§9.1.11τινὲς δʼ ἀπὸ τοῦ τὴν ἱέρειαν τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι, ξενικὸν δὲ μόνον προσφέρεσθαι, χρῆσθαι δὲ καὶ τῷ Σαλαμινίῳ, ξένην φασὶ τῆς Ἀττικῆς τὴν Σαλαμῖνα οὐκ εὖ·
ある人々は、アテナ・ポリアスの女祭司が地元の生のチーズには触れず、外国産のチーズだけを食べ、サラミスのチーズも食べるということから、サラミスはアッティカにとって外国であると言っているが、それは正しくない。
καὶ γὰρ τὸν ἀπὸ τῶν ἄλλων νήσων τῶν ὁμολογουμένως τῇ Ἀττικῇ προσχώρων προσφέρεται, ξενικὸν πάντα τὸν διαπόντιον νοησάντων τῶν ἀρξάντων τοῦ ἔθους τούτου.
なぜなら、彼女は、アッティカに属していると誰もが認めている他の島々からくるチーズも食べるからであり、この慣習を始めた人々が、海を越えてくるすべてのものを「外国産」と考えたからである。
ἔοικε δὴ τὸ παλαιὸν ἡ νῦν Σαλαμὶς καθʼ αὑτὴν τάττεσθαι, τὰ δὲ Μέγαρα τῆς Ἀττικῆς ὑπάρξαι μέρος.
したがって、古くは現在のサラミスはそれ自体で独立して配置され、他方でメガラはアッティカの一部であったようである。
ἐν δὲ τῇ παραλίᾳ τῇ κατὰ Σαλαμῖνα κεῖσθαι συμβαίνει τὰ ὅρια τῆς τε Μεγαρικῆς καὶ τῆς Ἀτθίδος, ὄρη δύο ἃ καλοῦσι Κέρατα.
そしてサラミスの対岸の沿岸部には、メガリスとアッティスの境界が位置しており、それらはケラタと呼ばれる二つの山である。
§9.1.12εἶτʼ Ἐλευσὶς πόλις, ἐν ᾗ τὸ τῆς Δήμητρος ἱερὸν τῆς Ἐλευσινίας καὶ ὁ μυστικὸς σηκός, ὃν κατεσκεύασεν Ἰκτῖνος ὄχλον θεάτρου δέξασθαι δυνάμενον, ὃς καὶ τὸν παρθενῶνα ἐποίησε τὸν ἐν ἀκροπόλει τῇ Ἀθηνᾷ, Περικλέους ἐπιστατοῦντος τῶν ἔργων·
それからエレウシスの市があり、そこにはエレウシスのデメテルの神殿と、劇場の群衆を収容できる神秘の会堂がある。 これを建設したのはイクティノスであり、彼はペリクレスが工事を監督していたときに、アクロポリスのアテナのパルテノンをも製作した。
ἐν δὲ τοῖς δήμοις καταριθμεῖται ἡ πόλις.
この市は区(デーモス)の一つに数えられている。
§9.1.13εἶτα τὸ Θριάσιον πεδίον καὶ ὁμώνυμος αἰγιαλὸς καὶ δῆμος·
それからトリア平面と同名の海岸および区がある。
εἶθʼ ἡ ἄκρα ἡ Ἀμφιάλη καὶ τὸ ὑπερκείμενον λατόμιον καὶ ὁ εἰς Σαλαμῖνα πορθμὸς ὅσον διστάδιος, ὃν διαχοῦν ἐπειρᾶτο Ξέρξης, ἔφθη δὲ ἡ ναυμαχία γενομένη καὶ φυγὴ τῶν Περσῶν.
それからアムピアレの岬と、その上にある石切場、そしてサラミスへの海峡があり、その幅は約二スタディオンである。 クセルクセスはこの海峡を土砂で埋め立てようとしたが、その前に海戦が起こり、ペルシア人たちの逃亡が始まった。
ἐνταῦθα δὲ καὶ αἱ Φαρμακοῦσσαι, δύο νησία ὧν ἐν τῷ μείζονι Κίρκης τάφος δείκνυται.
ここにはまたパルマクッサイという二つの小島があり、そのうちの大きい方にはキルケの墓が示されている。
§9.1.14ὑπὲρ δὲ τῆς ἀκτῆς ταύτης ὄρος ἐστὶν ὃ καλεῖται Κορυδαλλός, καὶ ὁ δῆμος οἱ Κορυδαλλεῖς·
この海岸の上にはコリュダロスと呼ばれる山があり、区としてはコリュダレウス区がある。
εἶθʼ ὁ Φώρων λιμὴν καὶ ἡ Ψυττάλεια, νησίον ἔρημον πετρῶδες ὅ τινες εἶπον λήμην τοῦ Πειραιῶς·
それからポロン港と、プシュッタレイアがある。 プシュッタレイアは不毛な岩だらけの小島で、ある人々はこれをピレウスの「目やに」と呼んだ。
πλησίον δὲ καὶ ἡ Ἀταλάντη ὁμώνυμος τῇ περὶ Εὔβοιαν καὶ Λοκρούς, καὶ ἄλλο νησίον ὅμοιον τῇ Ψυτταλείᾳ καὶ τοῦτο·
その近くには、エウボイアやロクリスの近海にあるものと同名の、アタランテ島があり、これもプシュッタレイアに似たもう一つの小島である。
εἶθʼ ὁ Πειραιεὺς καὶ αὐτὸς ἐν τοῖς δήμοις ταττόμενος καὶ ἡ Μουνυχία.
それからピレウスがあり、これもまた区の一つに位置づけられており、そしてムニキアがある。
§9.1.15λόφος δʼ ἐστὶν ἡ Μουνυχία χερρονησιάζων καὶ κοῖλος καὶ ὑπόνομος πολὺ μέρος φύσει τε καὶ ἐπίτηδες ὥστʼ οἰκήσεις δέχεσθαι, στομίῳ δὲ μικρῷ τὴν εἴσοδον ἔχων.
ムニキアは半島を形成している丘であり、内部は空洞で、自然にあるいは意図的に、多くの部分に地下道が作られており、住居を収容できるようになっていて、小さな開口部に入口を持っている。
ὑποπίπτουσι δʼ αὐτῷ λιμένες τρεῖς.
そのふもとには三つの港が広がっている。
τὸ μὲν οὖν παλαιὸν ἐτετείχιστο καὶ συνῴκιστο ἡ Μουνυχία παραπλησίως ὥσπερ ἡ τῶν Ῥοδίων πόλις, προσειληφυῖα τῷ περιβόλῳ τόν τε Πειραιᾶ καὶ τοὺς λιμένας πλήρεις νεωρίων, ἐν οἷς καὶ ἡ ὁπλοθήκη Φίλωνος ἔργον·
それゆえ、古くはムニキアはロドス人の市とほぼ同様に城壁で囲まれ、共同で居住されており、その城壁の囲いにはピレウスと、船船置場でいっぱいの港が含まれていた。 その船船置場の中には、ピロンの作品である兵器庫もあった。
ἄξιόν τε ἦν ναύσταθμον ταῖς τετρακοσίαις ναυσίν, ὧν οὐκ ἐλάττους ἔστελλον Ἀθηναῖοι.
それは400隻の船のための立派な海軍基地であり、アテナイ人はそれより少なくない数を派遣していた。
τῷ δὲ τείχει τούτῳ συνῆπτε τὰ καθειλκυσμένα ἐκ τοῦ ἄστεος σκέλη·
そして、この城壁には、都から引き下ろされた「脚」が結合していた。
ταῦτα δʼ ἦν μακρὰ τείχη τετταράκοντα σταδίων τὸ μῆκος, συνάπτοντα τὸ ἄστυ τῷ Πειραιεῖ.
これらは長さ四十スタディオンの長城であり、都をピレウスに結びつけていた。
οἱ δὲ πολλοὶ πόλεμοι τὸ τεῖχος κατήρειψαν καὶ τὸ τῆς Μουνυχίας ἔρυμα, τόν τε Πειραιᾶ συνέστειλαν εἰς ὀλίγην κατοικίαν τὴν περὶ τοὺς λιμένας καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ σωτῆρος·
しかし、多くの戦争がこの城壁とムニキアの砦を打ち壊し、ピレウスを、港の周りと救い主ゼウスの神殿の周りのわずかな居住地へと縮小させてしまった。
τοῦ δὲ ἱεροῦ τὰ μὲν στοΐδια ἔχει πίνακας θαυμαστούς, ἔργα τῶν ἐπιφανῶν τεχνιτῶν, τὸ δʼ ὕπαιθρον ἀνδριάντας.
神殿の小回廊には、高名な芸術家たちの作品である見事な絵画があり、野外には彫像がある。
κατέσπασται δὲ καὶ τὰ μακρὰ τείχη, Λακεδαιμονίων μὲν καθελόντων πρότερον Ῥωμαίων δʼ ὕστερον, ἡνίκα Σύλλας ἐκ πολιορκίας εἷλε καὶ τὸν Πειραιᾶ καὶ τὸ ἄστυ.
長城もまた取り壊されたが、最初はラケダイモン人によって、後にはローマ人によって取り壊された。 それは、スッラが包囲戦によってピレウスと都の両方を占領したときのことである。