Humanitext Reader

斯特拉波 · 地理学 §9.2.27-9.2.31

科派与科罗内亚等玻俄提亚诸城

第 290 段,共 577 段 · 希腊语

内容简介

根据荷马史诗的目录,作者描述了科派、欧特雷西斯、提斯贝、科罗内亚、哈利亚尔托斯、普拉泰埃和格利萨斯,阐明了它们的地理特征、历史传说和相关的诗歌引用。

§9.2.27εἶτά φησι κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην.
随后他说道: “科派与欧特雷西斯,以及多鸽的提斯贝。
περὶ μὲν οὖν Κωπῶν εἴρηται· προσάρκτιος δέ ἐστιν ἐπὶ τῇ Κωπαΐδι λίμνῃ·
” 关于科派,此前已经说过;它位于科派斯湖的北侧。
αἱ δʼ ἄλλαι κύκλῳ εἰσὶν αἵδε, Ἀκραιφίαι Φοινικὶς Ὀγχηστὸς Ἁλίαρτος Ὠκαλέα Ἀλαλκομεναὶ Τιλφούσιον Κορώνεια.
而环绕该湖的其他城市如下:阿克赖菲艾、菲尼基斯、奥恩凯斯托斯、哈利亚尔托斯、奥卡莱亚、阿拉尔科梅奈、蒂尔福西翁、科罗内亚。
καὶ τό γε παλαιὸν οὐκ ἦν τῆς λίμνης κοινὸν ὄνομα, ἀλλὰ καθʼ ἑκάστην πρὸς αὐτῇ κατοικίαν ἐκείνης ἐπώνυμος ἐλέγετο, Κωπαῒς μὲν τῶν Κωπῶν, Ἁλιαρτὶς δὲ Ἁλιάρτου, καὶ οὕτως ἐπὶ τῶν ἄλλων, ὕστερον δʼ ἡ πᾶσα Κωπαῒς ἐλέχθη κατʼ ἐπικράτειαν· κοιλότατον γὰρ τοῦτο τὸ χωρίον.
在古代,这片湖泊并没有一个共同的名称,而是根据其畔的每个定居点来命名:来自科派的科派斯、来自哈利亚尔托斯的哈利亚尔蒂斯,其他地方也是如此。 但后来由于科派斯一带地势最凹陷、最占优势,整片湖泊便被称为科派斯。
Πίνδαρος δὲ καὶ Κηφισσίδα καλεῖ ταύτην· παρατίθησι γοῦν τὴν Τιλφῶσσαν κρήνην ὑπὸ τῷ Τιλφωσσίῳ ὄρει ῥέουσαν πλησίον Ἁλιάρτου καὶ Ἀλαλκομενῶν, ἐφʼ ᾗ τὸ Τειρεσίου μνῆμα· αὐτοῦ δὲ καὶ τὸ τοῦ Τιλνος ἱερόν.
品达还称其为凯菲西斯;无论如何,他提到了在哈利亚尔托斯和阿拉尔科梅奈附近、流经蒂尔福西翁山下的蒂尔福萨泉,在这口泉旁有泰雷西阿斯的坟墓;在此地还有蒂尔福西奥斯[阿波罗]的神殿。
§9.2.28ὁ δὲ ποιητὴς ἐφεξῆς ταῖς Κώπαις Εὔτρησιν τίθησι κώμιον Θεσπιέων· ἐνταῦθά φασι Ζῆθον καὶ Ἀμφίονα οἰκῆσαι πρὶν βασιλεῦσαι Θηβῶν.
诗人紧接着科派,列出了欧特雷西斯,这是特斯皮埃人的一个村庄;据说策托斯 and 安菲翁在统治底比斯之前曾居住于此。
ἡ δὲ Θίσβη Θίσβαι νῦν λέγονται, οἰκεῖται δὲ μικρὸν ὑπὲρ τῆς θαλάττης ὅμορον Θεσπιεῦσι τὸ χωρίον καὶ τῇ Κορωνειακῇ, ὑποπεπτωκὸς ἐκ τοῦ νοτίου μέρους τῷ Ἑλικῶνι καὶ αὐτό·
提斯贝如今被称为提斯拜;该地居住于稍高于海面的地方,与特斯皮埃领地和科罗内亚领地接壤,它本身也坐落在赫利孔山的南麓下。
ἐπίνειον δʼ ἔχει πετρῶδες περιστερῶν μεστόν, ἐφʼ οὗ φησιν ὁ ποιητὴς πολυτρήρωνά τε Θίσβην.
它拥有一个岩石累累且满是鸽子的外港,因此诗人说道: “以及多鸽的提斯贝。
πλοῦς δʼ ἐστὶν ἐνθένδε εἰς Σικυῶνα σταδίων ἑκατὸν ἑξήκοντα.
” 从该地航行至西基翁的航程为一百六十斯塔迪翁。
§9.2.29ἑξῆς δὲ Κορώνειαν καταλέγει καὶ Ἁλίαρτον καὶ Πλαταιὰς καὶ Γλίσσαντα.
接下来,他列举了科罗内亚、哈利亚尔托斯、普拉泰埃和格利萨斯。
ἡ μὲν οὖν Κορώνεια ἐγγὺς τοῦ Ἑλικῶνός ἐστιν ἐφʼ ὕψους ἱδρυμένη, κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ἐκ τῆς Θετταλικῆς Ἄρνης οἱ Βοιωτοὶ μετὰ τὰ Τρωικά, ὅτε περ καὶ τὸν Ὀρχομενὸν ἔσχον·
科罗内亚位于赫利孔山附近的高处;在特洛伊战争之后,从色萨利的阿耳涅归来的波奥蒂亚人占领了它,当时他们也占领了奥尔科梅诺斯。
κρατήσαντες δὲ τῆς Κορωνείας ἐν τῷ πρὸ αὐτῆς πεδίῳ τὸ τῆς Ἰτωνίας Ἀθηνᾶς ἱερὸν ἱδρύσαντο ὁμώνυμον τῷ Θετταλικῷ, καὶ τὸν παραρρέοντα ποταμὸν Κουάριον προσηγόρευσαν ὁμοφώνως τῷ ἐκεῖ.
在控制了科罗内亚之后,他们在城前的平原上建立了伊托尼亚阿西娜的神殿,该神殿与色萨利的那座同名,并且他们将流经旁边的河流命名为库阿里奥斯河,与那里的河流同名。
Ἀλκαῖος δὲ καλεῖ Κωράλιον λέγων ασσʼ Ἀθανάα πολε, ἅ ποι Κορωνίας ἐπὶ λαΐω ναύω πάροιθεν ἀμφι Κωραλίω ποταμῶ παρʼ ὄχθαις. ἐνταῦθα δὲ καὶ τὰ Παμβοιώτια συντέλουν· συγκαθίδρυται δὲ τῇ Ἀθηνᾷ ὁ Ἅιδης κατά τινα, ὥς φασι, μυστικὴν αἰτίαν.
然而,阿尔卡埃乌斯称其为科拉利奥斯河,他写道: “……女王阿西娜,好战者,你就在科罗内亚的石砌神殿前,在科拉利奥斯河的畔……” 在这里,他们还举行泛波奥蒂亚节;据说,由于某种神秘的原因,哈迪斯与阿西娜合祀在一起。
οἱ μὲν οὖν ἐν τῇ Κορωνείᾳ Κορώνιοι λέγονται, οἱ δʼ ἐν τῇ Μεσσηνιακῇ Κορωναεῖς.
因此,[波奥蒂亚]科罗内亚的居民被称为科罗尼奥伊,而美塞尼亚[科罗内亚]的居民则被称为科罗纳埃伊斯。
§9.2.30Ἁλίαρτος δὲ νῦν οὐκέτι ἐστὶ κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ, τὴν χώραν δʼ ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων.
哈利亚尔托斯如今已不复存在,它在与珀尔修斯的战争中被夷为平地;如今其领地由雅典人占有,是罗马人赠予他们的。
ἔκειτο δὲ ἐν στενῷ χωρίῳ μεταξὺ ὑπερκειμένου ὄρους καὶ τῆς Κωπαΐδος λίμνης πλησίον τοῦ Περμησσοῦ καὶ τοῦ Ὀλμειοῦ καὶ τοῦ ἕλους τοῦ φύοντος τὸν αὐλητικὸν κάλαμον.
它曾坐落于一座耸立的山峦与科派斯湖之间的狭窄地带,靠近培耳墨索斯河、奥尔梅奥斯河,以及出产用于制作笛子芦苇的沼泽。
§9.2.31Πλαταιαὶ δέ, ἃς ἑνικῶς εἶπεν ὁ ποιητής, ὑπὸ τῷ Κιθαιρῶνί εἰσι μεταξὺ αὐτοῦ καὶ Θηβῶν κατὰ τὴν ὁδὸν τὴν εἰς Ἀθήνας καὶ Μέγαρα ἐπὶ τῶν ὅρων τῶν τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας.
诗人用单数形式称呼的普拉泰埃,位于基泰隆山下,介于该山与底比斯之间,处于通往雅典和美加拉的道路上,在阿提卡和波奥蒂亚的边界。
γὰρ Ἐλευθεραὶ πλησίον, ἃς οἱ μὲν τῆς Βοιωτίας φασίν.
因为埃勒乌特赖就在附近,有些人说它属于波奥蒂亚。
εἴρηται δʼ ὅτι παραρρεῖ τὰς Πλαταιὰς ὁ Ἀσωπός.
而且已经说过,阿索波斯河流经普拉泰埃。
ἐνταῦθα Μαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν αἱ τῶν Ἑλλήνων δυνάμεις ἄρδην ἠφάνισαν· ἱδρύσαντό τε ἐλευθερίου Διὸς ἱερὸν καὶ ἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν, Ἐλευθέρια προσαγορεύσαντες· ταφή τε δείκνυται δημοσία τῶν τελευτησάντων ἐν τῇ μάχῃ.
在这里,希腊联军彻底消灭了马尔多尼乌斯及其三十万波斯军队;他们建立了自由宙斯(宙斯·埃勒乌特里奥斯)的神殿,并设立了授冠的体育竞技会,命名为“埃勒乌特里亚”(自由节);在战役中牺牲者的公墓也在此展出。
ἔστι δὲ καὶ ἐν τῇ Σικυωνίᾳ δῆμος Πλαταιαί, ὅθενπερ ἦν Μνασάλκης ὁ ποιητής.
在西基翁领地内也有一个名为普拉泰埃的德莫斯(区),诗人姆纳萨尔克斯便是那里的人。
Γλίσσαντα δὲ λέγει κατοικίαν ἐν τῷ Ὑπάτῳ ὄρει ὅ ἐστιν ἐν τῇ Θηβαϊκῇ πλησίον Τευμησσοῦ καὶ τῆς Καδμείας, ᾧ ίπτει τὸ Ἀόνιον καλούμενον πεδίον, ὃ διατείνει ν ἀπὸ τοῦ Ὑπάτου ὄρους.
至于格利萨斯,他指其为位于许帕托斯山上的定居点,该山在底比斯领地内靠近特乌梅索斯和卡德梅亚,在其下方是一片被称为阿奥尼亚的平原,它从许帕托斯山一直延伸出来。

词汇与语法注释

  1. §9.2.27κατʼ ἐπικράτειαν — 意为“因占优势”或“根据主导名称”。这表明在湖畔的城市中,由于科派(Κῶπαι)位于最深的凹陷处且最为显著,它的名字最终成为了整片湖泊的代表性名称。
  2. §9.2.28ὑποπεπτωκὸς ... τῷ Ἑλικῶνι — 现在分词 ὑποπεπτωκός 为中性单数(修饰 τὸ χωρίον),与格 τῷ Ἑλικῶνι 则受复合动词 ὑποπίπτω(位于……山麓下,在……下方)支配。
  3. §9.2.29κατελάβοντο δʼ αὐτὴν ἐπανιόντες ... οἱ Βοιωτοὶ — 现在分词 ἐπανιόντες(归来)与主控动词 κατελάβοντο 的主语 οἱ Βοιωτοὶ 一致,表示他们在从色萨利阿耳涅归来的过程中占领科罗内亚的时间或伴随状况。
  4. §9.2.31ᾧ ίπτει — 手稿中的破损或脱文。通常被复原并阅读为 ᾧ ὑποπίπτει(在其下方坐落着……)。关系代词与格 ᾧ 指代其中性先行词许帕托斯山(Ὑπάτῳ ὄρει)。

引用这一段

斯特拉波, 地理学 §9.2.27-9.2.31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.27-9.2.31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。