§9.2.17διττῶς δὲ τοῦτο γίνεται· καὶ γὰρ μενουσῶν ἀκινήτων τῶν πόλεων, ὅταν ἡ αὔξησις τῶν ὑδάτων ἥττων ᾖ τῆς ὑπερχύσεως διὰ ὕψος τῶν οἰκήσεων ἢ διὰ ἀπόστασιν, καὶ διὰ ἀνοικισμόν, ὅταν τῷ πλησιασμῷ κινδυνεύσαντες πολλάκις ἀπαλλαγὴν πορίσωνται τοῦ φόβου τὴν μετάληψιν τῶν χωρίων τῶν ἄπωθεν ἢ τῶν ἐν ὕψει.
这以两种方式发生:一种是在城市保持原址不动的情况下,由于住宅的高度或距离,水位上升的程度小于淹没的危害;另一种是通过迁徙,当那些因水流逼近而屡遭危险的人们,通过将住处换到更远或更高的地方,从而摆脱了恐惧。
παρακολουθεῖ δὲ τοῖς οὕτως ἀνοικισθεῖσι τὸ τὴν αὐτὴν προσηγορίαν φυλάττουσιν, ἐτύμως πρότερον λεγομένοις ἀπὸ τοῦ συμβεβηκότος τοπικῶς, νῦν μη λέγεσθαι ἐτύμως·
而对于这些以这种方式迁徙但仍保留原名的人们来说,随之而来的情况是:以前他们根据当地的实际情况而在字面上被名实相符地称呼,现在在字面上却不再名实相符了。
Πλαταιὰς γὰρ ἀπὸ τῆς πλάτης τῶν κωπῶν εἰρῆσθαι πιθανὸν καὶ Πλαταιέας τοὺς ἀπὸ κωπηλασίας ζῶντας, ἀλλὰ νῦν ἄπωθεν τῆς λίμνης οἰκοῦντες οὐκέτʼ ἂν προσαγορεύοιντο ἐτύμως.
因为普拉泰亚很可能是因桨叶而得名,而普拉泰亚人是指以划桨为生的人,但如今他们住在远离湖泊的地方,便不再被名实相符地称呼了。
ἕλος τε καὶ Ἑλεὼν καὶ Εἱλέσιον ἐκλήθη διὰ τὸ ἐπὶ τοῖς ἕλεσιν ἱδρῦσθαι· νῦν δὲ οὐχ ὁμοίως ἔχει ταῦτα, ἢ ἀνοικισθέντων ἢ τῆς λίμνης ἐπιπολὺ ταπεινωθείσης διὰ τὰς ὕστερον γενομένας ἐκρύσεις· καὶ γὰρ τοῦτο δυνατόν.
同样,赫洛斯、赫莱翁和黑莱西翁之所以得名,是因为它们坐落在沼泽地旁;但如今这些地方的情况已不复以往,要么是因为居民搬迁了,要么是因为后来形成的排泄口使湖水水位大幅下降;因为这(水位下降)也是完全可能的。
§9.2.18δηλοῖ δὲ καὶ ὁ Κηφισσὸς τοῦτο μάλιστα τὴν Κωπαΐδα λίμνην πληρῶν.
而凯菲索斯河在注满科派斯湖时,最清楚地表明了这一点。
αὐξομένης γὰρ αὐτῆς ὥστε κινδυνεύειν καταποθῆναι τὰς Κώπας, ὅ τε ποιητὴς ὀνομάζει, καὶ ἀπʼ αὐτῶν ἡ λίμνη τὴν ἐπωνυμίαν εἴληφε, χάσμα γενηθὲν πρὸς τῇ λίμνῃ πλησίον τῶν Κωπῶν ἀνέῳξεν ὑπὸ γῆς ῥεῖθρον ὅσον τριάκοντα σταδίων καὶ ἐδέξατο τὸν ποταμόν, εἶτα ἐξέρρηξεν εἰς τὴν ἐπιφάνειαν κατὰ Λάρυμναν τῆς Λοκρίδος τὴν ἄνω·
因为当湖水上涨,以至于科派——即诗人所命名、该湖亦由此得名的城市——面临被吞没的危险时,在科派附近的湖畔出现了一个裂口,开辟了一条长约三十斯塔迪翁的地下水道,并容纳了这条河;随后它在洛克里斯的上拉里姆纳处冲出地表。
καὶ γὰρ ἑτέρα ἐστίν, ἧς μεν, Βοιωτιακή, ἐπὶ τῇ θαλάττῃ, ᾗ προσέθεσαν Ῥωμαῖοι τὴν ἄνω.
因为确实还有另一个拉里姆纳,即位于海边的波奥蒂亚的拉里姆纳,罗马人将上拉里姆纳并入了其中。
καλεῖται δʼ ὁ τόπος Ἀγχόη· ἔστι δὲ καὶ λίμνη ὁμώνυμος· ἐντεῦθεν δʼ ἤδη ὁ Κηφισσὸς ἐκδίδωσιν ἐπὶ τὴν θάλατταν.
该地被称为安科埃,还有一座同名的湖泊;凯菲索斯河从那里最终流入大海。
τότε μὲν οὖν παυσαμένης τῆς πλημμυρίδος, παῦλα καὶ τοῦ κινδύνου τοῖς παροικοῦσιν ὑπῆρξε, πλὴν τῶν ἤδη καταποθεισῶν πόλεων.
在当时,当洪水停止时,除了那些已经被吞没的城市外,周边的居民也得以免除危险。
πάλιν δʼ ἐγχουμένων τῶν πόρων, ὁ μεταλλευτὴς Κράτης ἀνὴρ Χαλκιδεὺς ἀνακαθαίρειν τὰ ἐμφράγματα ἐπαύσατο στασιασάντων τῶν Βοιωτῶν, καίπερ, ὡς αὐτὸς ἐν τῇ πρὸς Ἀλέξανδρον ἐπιστολῇ φησιν, ἀνεψυγμένων ἤδη πολλῶν, ἐν οἷς οἱ μὲν τὸν Ὀρχομενὸν οἰκεῖσθαι τὸν ἀρχαῖον ὑπελάμβανον, οἱ δʼ Ἐλευσῖνα καὶ Ἀθήνας παρὰ τὸν Τρίτωνα ποταμόν· λέγεται Κέκροπα, ἡνίκα τῆς Βοιωτίας ἐπῆρξε καλουμένης τότε Ὠγυγίας, ἀφανισθῆναι δὲ ταύτας ἐπικλυσθείσας ὕστερον.
但当通道再次被堵塞时,来自卡尔基斯的矿工克拉特斯开始清理堵塞物,但由于波奥蒂亚人的内乱而停止了工作,尽管正如他自己在给亚历山大的信中所说,当时已有许多地方被排干,其中有人推测古奥尔科梅诺斯坐落于此,另一些人则推测埃莱夫西斯和雅典坐落在特里同河畔;据说当凯克洛普斯统治当时被称为奥吉吉亚的波奥蒂亚时,这些城市便已存在,后来因被洪水淹没而消失。
γενέσθαι δέ φασιν καὶ κατὰ Ὀρχομενὸν χάσμα, καὶ δέξασθαι τὸν Μέλανα ποταμὸν τὸν ῥέοντα διὰ τῆς Ἁλιαρτίας καὶ ποιοῦντα ἐνταῦθα τὸ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον.
据说在奥尔科梅诺斯附近也曾出现过一个裂口,并容纳了流经哈利亚尔托斯领地并在那里形成生产笛簧芦苇的湿地的梅拉斯河。
ἀλλʼ οὗτος ἠφάνισται τελέως, εἴτε τοῦ χάσματος διαχέοντος αὐτὸν εἰς ἀδήλους πόρους, εἴτε τῶν περὶ Ἁλίαρτον ἑλῶν καὶ λιμνῶν προαναλισκόντων αὐτόν, ἀφʼ ὧν ποιήεντα καλεῖ τὸν ὁ ποιητὴς
καὶ ποιήενθʼ Ἁλίαρτον
λέγων.
但这条河已经完全消失了,要么是因为裂口将其分散到了看不见的通道中,要么是因为哈利亚尔托斯周围的湿地和湖泊预先将其消耗殆尽,诗人称哈利亚尔托斯为“草木茂盛的”,说道“以及草木茂盛的哈利亚尔托斯”,亦是源于这些湿地。
§9.2.19οὗτοι μὲν οὖν ἐκ τῶν Φωκικῶν ὀρῶν οἱ ποταμοὶ καταφέρονται, ὧν ὁ Κηφισσὸς ἐκ Λιλαίας Φωκικῆς πόλεως τὴν ἀρχὴν λαμβάνει, καθάπερ καὶ Ὅμηρός φησιν
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισσοῖο· διʼ Ἐλατείας δὲ ῥυεὶς μεγίστης τῶν ἐν Φωκεῦσι πόλεων, καὶ διὰ Παραποταμίων καὶ Φανοτέων ὁμοίως Φωκικῶν πολισμάτων, εἰς Χαιρώνειαν τῆς Βοιωτίας πρόεισιν, εἶτα διὰ τῆς Ὀρχομενίας καὶ τῆς Κορωνειακῆς εἰς τὴν Κωπαΐδα λίμνην ἐξίησι·
这些河流是从福基斯群山中流下来的,其中凯菲索斯河源自福基斯城市里莱亚,正如荷马所说: “以及那些占有凯菲索斯源泉旁里莱亚的人们;” 它流经福基斯人最大的城市埃拉特亚,以及同样属于福基斯城镇的帕拉波塔米奥伊和法诺特乌斯,然后前进到波奥蒂亚的凯罗内亚,再流经奥尔科梅诺斯和科罗内亚的领地,注入科派斯湖。
καὶ ὁ Περμησσὸς δὲ καὶ ὁ Ὀλμειός, ἐκ τοῦ Ἑλικῶνος συμβάλλοντες ἀλλήλοις, εἰς τὴν αὐτὴν ἐμπίπτουσι λίμνην τὴν Κωπαΐδα τοῦ Ἁλιάρτου πλη δὲ ῥεύματα εἰς αὐτὴν ἐμβάλλει.
而佩尔梅索斯河和奥尔梅奥斯河在赫利孔山相汇后,亦在哈利亚尔托斯附近注入同一个科派斯湖;此外还有其他水流注入其中。
ἔστι μὲν οὖν μεγάλη, τὴν περίμετρον ἔχουσα ὀγδοήκοντα καὶ τριακοσίων σταδίων, αἱ δὲ ἐκρύσεις οὐδαμοῦ φαίνονται πλὴν τοῦ δεχομένου τὸν Κηφισσὸν χάσματος καὶ τῶν ἑλῶν.
该湖确实很大,周长达三百八十斯塔迪翁,但除了容纳凯菲索斯河的裂口和湿地之外,其排泄口在任何地方都看不见。