§9.1.22κάμψαντι δὲ τὴν κατὰ τὸ Σούνιον ἄκραν ἀξιόλογος δῆμος Σούνιον, εἶτα Θόρικος, εἶτα Ποταμὸς δῆμος οὕτω καλούμενος, ἐξ οὗ οἱ ἄνδρες Ποτάμιοι, εἶτα Πρασιὰ Στειριὰ Βραυρών, ὅπου τὸ τῆς Βραυρωνίας Ἀρτέμιδος ἱερόν, νίδες, ὅπου τὸ τῆς Ταυροπόλου, Μυρρινοῦς Προβάλινθος Μαραθών, ὅπου Μιλτιάδης τὰς μετὰ Δάτιος τοῦ Πέρσου δυνάμεις ἄρδην διέφθειρεν οὐ περιμείνας ὑστερίζοντας Λακεδαιμονίους διὰ τὴν πανσέληνον· ἐνταῦθα μεμυθεύκασι καὶ τὸν Μαραθώνιον ταῦρον ὃν ἀνεῖλε Θησεύς.
To one who has rounded the promontory at Sunium, there is the noteworthy deme of Sunium, then Thoricus, then the deme called Potamus, from which the men are called Potamioi, then Prasiae, Steiria, Brauron, where is the temple of Brauronian Artemis, and...nides, where is the temple of Tauropolus, Myrrhinus, Probalinthus, Marathon, where Miltiades utterly destroyed the forces under Datis the Persian, without waiting for the Lacedaemonians who were late because of the full moon; here they also locate the myth of the Marathonian bull which Theseus slew.
μετὰ δὲ Μαραθῶνα Τρικόρυνθος, εἶτα Ῥαμνοῦς, τὸ τῆς Νεμέσεως ἱερόν, εἶτα Ψαφὶς ἡ τῶν Ὠρωπίων· ἐνταῦθα δέ που καὶ τὸ Ἀμφιαράειόν ἐστι τετιμημένον ποτὲ μαντεῖον, ὅπου φυγόντα τὸν Ἀμφιάρεων, ὥς φησι Σοφοκλῆς,
ἐδέξατο ῥαγεῖσα Θηβαία κόνις αὐτοῖσιν ὅπλοις καὶ τετρωρίστῳ δίφρῳ. Ὠρωπὸς δʼ ἐν ἀμφισβητησίμῳ γεγένηται πολλάκις· ἵδρυται γὰρ ἐν μεθορίῳ τῆς τε Ἀττικῆς καὶ τῆς Βοιωτίας.
And after Marathon is Tricorynthus, then Rhamnus, where is the temple of Nemesis, then Psaphis, which belongs to the Oropians; and somewhere here is also the Amphiaraeium, once an honored oracle, where, as Sophocles says, the fleeing Amphiaraus was received: "the cleft Theban dust received him, with his very arms and four-horse chariot." And Oropus has often been a subject of dispute; for it is situated on the border between Attica and Boeotia.
πρόκειται δὲ τῆς παραλίας ταύτης πρὸ μὲν τοῦ Θορίκου καὶ τοῦ Σουνίου νῆσος Ἑλένη τραχεῖα καὶ ἔρημος, παραμήκης ὅσον ἑξήκοντα σταδίων τὸ μῆκος, ἧς φασι μεμνῆσθαι τὸν ποιητὴν ἐν οἷς Ἀλέξανδρος λέγει πρὸς τὴν Ἑλένην
οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι καὶ εὐνῇ. ταύτην γὰρ λέγει Κρανάην τὴν νῦν Ἑλένην ἀπὸ τοῦ ἐκεῖ γενέσθαι τὴν μῖξιν.
And off this coast, in front of Thoricus and Sunium, lies the island of Helene, rugged and deserted, stretching about sixty stadia in length, which they say the poet mentions where Alexander says to Helen: "Not even when first, having snatched thee from lovely Lacedaemon in seafaring ships, I mingled with thee in love and in bed on the island of Cranae." For he calls this Cranae, which is now Helene, because the union took place there.
μετὰ δὲ τὴν Ἑλένην ἡ Εὔβοια πρόκειται τῆς ἑξῆς παραλίας, ὁμοίως στενὴ καὶ μακρὰ καὶ κατὰ μῆκος τῇ ἠπείρῳ παραβεβλημένη καθάπερ ἡ Ἑλένη.
And after Helene, Euboea lies off the next coast, similarly narrow and long and parallel to the mainland along its length, just like Helene.
ἔστι δʼ ἀπὸ τοῦ Σουνίου πρὸς τὸ νότιον τῆς Εὐβοίας ἄκρον, ὃ καλοῦσι Λευκὴν ἀκτήν, σταδίων τριακοσίων πλοῦς· ἀλλὰ περὶ Εὐβοίας μὲ, τοὺς δʼ ἐν τῇ μεσογαίᾳ δήμους τῆς Ἀττικῆς μακρὸν εἰπεῖν διὰ τὸ πλῆθος. §9.1.23τῶν δʼ ὀρῶν τὰ μὲν ἐν ὀνόματι μάλιστά ἐστιν ὅ τε Ὑμηττὸς καὶ Βριλησσὸς καὶ Λυκαβηττός, ἔτι δὲ Πάρνης καὶ Κορυδαλλός.
And from Sunium to the southern promontory of Euboea, which they call White Beach, is a voyage of three hundred stadia; but concerning Euboea [we shall speak elsewhere], while to speak of the demes of Attica in the interior would be long because of their multitude. Of the mountains, those most famous by name are Hymettus, Brilessus, and Lycabettus, and also Parnes and Corydallus.
μαρμάρου δʼ ἐστὶ τῆς τε Ὑμηττίας καὶ τῆς Πεντελικῆς κάλλιστα μέταλλα πλησίον τῆς πόλεως· ὁ δʼ Ὑμηττὸς καὶ μέλι ἄριστον ποιεῖ.
And there are excellent quarries of Hymettian and Pentelic marble near the city; and Hymettus also produces the best honey.
τὰ δʼ ἀργυρεῖα τὰ ἐν τῇ Ἀττικῇ κατʼ ἀρχὰς μὲν ἦν ἀξιόλογα, νυνὶ δʼ ἐκλείπει· καὶ δὴ καὶ οἱ ἐργαζόμενοι, τῆς μεταλλείας ἀσθενῶς ὑπακουούσης, τὴν παλαιὰν ἐκβολάδα καὶ σκωρίαν ἀναχωνεύοντες εὕρισκον ἔτι ἐξ αὐτῆς ἀποκαθαιρόμενον ἀργύριον, τῶν ἀρχαίων ἀπείρως καμινευόντων.
The silver mines in Attica were at first noteworthy, but now they are failing; indeed, the workers, since the mining yielded weakly, by remelting the old refuse and slag, still found silver refined from it, because the ancients used furnaces unskilfully.
τοῦ δὲ μέλιτος ἀρίστου τῶν πάντων ὄντος τοῦ Ἀττικοῦ πολὺ βέλτιστόν φασι τὸ ἐν τοῖς ἀργυρείοις, ὃ καὶ ἀκάπνιστον καλοῦσιν ἀπὸ τοῦ τρόπου τῆς σκευασίας. §9.1.24ποταμοὶ δʼ εἰσὶν ὁ μὲν Κηφισσὸς ἐκ Τρινεμέων τὰς ἀρχὰς ἔχων ῥέων δὲ διὰ τοῦ πεδίου, ἐφʼ οὗ καὶ ἡ γέφυρα καὶ οἱ γεφυρισμοί, διὰ δὲ τῶν σκελῶν τῶν ἀπὸ τοῦ ἄστεος εἰς τὸν Πειραιᾶ καθηκόντων ἐκδίδωσιν εἰς τὸ Φαληρικόν, χειμαρρώδης τὸ πλέον, θέρους δὲ μειοῦται τελέως.
And while Attic honey is the best of all, they say that the honey in the silver-mine district is by far the best, which they also call "unsmoked" from the manner of its preparation. The rivers are: the Cephisus, having its source in Trinemeia and flowing through the plain, over which are the bridge and the "bridge-jesters," and discharging into the Phaleric gulf through the legs of the walls that come down from the city to Peiraeus, being for the most part a torrent, but in summer failing completely.
ἔστι δὲ τοιοῦτος μᾶλλον ὁ Ἰλισσός, ἐκ θατέρου μέρους τοῦ ἄστεος ῥέων εἰς τὴν αὐτὴν παραλίαν ἐκ τῶν ὑπὲρ τῆς Ἄγρας καὶ τοῦ Λυκείου μερῶν καὶ τῆς πηγῆς ἣν ὕμνηκεν ἐν Φαίδρῳ Πλάτων.
The Ilissus is more like this, flowing from the other side of the city to the same coast, from the parts above Agra and the Lyceum, and from the spring which Plato celebrated in the Phaedrus.
περὶ μὲν τῆς Ἀττικῆς ταῦτα.
This is what we have to say about Attica.