§9.2.20κειμένων λιμνῶν ἐστὶν ἥ τε Τρεφία καὶ ἡ Κ μέμνηται καὶ Ὅμηρος
ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισσίδι.
(周辺に)位置する湖の中には、トレピア湖と、ホメロスも言及している[ヒュリケ湖]がある。 「ヒュレに住み、富を大いに気にかけ、ケピシス湖のほとりに身を寄せていた男。
οὐ γὰρ λίμνην τὴν Κωπαΐδα βούλεται λέγειν, ὡς οἴονταί τινες, ἀλλὰ τὴν Ὑλικὴν προσαγορευομένην ἀπὸ τῆς πλησίον κώμης ἣν καλοῦσιν Ὕλας, οὐδὲ Ὕδην, ὡς ἔνιοι γράφουσιν
ὅς ῥʼ ἐν Ὕδῃ ναίεσκεν.
」というのも、一部の人々が考えているようにコパイス湖を指しているのではなく、近くのヒュライと呼ばれる村にちなんで名付けられたヒュリケ湖を指しているのであり、また、一部の者が「ヒュデに住んでいた男」と書くような「ヒュデ」でもないからである。
ἡ μὲν γάρ ἐστιν ἐν Λυδίᾳ
Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ,
ἡ δὲ Βοιωτιακή·
前者はリュディアにあり、「雪深きトモロス山の麓、ヒュデの豊かな土地に」とされるが、後者はボイオティアの地だからである。
ἐπιφέρει γοῦν τῷ
λίμνῃ κεκλιμένος Κηφισσίδι
τὸ
πὰρ δὲ οἱ ἄλλοι ναῖον Βοιωτοί.
実際、彼は「ケピシス湖のほとりに身を寄せていた」という句に続けて、「彼の周りには他のボイオティア人たちが住んでいた」と付け加えている。
ἡ μὲν γάρ ἐστι μεγάλη καὶ οὐκ ἐν τῇ Θηβαΐδι, ἡ δὲ μικρά, ἐκεῖθεν διʼ ὑπονόμων πληρουμένη, κειμένη μεταξὺ Θηβῶν καὶ Ἀνθηδόνος.
コパイス湖は大きく、テーバイ領内にはないが、ヒュリケ湖は小さく、コパイス湖から地下水路を通じて満たされ、テーバイとアンテドンとの間に位置している。
Ὅμηρος δʼ ἑνικῶς ἐκφέρει τοτὲ μὲν ἐκτείνων τὴν πρώτην συλλαβήν, ὡς ἐν τῷ καταλόγῳ
ἠδʼ Ὕλην καὶ Πετεῶνα,
ποιητικῶς, τοτὲ δὲ συστέλλων
ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε
σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων.
ホメロスはこれを単数形で表現しており、ある時は詩の要請から第一音節を長く伸ばして、船乗りのカタログにあるように「またヒュレとペテオン」とし、ある時は短くして、「ヒュレに住んでいた男」や「革なめし職人のうちで最も優れた、ヒュレに家を構えて住む者」としている。
οὐδʼ ἐνταῦθα εὖ γραφόντων τινῶν Ὕδῃ ἔνι·
ここでもまた、一部の人々が「ヒュデにて」と書くのは正しくない。
οὐ γὰρ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.
なぜならアイアスはリュディアから盾を運ばせたわけではないからである。
§9.2.21λίμναι τὴν τάξιν τῶν ἐφεξῆς τόπω λόγῳ περιληφθῆναι σαφῶς, ὅτι ὁ τοῖς ὀνόμασι τῶν τόπων τῶν τε ἀξ χαλεπὸν ἐν τοσούτοις καὶ ἀσήμοις τοῖς πλείστοις καὶ ἐν μεσογαίᾳ μηδαμοῦ τῇ τάξει διαπεσεῖν·
[これらの]湖[や……について]、次に続く場所の順序を記述によって明確に把握することは[困難である]。 なぜなら、多くの地名、とりわけその大部分が無名で内陸にある地名については、順序を間違えないようにすることは困難だからである。
ἡ παραλία δʼ ἔχει τι πλεονέκτημα πρὸς τοῦτο·
これに対して、沿岸部はいくらか有利な点を持っている。
καὶ γνωριμώτεροι οἱ τόποι, καὶ ἡ θάλαττα τό γε ἑξῆς ὑπαγορεύει βέλτιον·
場所がよりよく知られているし、海が次の順序をよりよく指示してくれるからである。
διόπερ καὶ ἡμεῖς ἐκεῖθεν πειρώμ·
それゆえ、私たちもそこから試みている。
ἐνταῦθα δʼ ἐάσαντες τοῦτο τῷ π διαρίθμησιν, προστιθέντες ὅ τι ἂν χρήσιμον ᾖ ν ἡμῖν, ὑπʼ ἐκείνου δὲ παραλειφθέν.
しかし、ここではその(地理的な順序の)ことを詩人に委ね、彼の列挙に従いつつ、私たちにとって有益でありながら彼によって省略されているものを付け加えることにしよう。
ἄρχεται ης καὶ τῆς Αὐλίδος, περὶ ὧν εἰρήκαμεν.
詩人はヒュリアとアウリスから語り始めているが、これらについてはすでに述べた。
§9.2.22σχοῖνος δʼ ἐστὶ χώρα τῆς Θηβαϊκῆς κατὰ τὴν ὁδὸν τὴν ἐπὶ Ἀνθηδόνος, διέχουσα τῶν Θηβῶν ὅσον πεντήκοντα σταδίους·
スコイノスはアンテドンへ向かう道路沿いにあるテーバイ領の土地で、テーバイから約50スタディオン離れている。
ῥεῖ δὲ καὶ ποταμὸς διʼ αὐτῆς Σχοινοῦς.
また、そこをスコイヌスという川も流れている。
§9.2.23Σκῶλος δʼ ἐστὶ κώμη τῆς Παρασωπίας ὑπὸ τῷ Κιθαιρῶνι, δυσοίκητος τόπος καὶ τραχύς, ἀφʼ οὗ καὶ ἡ παροιμία
εἰς Σκῶλον μήτʼ αὐτὸς ἴναι, μήτʼ ἄλλῳ ἕπεσθαι.
スコロスはキタイロン山の麓にあるパラソピア地方の村で、住みにくく険しい場所であり、そこから「スコロスへは自らも行くべきではなく、他人に付いていくべきでもない」という諺も生まれた。
καὶ τὸν Πενθέα δὲ ἐνθένδε καταγόμενον διασπασθῆναί φασιν.
また、ペンテウスもこの地から連れてこられて八つ裂きにされたと言われている。
ἦν δὲ καὶ τῶν περὶ Ὄλυνθον πόλεων ὁμώνυμος αὐτῇ Σκῶλος.
また、オリントス周辺の都市の中にも、これと同名のスコロスがあった。
εἴρηται δʼ ὅτι Παρασώπιοι καὶ κώμη τις καλεῖται ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ, παρʼ ἣν ῥεῖ Ἀσωπὸς ποταμός, καὶ ὅτι ἐν Σικυωνίᾳ ἄλλος ἐστὶν Ἀσωπὸς καὶ ἡ χώρα Ἀσωπία, διʼ ἧς ῥεῖ.
なお、トラキス地方のヘラクレイアにはパラソピオイと呼ばれる村があり、その傍らをアソポス川が流れていること、またシキョン地方にも別のアソポス川があり、それが流れる土地はアソピアと呼ばれていることについては、すでに述べた通りである。
§9.2.24ὁ Ἐτεωνὸς δὲ Σκάρφη μετωνομάσθη, καὶ αὕτη δὲ τῆς Παρασωπίας.
エテオノスはスカルフェと改名されたが、これもまたパラソピア地方に属する。
ὁ γὰρ Ἀσωπὸς καὶ ὁ Ἰσμηνὸς διὰ τοῦ πεδίου ῥέουσι τοῦ πρὸ τῶν Θηβῶν·
というのも、アソポス川とイスメノス川はテーバイの前面に広がる平原を流れているからである。
ἔστι δὲ καὶ ἡ Δίρκη κρήνη καὶ Πότνιαι, ἐφʼ ὧν μυθεύεται τὰ περὶ τὸν Ποτνιέα Γλαῦκον τὸν διασπασθέντα ὑπὸ τῶν Ποτνιάδων ἵππων τῆς πόλεως πλησίον, καὶ ὁ Κιθαιρὼν δὲ οὐκ ἄπωθεν τῶν Θηβῶν τελευτᾷ·
またディルケの泉やポトニアイもあり、ポトニアイについては、都市の近くでポトニアイの雌馬たちによって八つ裂きにされたポトニアイのグラウコスに関する神話が語られている。 さらにキタイロン山もテーバイから遠くないところで終わっている。
παρʼ αὐτὸν δὲ ὁ Ἀσωπὸς ῥεῖ, τὴν ὑπώρειαν αὐτοῦ κλύζων καὶ ποιῶν τοὺς Παρασωπίους εἰς κατοικίας πλείους διῃρημένους, ἅπαντας δʼ ὑπὸ Θηβαίοις ὄντας (ἕτεροι δʼ ἐν τῇ Πλαταιέων φασὶ τόν τε Σκῶλον καὶ τὸν Ἐτεωνὸν καὶ τὰς Ἐρύθρας·
その山の傍らをアソポス川が流れ、その麓を洗い、パラソピアの人々をいくつかの集落に分割させているが、彼らは全員テーバイ人の支配下にある(しかし他の人々は、スコロスとエテオノスとエリュトライはプラタイア人の領内にあると主張している。
καὶ γὰρ παρα Πλαταιὰς καὶ παρὰ Τάναγραν ἐκδίδωσιν)·
なぜならアソポス川はプラタイアの傍らとタナグラの傍らを流れて注いでいるからである)。
ἐν δὲ τῇ Θηβαίων εἰσὶ καὶ αἱ Θεράπναι καὶ ὁ Τευμησσός, ὃν ἐκόσμησεν Ἀντίμαχος διὰ πολλῶν ἐπῶν, τὰς μὴ προσούσας ἀρετὰς διαριθμούμενος
ἔστι τις ἠνεμόεις ὀλίγος λόφος.
他方、テーバイ人の領内にはセラプナイやテウメッソスもあり、テウメッソスについてはアンティマコスが、そこに備わっていない美点を長々と列挙することによって、多くの詩行で飾り立てている。 「風の吹きすさぶ、小さき丘あり。
γνώριμα δὲ τὰ ἔπη.
」この詩行はよく知られている。