Humanitext Reader

ストラボン · 地理誌 §9.1.22-9.1.24

アッティカ東岸の区と山脈および河川

282 / 577 箇所 · ギリシア語

要旨

アッティカの東部・北部沿岸の諸区、ヘレネ島やエウボイア島、アッティカの主要な山々と大理石・銀鉱石の採掘、ケピソス川とイリソス川について記述している。

§9.1.22κάμψαντι δὲ τὴν κατὰ τὸ Σούνιον ἄκραν ἀξιόλογος δῆμος Σούνιον, εἶτα Θόρικος, εἶτα Ποταμὸς δῆμος οὕτω καλούμενος, ἐξ οὗ οἱ ἄνδρες Ποτάμιοι, εἶτα Πρασιὰ Στειριὰ Βραυρών, ὅπου τὸ τῆς Βραυρωνίας Ἀρτέμιδος ἱερόν, νίδες, ὅπου τὸ τῆς Ταυροπόλου, Μυρρινοῦς Προβάλινθος Μαραθών, ὅπου Μιλτιάδης τὰς μετὰ Δάτιος τοῦ Πέρσου δυνάμεις ἄρδην διέφθειρεν οὐ περιμείνας ὑστερίζοντας Λακεδαιμονίους διὰ τὴν πανσέληνον·
スニオンの岬を回り込むと、注目に値する区であるスニオンがあり、次いでトリコス、次いでそのように呼ばれるポタモス区(そこからの人々はポタミオイと呼ばれる)、次いでプラシア、ステイリア、ブラウロン(そこにはブラウロニアのアルテミスの聖域がある)、...ニデス(そこにはタウロポロスの聖域がある)、ミュリヌス、プロバリントス、マラトン(そこではミルティアデスが、満月のゆえに遅参したラケダイモン人を待つことなく、ペルシア人ダティス率いる軍勢を根こそぎ滅ぼした。
ἐνταῦθα μεμυθεύκασι καὶ τὸν Μαραθώνιον ταῦρον ὃν ἀνεῖλε Θησεύς.
またここには、テセウスが退治したマラトンの雄牛の伝説もある)がある。
μετὰ δὲ Μαραθῶνα Τρικόρυνθος, εἶτα Ῥαμνοῦς, τὸ τῆς Νεμέσεως ἱερόν, εἶτα Ψαφὶς ἡ τῶν Ὠρωπίων·
マラトンの次にはトリコリュントスがあり、次いでラムヌス、すなわちネメシスの聖域があり、次いでオロポス人のプサピスがある。
ἐνταῦθα δέ που καὶ τὸ Ἀμφιαράειόν ἐστι τετιμημένον ποτὲ μαντεῖον, ὅπου φυγόντα τὸν Ἀμφιάρεων, ὥς φησι Σοφοκλῆς, ἐδέξατο ῥαγεῖσα Θηβαία κόνις αὐτοῖσιν ὅπλοις καὶ τετρωρίστῳ δίφρῳ.
このあたりのどこかに、かつて尊ばれた神託所であるアムピアラエイオンもある。 そこは、ソポクレスが言うように、逃れてきたアムピアラオスを「裂けたテーバイの地が、武具や四頭立ての戦車とともに受け入れた」場所である。
Ὠρωπὸς δʼ ἐν ἀμφισβητησίμῳ γεγένηται πολλάκις·
オロポスはしばしば争いの的となった。
ἵδρυται γὰρ ἐν μεθορίῳ τῆς τε Ἀττικῆς καὶ τῆς Βοιωτίας.
アッティカとボイオティアの境界に位置しているからである。
πρόκειται δὲ τῆς παραλίας ταύτης πρὸ μὲν τοῦ Θορίκου καὶ τοῦ Σουνίου νῆσος Ἑλένη τραχεῖα καὶ ἔρημος, παραμήκης ὅσον ἑξήκοντα σταδίων τὸ μῆκος, ἧς φασι μεμνῆσθαι τὸν ποιητὴν ἐν οἷς Ἀλέξανδρος λέγει πρὸς τὴν Ἑλένην οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι καὶ εὐνῇ.
この海岸の前方には、トリコスとスニオンの前に、起伏が激しく不毛なヘレネ島が横たわっており、その長さは約六十スタディオンにおよぶ。 詩人が、アレクサンドロスがヘレネに向かって「愛らしきラケダイモンからお前を初めて奪い去り、海を行く船に乗せ、クラナエ島にて愛を交わし、床を共にしたときでさえ、これほどではなかった」と語る箇所で言及しているのはこの島だと言われている。
ταύτην γὰρ λέγει Κρανάην τὴν νῦν Ἑλένην ἀπὸ τοῦ ἐκεῖ γενέσθαι τὴν μῖξιν.
というのも、彼は、そこで最初に関係を持ったことから、現在のヘレネ島をクラナエと呼んでいるからである。
μετὰ δὲ τὴν Ἑλένην ἡ Εὔβοια πρόκειται τῆς ἑξῆς παραλίας, ὁμοίως στενὴ καὶ μακρὰ καὶ κατὰ μῆκος τῇ ἠπείρῳ παραβεβλημένη καθάπερ ἡ Ἑλένη.
ヘレネ島の次にはエウボイアがそれに続く海岸の前に横たわっており、同様に細長く、ヘレネ島のように大陸に沿って並んでいる。
ἔστι δʼ ἀπὸ τοῦ Σουνίου πρὸς τὸ νότιον τῆς Εὐβοίας ἄκρον, ὃ καλοῦσι Λευκὴν ἀκτήν, σταδίων τριακοσίων πλοῦς·
スニオンから、人々が「白い海岸」と呼ぶエウボイアの南端までは、三百スタディオンの航路である。
ἀλλὰ περὶ Εὐβοίας μὲ, τοὺς δʼ ἐν τῇ μεσογαίᾳ δήμους τῆς Ἀττικῆς μακρὸν εἰπεῖν διὰ τὸ πλῆθος.
しかし、エウボイアについては他で語るとして、アッティカの内陸の区については、その数の多さゆえに語るには長くなる。
§9.1.23τῶν δʼ ὀρῶν τὰ μὲν ἐν ὀνόματι μάλιστά ἐστιν ὅ τε Ὑμηττὸς καὶ Βριλησσὸς καὶ Λυκαβηττός, ἔτι δὲ Πάρνης καὶ Κορυδαλλός.
山々のうち、最も名高いのはヒュメットス、ブリレッソス、リュカベットス、さらにパルネスとコリュダッロスである。
μαρμάρου δʼ ἐστὶ τῆς τε Ὑμηττίας καὶ τῆς Πεντελικῆς κάλλιστα μέταλλα πλησίον τῆς πόλεως·
市壁の近くには、ヒュメットスとペンテリコンの、極めて美しい大理石の採掘場がある。
ὁ δʼ Ὑμηττὸς καὶ μέλι ἄριστον ποιεῖ.
またヒュメットスは最上の蜂蜜も産する。
τὰ δʼ ἀργυρεῖα τὰ ἐν τῇ Ἀττικῇ κατʼ ἀρχὰς μὲν ἦν ἀξιόλογα, νυνὶ δʼ ἐκλείπει·
アッティカの銀山は最初は注目すべきものであったが、今では枯渇しつつある。
καὶ δὴ καὶ οἱ ἐργαζόμενοι, τῆς μεταλλείας ἀσθενῶς ὑπακουούσης, τὴν παλαιὰν ἐκβολάδα καὶ σκωρίαν ἀναχωνεύοντες εὕρισκον ἔτι ἐξ αὐτῆς ἀποκαθαιρόμενον ἀργύριον, τῶν ἀρχαίων ἀπείρως καμινευόντων.
実際、鉱山労働者たちは、採掘がはかばかしくないので、古い廃鉱石や鉱滓を再び溶融し、そこからさらに精製された銀を見出していた。 古代の人々が製錬を未熟な方法で行っていたからである。
τοῦ δὲ μέλιτος ἀρίστου τῶν πάντων ὄντος τοῦ Ἀττικοῦ πολὺ βέλτιστόν φασι τὸ ἐν τοῖς ἀργυρείοις, ὃ καὶ ἀκάπνιστον καλοῦσιν ἀπὸ τοῦ τρόπου τῆς σκευασίας.
アッティカの蜂蜜はすべての中で最高であるが、その中でも銀山地域のものがはるかに優れていると言われ、その製法から「無煙の蜂蜜」とも呼ばれている。
§9.1.24ποταμοὶ δʼ εἰσὶν ὁ μὲν Κηφισσὸς ἐκ Τρινεμέων τὰς ἀρχὰς ἔχων ῥέων δὲ διὰ τοῦ πεδίου, ἐφʼ οὗ καὶ ἡ γέφυρα καὶ οἱ γεφυρισμοί, διὰ δὲ τῶν σκελῶν τῶν ἀπὸ τοῦ ἄστεος εἰς τὸν Πειραιᾶ καθηκόντων ἐκδίδωσιν εἰς τὸ Φαληρικόν, χειμαρρώδης τὸ πλέον, θέρους δὲ μειοῦται τελέως.
川には、トリネメイアに源を発し平野を流れるケピソスがある。 その上には橋と「橋上のからかい」があり、都からピレウスへと下る両市壁の間を通ってファレロン湾へと注いでいる。 これは主に冬の急流であり、夏には完全に水が涸れる。
ἔστι δὲ τοιοῦτος μᾶλλον ὁ Ἰλισσός, ἐκ θατέρου μέρους τοῦ ἄστεος ῥέων εἰς τὴν αὐτὴν παραλίαν ἐκ τῶν ὑπὲρ τῆς Ἄγρας καὶ τοῦ Λυκείου μερῶν καὶ τῆς πηγῆς ἣν ὕμνηκεν ἐν Φαίδρῳ Πλάτων.
イリソスはさらにそのような川であり、都の反対側を、アグラやリュケイオンの上の地域、およびプラトンが『パイドロス』で讃えた泉から、同じ海岸へと流れている。
περὶ μὲν τῆς Ἀττικῆς ταῦτα.
アッティカについては以上である。

語釈・文法注

  1. 9.1.22κάμψαντι — 与格 κάμψαντι は関係与格(dative of reference)であり、「〜を回り込む人にとって(回り込むと)」という空間的・方向的視点を示す。
  2. 9.1.22αὐτοῖσιν ὅπλοις — αὐτός が与格名詞と直接結合する「ともども与格」(dative of accompaniment)の用法。「武具もろとも」の意。
  3. 9.1.23ἀκάπνιστον — 煙(καπνός)をあてずに採集・精製された、あるいは煙が出ないほど純粋な、という意味の形容詞。銀山の近くで採れる上質な蜂蜜を指す呼称。
  4. 9.1.24γεφυρισμοί — エレウシスの秘儀の巡礼者がケピソス川の橋を渡る際に行われた、通行人に対する儀礼的な「からかい」や「罵り合い」の習慣を指す。

この箇所を引用する

ストラボン, 地理誌 §9.1.22-9.1.24. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.22-9.1.24

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。