Humanitext Reader

ストラボン · 地理誌 §9.1.20-9.1.21

アッティカの政治史とスニオンに至る沿岸区

281 / 577 箇所 · ギリシア語

要旨

アッティカがケクロプスによって12の都市に分けられた歴史からテセウスによる統合、そして民主制の変遷とローマ支配下の自律について語り、ピレウスからスニオンに至る沿岸地域の区(デモス)と地理的特徴を紹介する。

§9.1.20τοσαῦτʼ οὖν ἀπόχρη προσθεῖσιν ὅτι φησὶ Φιλόχορος πορθουμένης τῆς χώρας ἐκ θαλάττης μὲν ὑπὸ Καρῶν ἐκ γῆς δὲ ὑπὸ Βοιωτῶν, οὓς ἐκάλουν Ἄονας, Κέκροπα πρῶτον εἰς δώδεκα πόλεις συνοικίσαι τὸ πλῆθος, ὧν ὀνόματα Κεκροπία Τετράπολις Ἐπακρία Δεκέλεια Ἐλευσὶς Ἄφιδνα (λέγουσι δὲ καὶ πληθυντικῶς Ἀφίδνας) Θόρικος Βραυρὼν Κύθηρος Σφηττὸς Κηφισιά πάλιν δʼ ὕστερον εἰς μίαν πόλιν συναγαγεῖν λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς.
したがって、フィロコロスが言うには、この地が海からはカリア人によって、陸からはアオネスと呼ばれていたボイオティア人によって荒らされていたとき、ケクロプスが最初に群衆を12の都市へとまとめ上げ、それらの名前はケクロピア、テトラポリス、エパクリア、デケレイア、エレウシス、アピドナ(複数形でアピドナイとも言う)、トリコス、ブラウロン、キュテロス、スペトス、ケピシアであったということ、そして後に再びテセウスがその12の都市を現在の1つの都市へと統合したと言われている、ということを付け加えるだけで十分であろう。
ἐβασιλεύοντο μὲν πρότερον, εἶτʼ εἰς δημοκρατίαν μετέστησαν·
彼らは最初は王たちによって支配されていたが、その後に民主制へと移行した。
τυράννων δʼ ἐπιθεμένων αὐτοῖς, Πεισιστράτου καὶ τῶν παίδων, ὕστερόν τε ὀλιγαρχίας γενομένης τῆς τε τῶν τετρακοσίων καὶ τῆς τῶν τριάκοντα τυράννων, οὓς ἐπέστησαν Λακεδαιμόνιοι, τούτους μὲν διεκρούσαντο ῥᾳδίως, ἐφύλαξαν δὲ τὴν δημοκρατίαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας.
彼らを襲った僭主たち、すなわちペイシストラトスとその息子たち、そして後に四百人の寡頭制や、ラケダイモン人たちが樹立した三十人僭主の寡頭制が生じたとき、彼らはこれらを容易に退け、ローマ人の支配に至るまで民主制を守り抜いた。
καὶ γὰρ εἴ τι μικρὸν ὑπὸ τῶν Μακεδονικῶν βασιλέων παρελυπήθησαν ὥσθʼ ὑπακούειν αὐτῶν ἀναγκασθῆναι, τόν γε ὁλοσχερῆ τύπον τῆς πολιτείας τὸν αὐτὸν διετήρουν.
なぜなら、マケドニアの王たちによっていくらか悩まされ、彼らに従うことを余儀なくされたとしても、彼らは国制の全体的な形態を同じままに維持していたからである。
ἔνιοι δέ φασι καὶ βέλτιστα τότε αὐτοὺς πολιτεύσασθαι δεκαετῆ χρόνον ὃν ἦρχε Μακεδόνων Κάσανδρος.
ある人々は、マケドニアをカサンドロスが支配していた10年間の、当時において彼らが最も優れた統治を行っていたと言う。
οὗτος γὰρ ὁ ἀνὴρ πρὸς μὲν τὰ ἄλλα δοκεῖ τυραννικώτερος γενέσθαι, πρὸς Ἀθηναίους δὲ εὐγνωμόνησε λαβὼν ὑπήκοον τὴν πόλιν·
なぜなら、この男は他の点ではより僭主的に見えたが、アテナイ人に対しては、その都市を臣属させた後に好意的に振る舞ったからである。
ἐπέστησε γὰρ τῶν πολιτῶν Δημήτριον τὸν Φαληρέα τῶν Θεοφράστου τοῦ φιλοσόφου γνωρίμων, ὃς οὐ μόνον οὐ κατέλυσε τὴν δημοκρατίαν ἀλλὰ καὶ ἐπηνώρθωσε.
彼は市民の中から、哲学者テオプラストスの知己の一人であるファレロンのデメトリオスを統治者として据え、彼は民主制を廃止しなかっただけでなく、むしろそれを正したのである。
δηλοῖ δὲ τὰ ὑπομνήματα ἃ συνέγραψε περὶ τῆς πολιτείας ταύτης ἐκεῖνος.
この国制について彼が著した回想録がそのことを示している。
ἀλλʼ οὕτως ὁ φθόνος ἴσχυσε καὶ ἡ πρὸς ὀλίγους ἀπέχθεια ὥστε μετὰ τὴν Κασάνδρου τελευτὴν ἠναγκάσθη φυγεῖν εἰς Αἴγυπτον·
しかし、嫉妬と少数者への憎悪が非常に強かったため、カサンドロスの死後、彼はエジプトへの亡命を余儀なくされた。
τὰς δʼ εἰκόνας αὐτοῦ πλείους ἢ τριακοσίας κατέσπασαν οἱ ἐπαναστάντες καὶ κατεχώνευσαν, ἔνιοι δὲ καὶ προστιθέασιν ὅτι καὶ εἰς ἀμίδας.
反乱を起こした者たちは300体以上あった彼の像を引き倒して鋳つぶし、ある人々はさらに、それをおまるに変えたとさえ付け加えている。
Ῥωμαῖοι δʼ οὖν παραλαβόντες αὐτοὺς δημοκρατουμένους ἐφύλαξαν τὴν αὐτονομίαν αὐτοῖς καὶ τὴν ἐλευθερίαν.
とにかく、ローマ人は彼らが民主制を行っている状態のまま受け入れ、彼らの自治と自由を守った。
ἐπιπεσὼν δʼ ὁ Μιθριδατικὸς πόλεμος τυράννους αὐτοῖς κατέστησεν οὓς ὁ βασιλεὺς ἐβούλετο·
しかし、ミトリダテス戦争が勃発すると、王が望む僭主たちが彼らの上に据えられた。
τὸν δʼ ἰσχύσαντα μάλιστα τὸν Ἀριστίωνα καὶ ταύτην βιασάμενον τὴν πόλιν ἐκ πολιορκίας ἑλὼν Σύλλας ὁ τῶν Ῥωμαίων ἡγεμὼν ἐκόλασε, τῇ δὲ πόλει συγγνώμην ἔνειμε·
そして、最も勢力を持ち、この都市を力づくで支配したアリスティオンを、ローマの将軍スッラが包囲戦によって捕らえて処罰し、都市に対しては寛大さを与えた。
καὶ μέχρι νῦν ἐν ἐλευθερίᾳ τέ ἐστι καὶ τιμῇ παρὰ τοῖς Ῥωμαίοις.
そして現在に至るまで、アテナイはローマ人のもとで自由と名誉の中に置かれている。
§9.1.21μετὰ δὲ τὸν Πειραιᾶ Φαληρεῖς δῆμος ἐν τῇ ἐφεξῆς παραλίᾳ· εἶθʼ Ἁλιμούσιοι Αἰξωνεῖς Ἁλαιεῖς οἱ Αἰξωνικοὶ Ἀναγυράσιοι·
ピレウスの次には、隣接する海岸沿いにパレレイスの区があり、次いでハリムシオイ、アイクソネイス、アイクソネのハライエイス、アナギュラシオイがある。
εἶτα Θοραιεῖς Λαμπτρεῖς Αἰγιλιεῖς Ἀναφλύστιοι Ἀζηνιεῖς·
次いでトライエイス、ランプトレイ environs、アイギリエイス、アナプリュスティοι、アゼニエイスがある。
οὗτοι μὲν οἱ μέχρι τῆς ἄκρας τοῦ Σουνίου.
これらはスニオンの岬に至るまでの人々である。
μεταξὺ δὲ τῶν λεχθέντων δήμων μακρὰ ἄκρα, πρώτη μετὰ τοὺς Αἰξωνέας Ζωστήρ, εἶτʼ ἄλλη μετὰ Θοραιέας Ἀστυπάλαια·
上述の区たちの間には、長い岬があり、その第一のものはアイクソネイスの次にあるゾステルであり、第二のものはトライエイスの次にあるアストュパライアである。
ὧν τῆς μὲν πρόκειται νῆσος Φάβρα τῆς δʼ Ἐλαιοῦσσα·
これらのうち、前者にはパブラ島が、後者にはエライウッサ島が面している。
καὶ κατὰ τοὺς Αἰξωνέας δʼ ἔστιν Ὑδροῦσσα·
またアイクソネイスのあたりにはヒドゥルッサ島がある。
περὶ δὲ Ἀνάφλυστόν ἐστι καὶ τὸ Πανεῖον καὶ τὸ τῆς Κωλιάδος Ἀφροδίτης ἱερόν, εἰς ὃν τόπον ἐκκυμανθῆναι τὰ τελευταῖα τὰ ἐκ τῆς περὶ Σαλαμῖνα ναυμαχίας τῆς Περσικῆς ναυάγιά φασι, περὶ ὧν καὶ τὸν Ἀπόλλω προειπεῖν Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι.
アナプリュストスの近くにはパネイォンと、コリアスのアプロディテの聖域があり、その場所にはサラミスのあたりのペルシアとの海戦による最後の上陸難破物が波に押し流されたと言われており、それについてアポロンもあらかじめ次のように預言したのである。 「コリアスの女たちは櫂で焼くだろう。
πρόκειται δὲ καὶ τούτων τῶν τόπων Βέλβινα νῆσος οὐ πολὺ ἄπωθεν καὶ ὁ Πατρόκλου χάραξ· ἔρημοι δʼ αἱ πλεῖσται τούτων.
」これらの場所の前方には、それほど遠くないところにベルビナ島とパトロクロスの砦があり、これらのほとんどは荒廃している。

語釈・文法注

  1. §9.1.20τοσαῦτʼ οὖν ἀπόχρη προσθεῖσιν ὅτι — 非人称動詞 ἀπόχρη(十分である)に与格分詞 προσθεῖσιν(付け加える者にとって)が結合し、前文からの文脈の移行を示す。後に続く ὅτι 節全体が内容を補足している。
  2. §9.1.20λέγεται τὴν νῦν τὰς δώδεκα Θησεύς — 主節の受動動詞 λέγεται の主語が Θησεύς であり、前節の不定詞 συναγαγεῖν が省略され、並行して係っている。τὴν νῦν は名詞 πόλιν(都市)が省略された対格句で、「現在の(都市)に」を意味し、τὰς δώδεκα は「その12の(都市)を」として目的語になっている。
  3. §9.1.20λαβὼν ὑπήκοον τὴν πόλιν — 形容詞 ὑπήκοον は、名詞 τὴν πόλιν に対して述語的に係っている。「臣属している都市を手に入れた」ではなく、「その都市を手に入れて臣属させた(手に入れた結果、臣属する状態にした)」と解釈する。
  4. §9.1.21Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσι — アポロンの神託(詩)の引用。ἐρετμοῖσι はイオニア・詩的方言の与格複数形(= ἐρετμοῖς)。動詞 φρύξουσι(φρύγω の未来形、焼く、焙る)は、難破した船の櫂を薪代わりにして女たちが煮炊きすることを予言している。

この箇所を引用する

ストラボン, 地理誌 §9.1.20-9.1.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.20-9.1.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。