τοῦ Ὀγχηστοῦ κατέψευσται πρὸς ταῖς ἐσχατιαῖς τοῦ Ἑλικῶνος αὐτὸν τιθείς·
」またアルカイオスは、彼がクアリオス川の名前を歪めてしまったのと同様に、オンケストスをヘリコン山の端に位置づけることによって不当な偽りを述べている。
ὁ δʼ ἐστὶν ἄπωθεν ἱκανῶς τούτου τοῦ ὄρους.
しかし、オンケストスはこの山からかなり離れた場所にある。
§9.2.34τὸ δὲ Τηνερικὸν πεδίον ἀπὸ Τηνέρου προσηγόρευται μυθεύεται δʼ Ἀπόλλωνος υἱὸς ἐκ Μελίας, προφήτης τοῦ μαντείου κατὰ τὸ Πτῷον ὄρος, ὅ φησιν εἶναι τρικόρυφον ὁ αὐτὸς ποιητής
"
καί ποτε τὸν τρικάρανον Πτωίου κευθμῶνα κατέσχεθε·
テーネリコス平野はテーネロスにちなんで名付けられた。 神話では、彼はメリアが産んだアポロンの息子であり、プトーオン山にある神託所の預言者であったとされる。 この山について、同じ詩人[ピンダロス]は三つの峰を持つと言っており、次のように歌っている。 「そしてかつて、[アポロンは]三つの頭を持つプトーイオスの隠れ家を占めた。
"
καὶ τὸν Τήνερον καλεῖ
"
ναοπόλον μάντιν δαπέδοισιν ὁμοκλέα.
」また、彼はテーネロスを次のように呼んでいる。 「神殿に仕える預言者、地と同じ名を持つ者よ。
"
ὑπέρκειται δὲ τὸ Πτῷον τοῦ Τηνερικοῦ πεδίου καὶ τῆς Κωπαΐδος λίμνης πρὸς Ἀκραιφίῳ·
」プトーオン山はテーネリコス平野とコパイス湖の上に聳え、アクライピオンの近くにある。
Θηβαίων δʼ ἦν τό τε μαντεῖον καὶ τὸ ὄρος·
この神託所も山もテーバイ人のものであった。
τὸ δʼ Ἀκραίφιον καὶ αὐτὸ κεῖται ἐν ὕψει.
アクライピオンそれ自体も高地に位置している。
φασὶ δὲ τοῦτο καλεῖσθαι Ἄρνην ὑπὸ τοῦ ποιητοῦ, ὁμώνυμον τῇ Θετταλικῇ.
人々は、これが詩人によって、テッサリアのものと同名の「アルネ」と呼ばれている場所なのだと言っている。
§9.2.35οἱ δέ φασι καὶ τὴν Ἄρνην ὑπὸ τῆς λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν.
他の人々は、アルネもミデイアも湖[コパイス湖]に飲み込まれてしまったと言っている。
Ζηνόδοτος δὲ γράφων
οἳ δὲ πολυστάφυλον Ἄσκρην ἔχον,
οὐκ ἔοικεν ἐντυχόντι τοῖς ὑπὸ Ἡσιόδου περὶ τῆς πατρίδος λεχθεῖσι καὶ τοῖς ὑπʼ Εὐδόξου πολὺ χείρω λέγοντος περὶ τῆς Ἄσκρης.
一方、ゼノドトスは、「また、葡萄の豊かなアスクレを領していた人々」と書いているが、彼はヘシオドスが自らの故郷について述べた言葉や、アスクレについてさらにずっと手厳しいことを言っているエウドクソスの言葉を読んだことがないようである。
πῶς γὰρ ἄν τις πολυστάφυλον τὴν τοιαύτην ὑπὸ τοῦ ποιητοῦ λέγεσθαι πιστεύσειεν;
そのような場所が、詩人によって「葡萄の豊かな」と称されたなどと、どうして信じることができようか。
οὐκ εὖ δὲ οὐδὲ οἱ Τάρνην ἀντὶ τῆς Ἄρνης γράφοντες·
また、「アルネ」の代わりに「タルネ」と書く人々も正しくない。
οὐδὲ γὰρ μία δείκνυται Τάρνη παρὰ τοῖς Βοιωτοῖς, ἐν δὲ Λυδοῖς ἐστιν, ἧς καὶ Ὅμηρος μέμνηται
Ἰδομενεὺς δʼ ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.
ボイオティアにはタルネと呼ばれる場所は一つも確認できず、それはリュディア地方に存在するのであって、ホメロスも次のように言及している。 「イドメネウスは、肥沃なタルネからやって来た、ボロスの息子にしてマイオン人であるパイストスを討ち取った。
λοιπαὶ δʼ εἰσὶ τῶν μὲν περικειμένων τῇ λίμνῃ αἵ τε Ἀλαλκομεναὶ καὶ τὸ Τιλφώσσιον, τῶν δʼ ἄλλων Χαιρώνεια καὶ Λεβάδεια καὶ Λεῦκτρα, περὶ ὧν ἄξιον μνησθῆναι.
」さて、湖の周囲に位置する場所のうち残っているのはアラルコメナイとティルポシオンであり、その他のもののうちでは、言及に値するものとしてカイロネイア、レバデイア、レウクトラがある。
§9.2.36Ἀλαλκομενῶν τοίνυν μέμνηται ὁ ποιητής, ἀλλʼ οὐκ ἐν καταλόγῳ
Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηὶς Ἀθήνη.
さて、詩人はアラルコメナイに言及しているが、それはカタログ(軍船の員数表)においてではない。 「アルゴスのヘラ、そしてアラルコメネイス[アラルコメナイの]アテナ。
ἔχει δʼ ἀρχαῖον ἱερὸν Ἀθηνᾶς σφόδρα τιμώμενον, καί φασί γε τὴν θεὸν γεγενῆσθαι ἐνθάδε, καθάπερ καὶ τὴν Ἥραν ἐν Ἄργει, καὶ διὰ τοῦτο τὸν ποιητὴν ὡς ἀπὸ πατρίδων τούτων ἀμφοτέρας οὕτως ὀνομάσαι.
」ここには、極めて崇敬されている古代のアテナの神殿があり、女神はこの地で生まれたとさえ言われている。 ちょうどヘラがアルゴスで生まれたと言われているのと同様である。 それゆえ詩人は、これら両方の地を彼女たちの故郷として、双方をこのように呼んだのだとされる。
διὰ τοῦτο δʼ ἴσως οὐδʼ ἐν τῷ καταλόγῳ μέμνηται τῶν ἐνταῦθα ἀνδρῶν, ἐπειδὴ ἱεροὶ ὄντες παρεῖντο τῆς στρατείας.
そしてそれゆえにおそらく、この地の男たちは、神聖な者として遠征から除外されていたために、カタログでも言及されていない。
καὶ γὰρ καὶ ἀπόρθητος ἀεὶ διετέλεσεν ἡ πόλις, οὔτε μεγάλη οὖσα οὔτʼ ἐν εὐερκεῖ χωρίῳ κειμένη, ἀλλʼ ἐν πεδίῳ·
実際、この都市は大きくもなく、守りの堅い場所に位置しているのでもなく、平野にあるにもかかわらず、常に略奪されることなく存続した。
τὴν δὲ θεὸν σεβόμενοι πάντες ἀπείχοντο πάσης βίας, ὥστε καὶ Θηβαῖοι κατὰ τὴν τῶν Ἐπιγόνων στρατείαν ἐκλιπόντες τὴν πόλιν ἐκεῖσε λέγονται καταφεύγειν καὶ εἰς τὸ ὑπερκείμενον ὄρος ἐρυμνὸν τὸ Τιλφώσσιον, ὑφʼ ᾧ Τιλφῶσσα κρήνη καὶ τὸ τοῦ Τειρεσίου μνῆμα ἐκεῖ τελευτήσαντος κατὰ τὴν φυγήν.
人々は皆、女神を敬って一切の暴力を避けたため、テーバイ人たちでさえもエピゴノイの遠征の際には自らの都市を去ってそこへ、またその上方に聳える険固なティルポシオン山へと逃れたと言われている。 その麓にはティルポッサの泉と、逃亡の途中でそこで亡くなったテイレイシアスの墓がある。