§9.2.13μετὰ δὲ Σαλγανέα Ἀνθηδὼν πόλις λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτιακῆς παραλίας τῆς πρὸς Εὐβοίᾳ, καθάπερ καὶ ὁ ποιητὴς εἴρηκεν
Ἀνθηδόνα τʼ ἐσχατόωσαν.
サルガネウスの次には、港を持つ都市アンテドンがあり、それはエウボイアに面したボイオティアの海岸線の最後の都市である。 詩人も言っているように、「そして最果てのアンテドン。
εἰσὶ μέντοι ἔτι προϊόντι μικρὸν πολίχναι δύο τῶν Βοιωτῶν, Λάρυμνά τε, παρʼ ἣν ὁ Κηφισσὸς ἐκδίδωσι, καὶ ἔτι ἐπέκεινα Ἁλαί, ὁμώνυμοι τοῖς Ἀττικοῖς δήμοις.
」しかしながら、さらに少し進むと、ボイオティア人の2つの小都市がある。 ラリュムナ(その傍らをケピソス川が流れ出ている)と、さらにその先にあるハライであり、アッティカの区と同名である。
κατὰ δὲ τὴν παραλίαν ταύτην κεῖσθαί φασιν Αἰγὰς τὰς ἐν Εὐβοίᾳ, ἐν αἷς τὸ τοῦ Ποσειδῶνος ἱερὸν τοῦ Αἰγαίου·
この海岸の向かいに、エウボイアのアイガイ(そこにはアイガイオスのポセイドンの神殿がある)が位置していると言われている。
ἐμνήσθημεν δʼ αὐτοῦ καὶ πρότερον.
これについては以前にも言及した。
δίαρμα δʼ ἐστὶν ἀπὸ μὲν τῆς Ἀνθηδόνος εἰς Αἰγὰς ἑκατὸν εἴκοσι στάδιοι, ἀπὸ δὲ τῶν ἄλλων τόπων πολὺ ἐλάττους·
アンテドンからアイガイへの海路は120スタディオンであり、他の場所からははるかに短い。
κεῖται δʼ ἐπὶ ὄρους ὑψηλοῦ τὸ ἱερόν, ἦν δέ ποτε καὶ πόλις·
その神殿は高い山の上に位置しており、かつては都市でもあった。
ἐγγὺς δὲ τῶν καὶ αἱ Ὀρόβιαι.
その近くにはオロビアイもある。
ἐν δὲ τῇ Ἀνθηδονίᾳ Μεσσάπιον ὄρος ἐστὶν ἀπὸ Μεσσάπου, ὃς εἰς τὴν Ἰαπυγίαν ἐλθὼν Μεσσαπίαν τὴν χώραν ἐκάλεσεν.
アンテドン領内には、メッサピオスにちなんで名付けられたメッサピオン山がある。 彼はイアピュギアに渡り、その土地をメッサピアと名付けた。
ἐνταῦθα δὲ καὶ τὰ περὶ τὸν Γλαῦκον μυθεύεται τὸν Ἀνθηδόνιον, ὅν φασιν εἰς κῆτος μεταβαλεῖν.
そこではまた、アンテドンのグラウコスに関する神話も語られており、彼は海の怪物に変身したと言われている。
§9.2.14πλησίον δʼ ἐστὶν Ἀνθηδόνος ἱεροπρεπὴς τόπος τῆς Βοιωτίας, ἴχνη πόλεως ἔχων, ὁ καλούμενος Ἴσος συστέλλοντι τὴν πρώτην συλλαβήν.
アンテドンの近くには、ボイオティアの神聖な場所があり、都市の遺跡を残している。 それは最初の音節を短くしてイソスと呼ばれる場所である。
οἴονται δέ τινες δεῖν γράφειν
ἶσόν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν
ἐκτείνοντες τὴν πρώτην συλλαβὴν ποιητικῶς διὰ τὸ μέτρον, ἀντὶ τοῦ
Νῖσάν τε ζαθέην.
ある人々は次のように書くべきだと考えている。 「神聖なるイソスと最果てのアンテドン」これは韻律のために詩的に最初の音節を長くして、次の句の代わりに読ませるのである。
ἡ γὰρ Νῖσα οὐδαμοῦ φαίνεται τῆς Βοιωτίας, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς περὶ νεῶν ἴη, εἰ μὴ τὴν Νῖσαν οὕτως εἴρηκεν·
「神聖なるニサ」というのも、アポロドロスが『船団について』の中で述べているように、ニサはボイオティアのどこにも見当たらないからである。 […]彼がニサをこのように呼んだのでなければ。
ἦν γὰρ ὁ Μεγαρικῇ. ἐκεῖθεν ἀπῳκισμένη πρόςιρῶνος, ἐκλέλειπται δὲ νῦν.
実際それはメガリス地方の[…]そこから[キタイ]ロンへと植民された[…]が、現在は消滅している。
τινὲς δὲ γράφουσι
Κρεῦσάν τε ζαθέην,
τὴν νῦν Κρέουσαν δεχόμενοι, τὸ τῶν Θεσπιέων ἐπίνειον ἐν τῷ Κρισαίῳ κόλπῳ ἱδρυμένον·
ある人々は次のように書くが、「神聖なるクレウサ」彼らはこれを現在のクレウサ、すなわちクリサイオス湾に築かれたテスピアイ人の港と解釈している。
ἄλλοι δὲ
Φαράς τε ζαθέας.
また他の人々は、「神聖なるパライ」と書く。
ἔστι δὲ τῆς τετρακωμίας τῆς περὶ Τάναγραν, Ἑλεῶνος Ἅρματος Μυκαλησσοῦ Φαρῶν.
これはタナグラ周辺の4つの村(テトラコーミア)の一つであり、ヘレオン、ハルマ、ミュカレッソス、パライからなる。
γράφουσι δὲ καὶ τοῦτο
Νῦσάν τε ζαθέην.
また、このように書く人々もいる。
κώμη δʼ ἐστὶ τοῦ Ἑλικῶνος ἡ Νῦσα.
「神聖なるニュサ」ニュサはヘリコン山の村である。
ἡ μὲν οὖν παραλία τοιαύτη τις ἡ πρὸς Εὔβοιαν.
エウボイアに面した海岸線は、およそこのようなものである。
§9.2.15τὰ δʼ ἑξῆς ἐν τῇ μεσογαίᾳ πεδία ἐστὶ κοῖλα πάντοθεν ἐκ τῶν ἄλλων μερῶν ὄρεσι περιεχόμενα, τοῖς Ἀττικοῖς μὲν πρὸς νότου, πρὸς ἄρκτου δὲ τοῖς Φωκικοῖς·
それに続く内陸の平野は盆地であり、周囲をことごとく山々に囲まれている。 すなわち、南側はアッティカの山々に、北側はフォキスの山々に囲まれている。
ἀπὸ δὲ τῆς ἑσπέρας ὁ Κιθαιρὼν λοξὸς ἐμπίπτει μικρὸν ὑπὲρ τῆς Κρισαίας θαλάττης, ἔχων τὴν ἀρχὴν συνεχῆ τοῖς Μεγαρικοῖς καὶ τοῖς Ἀττικοῖς ὄρεσιν, εἶτʼ ἐπιστρέφων εἰς τὰ πεδία, παυόμενος δὲ περὶ τὴν Θηβαίαν.
西側からは、キタイロン山がクリサ海の少し上から斜めに入り込んでおり、その始まりはメガリスおよびアッティカの山々と連続しており、それから平野の方へと向きを変え、テーバイ領の近くで終わっている。
§9.2.16τῶν δὲ πεδίων τούτων τὰ μὲν λιμνάζει, ποταμῶν ἀναχεομένων εἰς αὐτά, τῶν δʼ ἐμπιπτόντων, εἶτα ἐκρύσεις λαμβανόντων·
これらの平野のうち、ある部分は湖となっており、そこにはいくつかの川が流れ込んで広がり、また別の川は流入した後に流れ出ている。
τὰ δʼ ἀνέψυκται καὶ γεωργεῖται παντοδαπῶς διὰ τὴν εὐκαρπίαν.
またある部分は干上がって、その肥沃さのゆえにあらゆる方法で耕作されている。
ὑπάντρου δὲ καὶ σηραγγώδους οὔσης κατὰ βάθους τῆς γῆς, σεισμοὶ γενόμενοι πολλάκις ἐξαίσιοι τοὺς μὲν ἔφραξαν τῶν πόρων τοὺς δὲ ἀνέῳξαν, τοὺς μὲν μέχρι τῆς ἐπιφανείας τοὺς δὲ διʼ ὑπονόμων·
大地の底深きところが空洞で洞窟のようになっているため、しばしば発生する凄まじい地震が、ある水路を塞ぎ、別の水路を開いた。 あるものは地表に達するまで、他のものは地下の通路を通じてである。
συμβαίνει δὴ καὶ τοῖς ὕδασι τοῖς μὲν διʼ ὑπονόμων φέρεσθαι τῶν ῥείθρων τοῖς δʼ ἐπιπολῆς, τοῖς τε λιμναίοις καὶ τοῖς ποταμίοις.
したがって、水(湖の水や川の水)についても、ある流れは地下の通路を通って運ばれ、他の流れは地表を流れることになる。
ἐγχωσθέντων δὲ κατὰ βάθους τῶν πόρων αὔξεσθαι τὰς λίμνας συμβαίνει μέχρι τῶν οἰκουμένων τόπων ὥστε καὶ πόλεις καταπίνεσθαι καὶ χώρας, ἀνοιχθέντων δὲ τῶν αὐτῶν ἢ ἄλλων ἀνακαλύπτεσθαι, καὶ τοὺς αὐτοὺς τόπους ποτὲ μὲν πλεῖσθαι ποτὲ δὲ πεζεύεσθαι, καὶ τὰς αὐτὰς πόλεις ποτὲ μὲν ἐπὶ τῇ λίμνῃ ποτὲ δὲ ἄπωθεν κεῖσθαι.
そして、水路が地中深くで塞がれると、湖の水位が居住地にまで上昇し、その結果、都市や土地が飲み込まれることになり、同じ水路や別の水路が開くと、それらが再び姿を現し、同じ場所が、ある時には船で行き来され、ある時には徒歩で渡られ、同じ都市がある時には湖畔に位置し、ある時には湖から離れて位置することになるのである。