Humanitext Reader

斯特拉波 · 地理学 §9.1.22-9.1.24

阿提卡东部诸区与山川矿藏

第 282 段,共 577 段 · 希腊语

内容简介

本节记述了阿特提卡东部和北部沿海各区、邻近的海伦娜岛与厄维亚岛的地理,以及主要山脉、大理石与银矿开采,还有基菲索斯河和伊利索斯河。

§9.1.22κάμψαντι δὲ τὴν κατὰ τὸ Σούνιον ἄκραν ἀξιόλογος δῆμος Σούνιον, εἶτα Θόρικος, εἶτα Ποταμὸς δῆμος οὕτω καλούμενος, ἐξ οὗ οἱ ἄνδρες Ποτάμιοι, εἶτα Πρασιὰ Στειριὰ Βραυρών, ὅπου τὸ τῆς Βραυρωνίας Ἀρτέμιδος ἱερόν, νίδες, ὅπου τὸ τῆς Ταυροπόλου, Μυρρινοῦς Προβάλινθος Μαραθών, ὅπου Μιλτιάδης τὰς μετὰ Δάτιος τοῦ Πέρσου δυνάμεις ἄρδην διέφθειρεν οὐ περιμείνας ὑστερίζοντας Λακεδαιμονίους διὰ τὴν πανσέληνον· ἐνταῦθα μεμυθεύκασι καὶ τὸν Μαραθώνιον ταῦρον ὃν ἀνεῖλε Θησεύς.
绕过苏尼翁海岬,便是值得瞩目的苏尼翁区,然后是托里科斯,然后是被称为波塔莫斯的区(该区的人被称为波塔米奥伊),然后是普拉西亚、斯泰里亚、布劳隆(那里有布劳隆的阿耳忒弥斯神殿)、……尼德斯(那里有陶罗波罗斯的神殿)、米里努斯、普罗巴林托斯、马拉松(在那里,米尔蒂亚德斯彻底消灭了波斯人达提斯率领的军队,没有等待因满月而迟到的拉克代蒙人;人们也在这里流传着忒修斯杀死马拉松野牛的神话)。
μετὰ δὲ Μαραθῶνα Τρικόρυνθος, εἶτα Ῥαμνοῦς, τὸ τῆς Νεμέσεως ἱερόν, εἶτα Ψαφὶς ἡ τῶν Ὠρωπίων· ἐνταῦθα δέ που καὶ τὸ Ἀμφιαράειόν ἐστι τετιμημένον ποτὲ μαντεῖον, ὅπου φυγόντα τὸν Ἀμφιάρεων, ὥς φησι Σοφοκλῆς, ἐδέξατο ῥαγεῖσα Θηβαία κόνις αὐτοῖσιν ὅπλοις καὶ τετρωρίστῳ δίφρῳ.
在马拉松之后是特里科林托斯,然后是拉姆努斯,即涅墨西斯的神殿,然后是奥罗波斯人的普萨菲斯;在这里的某个地方还有阿姆菲阿拉伊翁,曾是一座受人尊崇的神谕所,据索福克勒斯说,逃亡的阿姆菲阿拉奥斯曾在这里:“裂开的忒拜泥土,将他连同兵器和四匹马的战车一同接纳。
Ὠρωπὸς δʼ ἐν ἀμφισβητησίμῳ γεγένηται πολλάκις· ἵδρυται γὰρ ἐν μεθορίῳ τῆς τε Ἀττικῆς καὶ τῆς Βοιωτίας.
”而奥罗波斯经常成为争议的对象,因为它坐落在阿特提卡和波奥蒂亚的边界上。
πρόκειται δὲ τῆς παραλίας ταύτης πρὸ μὲν τοῦ Θορίκου καὶ τοῦ Σουνίου νῆσος Ἑλένη τραχεῖα καὶ ἔρημος, παραμήκης ὅσον ἑξήκοντα σταδίων τὸ μῆκος, ἧς φασι μεμνῆσθαι τὸν ποιητὴν ἐν οἷς Ἀλέξανδρος λέγει πρὸς τὴν Ἑλένην οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι καὶ εὐνῇ. ταύτην γὰρ λέγει Κρανάην τὴν νῦν Ἑλένην ἀπὸ τοῦ ἐκεῖ γενέσθαι τὴν μῖξιν.
在这片海岸的前方,即托里科斯和苏尼翁的前面,横着海伦娜岛,崎岖而荒凉,长度约为六十斯塔迪翁,据说诗人所提到的就是这个岛,也就是亚历山大对海伦说:“甚至当最初我将你从可爱的拉克代蒙用涉海的船只劫走,并在克兰奈岛上与你共枕交欢之时,也未曾……”因为他将如今的海伦娜岛称为克兰奈,因为他们是在那里结合的。
μετὰ δὲ τὴν Ἑλένην ἡ Εὔβοια πρόκειται τῆς ἑξῆς παραλίας, ὁμοίως στενὴ καὶ μακρὰ καὶ κατὰ μῆκος τῇ ἠπείρῳ παραβεβλημένη καθάπερ ἡ Ἑλένη.
在海伦娜岛之后,厄维亚岛紧邻着接下来的海岸,同样狭长,像海伦娜岛一样沿着大陆平行延伸。
ἔστι δʼ ἀπὸ τοῦ Σουνίου πρὸς τὸ νότιον τῆς Εὐβοίας ἄκρον, ὃ καλοῦσι Λευκὴν ἀκτήν, σταδίων τριακοσίων πλοῦς· ἀλλὰ περὶ Εὐβοίας μὲ, τοὺς δʼ ἐν τῇ μεσογαίᾳ δήμους τῆς Ἀττικῆς μακρὸν εἰπεῖν διὰ τὸ πλῆθος.
从苏尼翁到厄维亚的南端(人们称之为“白岸”)是三百斯塔迪翁的航程;但关于厄维亚[我们将另作讨论],而阿特提卡内陆的各区,由于数量众多,要一一讲述就太长了。
§9.1.23τῶν δʼ ὀρῶν τὰ μὲν ἐν ὀνόματι μάλιστά ἐστιν ὅ τε Ὑμηττὸς καὶ Βριλησσὸς καὶ Λυκαβηττός, ἔτι δὲ Πάρνης καὶ Κορυδαλλός.
在这些山脉中,最著名的是许梅托斯山、布里莱索斯山和吕卡贝托斯山,此外还有帕尔内斯山和科里达洛斯山。
μαρμάρου δʼ ἐστὶ τῆς τε Ὑμηττίας καὶ τῆς Πεντελικῆς κάλλιστα μέταλλα πλησίον τῆς πόλεως· ὁ δʼ Ὑμηττὸς καὶ μέλι ἄριστον ποιεῖ.
在城市附近有非常优美的许梅托斯和潘特里科大理石采石场;而许梅托斯也产最好的蜂蜜。
τὰ δʼ ἀργυρεῖα τὰ ἐν τῇ Ἀττικῇ κατʼ ἀρχὰς μὲν ἦν ἀξιόλογα, νυνὶ δʼ ἐκλείπει· καὶ δὴ καὶ οἱ ἐργαζόμενοι, τῆς μεταλλείας ἀσθενῶς ὑπακουούσης, τὴν παλαιὰν ἐκβολάδα καὶ σκωρίαν ἀναχωνεύοντες εὕρισκον ἔτι ἐξ αὐτῆς ἀποκαθαιρόμενον ἀργύριον, τῶν ἀρχαίων ἀπείρως καμινευόντων.
阿特提卡的银矿起初十分著名,但现在已经枯竭;事实上,矿工们由于开采收获微薄,通过重新熔炼旧的废矿石和矿渣,仍然能从中提炼出纯银,因为古人使用熔炉的技术不够熟练。
τοῦ δὲ μέλιτος ἀρίστου τῶν πάντων ὄντος τοῦ Ἀττικοῦ πολὺ βέλτιστόν φασι τὸ ἐν τοῖς ἀργυρείοις, ὃ καὶ ἀκάπνιστον καλοῦσιν ἀπὸ τοῦ τρόπου τῆς σκευασίας.
虽然阿特提卡的蜂蜜是所有蜂蜜中最好的,但人们说银矿区的蜂蜜是其中最好的,因其制作方式,人们也称之为“无烟蜜”。
§9.1.24ποταμοὶ δʼ εἰσὶν ὁ μὲν Κηφισσὸς ἐκ Τρινεμέων τὰς ἀρχὰς ἔχων ῥέων δὲ διὰ τοῦ πεδίου, ἐφʼ οὗ καὶ ἡ γέφυρα καὶ οἱ γεφυρισμοί, διὰ δὲ τῶν σκελῶν τῶν ἀπὸ τοῦ ἄστεος εἰς τὸν Πειραιᾶ καθηκόντων ἐκδίδωσιν εἰς τὸ Φαληρικόν, χειμαρρώδης τὸ πλέον, θέρους δὲ μειοῦται τελέως.
河流有:基菲索斯河,源自特里内梅亚,流经平原,其上建有桥梁并有“桥上嘲讽”的习俗,它通过从市区延伸到培拉亚斯的两道城墙之间注入法勒隆湾,此河多为冬日急流,夏天则完全干涸。
ἔστι δὲ τοιοῦτος μᾶλλον ὁ Ἰλισσός, ἐκ θατέρου μέρους τοῦ ἄστεος ῥέων εἰς τὴν αὐτὴν παραλίαν ἐκ τῶν ὑπὲρ τῆς Ἄγρας καὶ τοῦ Λυκείου μερῶν καὶ τῆς πηγῆς ἣν ὕμνηκεν ἐν Φαίδρῳ Πλάτων.
伊利索斯河更是如此,它流经市区的另一侧,从阿格拉和吕克昂上方的区域以及柏拉图在《斐德罗篇》中赞美的泉水流向同一海岸。
περὶ μὲν τῆς Ἀττικῆς ταῦτα.
关于阿特提卡的情况就是这些。

词汇与语法注释

  1. 9.1.22κάμψαντι — 与格 κάμψαντι 是关系与格(判断行为者的与格),表示空间视角:“对于绕过……的人来说”。
  2. 9.1.22αὐτοῖσιν ὅπλοις — 这是 αὐτός 与与格名词连用表示伴随(“连同……一起”)的用法,意为“连同其兵器”。
  3. 9.1.23ἀκάπνιστον — 字面意思是“无烟的”,指在采集或制作时不使用烟雾驱赶蜜蜂,或指极纯净而不冒烟的蜂蜜。在此指银矿区出产的最高品质蜂蜜。
  4. 9.1.24γεφυρισμοί — 指在埃勒夫西斯秘仪期间,巡游队伍在渡过基菲索斯河大桥时,对路人或信徒进行仪式性嘲弄或辱骂的习俗。

引用这一段

斯特拉波, 地理学 §9.1.22-9.1.24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.22-9.1.24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。