§9.2.17διττῶς δὲ τοῦτο γίνεται·
これは二通りに起こる。
καὶ γὰρ μενουσῶν ἀκινήτων τῶν πόλεων, ὅταν ἡ αὔξησις τῶν ὑδάτων ἥττων ᾖ τῆς ὑπερχύσεως διὰ ὕψος τῶν οἰκήσεων ἢ διὰ ἀπόστασιν, καὶ διὰ ἀνοικισμόν, ὅταν τῷ πλησιασμῷ κινδυνεύσαντες πολλάκις ἀπαλλαγὴν πορίσωνται τοῦ φόβου τὴν μετάληψιν τῶν χωρίων τῶν ἄπωθεν ἢ τῶν ἐν ὕψει.
すなわち、都市が移転されずに留まっているとき、住居の高さゆえに、あるいは距離ゆえに、水位の上昇が浸水より小さくて済む場合と、移住によって、しばしば水が近づくことで危険に瀕した人々が、離れた場所や高所の地所へ移り住むことによって恐怖からの解放を得る場合である。
παρακολουθεῖ δὲ τοῖς οὕτως ἀνοικισθεῖσι τὸ τὴν αὐτὴν προσηγορίαν φυλάττουσιν, ἐτύμως πρότερον λεγομένοις ἀπὸ τοῦ συμβεβηκότος τοπικῶς, νῦν μη λέγεσθαι ἐτύμως·
このようにして移住したものの同じ名称を維持している人々には、以前は地勢的な付帯状況から語源的に正しくその名で呼ばれていたのが、今では語源的に正しく語られなくなるという事態が随伴する。
Πλαταιὰς γὰρ ἀπὸ τῆς πλάτης τῶν κωπῶν εἰρῆσθαι πιθανὸν καὶ Πλαταιέας τοὺς ἀπὸ κωπηλασίας ζῶντας, ἀλλὰ νῦν ἄπωθεν τῆς λίμνης οἰκοῦντες οὐκέτʼ ἂν προσαγορεύοιντο ἐτύμως.
というのも、プラタイアイはオールのブレードに由来して名付けられ、プラタイア人とは櫂を漕ぐことで生活している人々のことであると考えるのがもっともらしいが、今や湖から離れて暮らしている彼らは、もはや語源的に正しくそう呼ばれることはないだろうからである。
ἕλος τε καὶ Ἑλεὼν καὶ Εἱλέσιον ἐκλήθη διὰ τὸ ἐπὶ τοῖς ἕλεσιν ἱδρῦσθαι·
また、ヘロスやヘレオンやヘイレシオンは、沼沢地のほとりに建てられたことからそのように名付けられた。
νῦν δὲ οὐχ ὁμοίως ἔχει ταῦτα, ἢ ἀνοικισθέντων ἢ τῆς λίμνης ἐπιπολὺ ταπεινωθείσης διὰ τὰς ὕστερον γενομένας ἐκρύσεις·
しかし現在ではこれらの状況は同じではなく、彼らが移住したか、あるいはその後の排水路の形成によって湖の水位が大幅に低下したかのいずれかである。
καὶ γὰρ τοῦτο δυνατόν.
実際、これ(水位低下)も十分に起こり得ることだからである。
§9.2.18δηλοῖ δὲ καὶ ὁ Κηφισσὸς τοῦτο μάλιστα τὴν Κωπαΐδα λίμνην πληρῶν.
そしてケピソス川がコパイス湖を満たしていることが、このことを最もよく示している。
αὐξομένης γὰρ αὐτῆς ὥστε κινδυνεύειν καταποθῆναι τὰς Κώπας, ὅ τε ποιητὴς ὀνομάζει, καὶ ἀπʼ αὐτῶν ἡ λίμνη τὴν ἐπωνυμίαν εἴληφε, χάσμα γενηθὲν πρὸς τῇ λίμνῃ πλησίον τῶν Κωπῶν ἀνέῳξεν ὑπὸ γῆς ῥεῖθρον ὅσον τριάκοντα σταδίων καὶ ἐδέξατο τὸν ποταμόν, εἶτα ἐξέρρηξεν εἰς τὴν ἐπιφάνειαν κατὰ Λάρυμναν τῆς Λοκρίδος τὴν ἄνω·
すなわち、この湖の水位が増し、詩人も名指し、そこから湖がその名を得たコパイが飲み込まれる危険に瀕したとき、コパイの近くの湖のそばに割れ目が生じて、約30スタディオンの地下水路を開き、川を受け入れた。 そしてロクリス地方の上ラリュムナのところで地表へと噴出した。
καὶ γὰρ ἑτέρα ἐστίν, ἧς μεν, Βοιωτιακή, ἐπὶ τῇ θαλάττῃ, ᾗ προσέθεσαν Ῥωμαῖοι τὴν ἄνω.
というのも、もう一つのラリュムナがあり、それはボイオティアの海沿いにあって、ローマ人がこれに上ラリュムナを合併させたからである。
καλεῖται δʼ ὁ τόπος Ἀγχόη· ἔστι δὲ καὶ λίμνη ὁμώνυμος·
その場所はアンコエと呼ばれ、同名の湖もある。
ἐντεῦθεν δʼ ἤδη ὁ Κηφισσὸς ἐκδίδωσιν ἐπὶ τὴν θάλατταν.
そこからついにケピソス川は海へと流れ出ている。
τότε μὲν οὖν παυσαμένης τῆς πλημμυρίδος, παῦλα καὶ τοῦ κινδύνου τοῖς παροικοῦσιν ὑπῆρξε, πλὴν τῶν ἤδη καταποθεισῶν πόλεων.
その時には、氾濫が収まったことで、すでに飲み込まれてしまった都市を除いて、周辺の住民にとって危険の終息がもたらされた。
πάλιν δʼ ἐγχουμένων τῶν πόρων, ὁ μεταλλευτὴς Κράτης ἀνὴρ Χαλκιδεὺς ἀνακαθαίρειν τὰ ἐμφράγματα ἐπαύσατο στασιασάντων τῶν Βοιωτῶν, καίπερ, ὡς αὐτὸς ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ φησιν, ἀνεψυγμένων ἤδη πολλῶν, ἐν οἷς οἱ μὲν τὸν Ὀρχομενὸν οἰκεῖσθαι τὸν ἀρχαῖον ὑπελάμβανον, οἱ δʼ Ἐλευσῖνα καὶ Ἀθήνας παρὰ τὸν Τρίτωνα ποταμόν·
しかし再び水路が塞がれたとき、カルキス出身の鉱山技師クラテスが、障害物を取り除く作業を始めたが、ボイオティア人たちが内紛を起こしたために中止した。 もっとも、彼自身がアレクサンドロスにあてた書簡の中で述べているように、すでに多くの土地が干上がっており、その中である人々は古代のオルコメノスが位置していたと推測し、他の人々はトリトン川のほとりにエレウシスやアテナイが位置していたと推測した。
λέγεται Κέκροπα, ἡνίκα τῆς Βοιωτίας ἐπῆρξε καλουμένης τότε Ὠγυγίας, ἀφανισθῆναι δὲ ταύτας ἐπικλυσθείσας ὕστερον.
それらの都市はケクロプスが、当時オギュギアと呼ばれていたボイオティアを支配していた時に存在したと言われており、後に洪水に襲われて消滅したと言われている。
γενέσθαι δέ φασιν καὶ κατὰ Ὀρχομενὸν χάσμα, καὶ δέξασθαι τὸν Μέλανα ποταμὸν τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα ἐνταῦθα τὸ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον.
また、オルコメノスの近くにも割れ目が生じ、ハリアルトス領を流れて、そこでフルート用のアシを育てる湿地を形成しているメラス川を受け入れたとも言われている。
ἀλλʼ οὗτος ἠφάνισται τελέως, εἴτε τοῦ χάσματος διαχέοντος αὐτὸν εἰς ἀδήλους πόρους, εἴτε τῶν περὶ Ἁλίαρτον ἑλῶν καὶ λιμνῶν προαναλισκόντων αὐτόν, ἀφʼ ὧν ποιήεντα καλεῖ τὸν ὁ ποιητὴς
καὶ ποιήενθʼ Ἁλίαρτον
λέγων.
しかし、この川は完全に姿を消してしまった。 割れ目がそれを未知の水路へと分散させているためか、あるいはハリアルトス周辺の湿地や湖がそれをあらかじめ消費し尽くしているためであり、詩人が「そして草深きハリアルトス」と言って、この地を「草深き」と呼んでいるのも、これらに由来している。
§9.2.19οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησιν
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο·
さて、これらの川はフォキスの山々から流れ下る。 そのうちケピソス川はフォキスの都市リライアにその源を発しており、ホメロスも次のように言っている。 「また、ケピソスの泉のほとりのリライアを領していた人々。
διʼ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι·
」エラテイア(フォキス人の最大の都市)を通り、同じくフォキスの小都市であるパラポタミオイやファノテウスを通って流れ、ボイオティアのカイロネイアへと進み、それからオルコメノス領とコロネイア領を通ってコパイス湖へと流れ込む。
καὶ ὁ Περμησσὸς δὲ καὶ ὁ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλη δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει.
また、ヘリコン山から流れ出て互いに合流するペルメッソス川とオルメイオス川も、ハリアルトスの近くで同じコパイス湖へと流れ込む。 他にも多くの流れがこの湖へと流れ込んでいる。
ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν.
したがって、この湖は大きく、その周囲は 380スタディオンに及ぶが、その排水路は、ケピソス川を受け入れる割れ目と湿地を除いて、どこにも見当たらない。