§9.1.16τὸ δʼ ἄστυ αὐτὸ πέτρα ἐστὶν ἐν πεδίῳ περιοικουμένη κύκλῳ·
都そのものは平野の中にある岩であり、周囲を人が住む地で取り囲まれている。
ἐπὶ δὲ τῇ πέτρᾳ τὸ τῆς Ἀθηνᾶς ἱερὸν ὅ τε ἀρχαῖος νεὼς ὁ τῆς Πολιάδος ἐν ᾧ ὁ ἄσβεστος λύχνος, καὶ ὁ παρθενὼν ὃν ἐποίησεν Ἰκτῖνος, ἐν ᾧ τὸ τοῦ Φειδίου ἔργον ἐλεφάντινον ἡ Ἀθηνᾶ.
そしてその岩の上にはアテナの聖域があり、絶えることのない灯火があるポリアスの古代の神殿と、イクティノスが製作したパルテノンがあり、その中にはペイディアスの作である象牙のアテナ像がある。
ἀλλὰ γὰρ εἰς πλῆθος ἐμπίπτων τῶν περὶ τῆς πόλεως ταύτης ὑμνουμένων τε καὶ διαβοωμένων ὀκνῶ πλεονάζειν, μὴ συμβῇ τῆς προθέσεως ἐκπεσεῖν τὴν γραφήν.
しかしながら、この都市について称えられ広く知れ渡っている事柄の多さに直面して、私は記述が長くなりすぎるのをためらっている。 この著作が本来の意図から外れてしまうのを恐れるからである。
ἔπεισι γὰρ ὅ φησιν Ἡγησίας
ὁρῶ τὴν ἀκρόπολιν καὶ τὸ περιττῆς τριαίνης ἐκεῖθι σημεῖον, ὁρῶ τὴν Ἐλευσῖνα, καὶ τῶν ἱερῶν γέγονα μύστης·
なぜなら、ヘゲシアスが言っていることが思い出されるからである。 「私はアクロポリスと、そこにある並外れた三叉の矛の跡を見る。 私はエレウシスを見て、その秘儀の参入者となった。
ἐκεῖνο Λεωκόριον, τοῦτο Θησεῖον·
あれはレオコリオンであり、これはテセイオンである。
οὐ δύναμαι δηλῶσαι καθʼ ἓν ἕκαστον·
私はそれら一つひとつを詳細に示すことができない。
ἡ γὰρ Ἀττικὴ θεῶν αὐτοῖς καταλαβόντων καὶ τῶν προγόνων ἡρώων
οὗτος μὲν οὖν ἑνὸς ἐμνήσθη τῶν ἐν ἀκροπόλει σημείων, Πολέμων δʼ ὁ περιηγητὴς τέτταρα βιβλία συνέγραψε περὶ τῶν ἀναθημάτων τῶν ἐν ἀκροπόλει·
なぜなら、アッティカは神々自身と先祖である英雄たちによって占有された(土地だからである…)」さて、この者はアクロポリスにある記念碑の一つに言及したにすぎないが、案内者ポレモンはアクロポリスの奉納物について四巻の書物を著した。
τὸ δʼ ἀνάλογον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῆς πόλεως μερῶν καὶ τῆς χώρας·
そして同様のことが、都市の他の部分や地方についても言える。
Ἐλευσῖνά τε εἰπὼν ἕνα τῶν ἑκατὸν ἑβδομήκοντα δήμων πρὸς δὲ καὶ τεττάρων, ὥς φασιν, οὐδένα τῶν ἄλλων ὠνόμακεν.
また、彼は174あると言われる区の一つであるエレウシスを挙げたものの、他の区については一つも名を挙げていない。
§9.1.17ἔχουσι δὲ κἂν εἰ μὴ πάντες οἵ γε πολλοὶ μυθοποιίας συχνὰς καὶ ἱστορίας·
すべてではないにしても、それらの多くの区は、数多くの神話や歴史を持っている。
καθάπερ Ἄφιδνα μὲν τὴν τῆς Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ τὴν ὑπὸ τῶν Διοσκούρων ἐκπόρθησιν αὐτῆς καὶ ἀνακομιδὴν τῆς ἀδελφῆς, Μαραθὼν δὲ τὸν Περσικὸν ἀγῶνα, Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον, ὅ τινες μὲν Διοδότου φασὶν ἔργον τινὲς δὲ Ἀγορακρίτου τοῦ Παρίου, καὶ μεγέθει καὶ κάλλει σφόδρα κατωρθωμένον καὶ ἐνάμιλλον τοῖς Φειδίου ἔργοις.
例えば、アピドナはテセウスによるヘレネの略奪と、ディオスクロイによるアピドナの攻略および姉妹の連れ戻しを、マラトンはペルシアとの戦いを、ラムヌスはネメシスの木像を持っており、それはある人々はディオドトスの作であると言い、別の人々はパロスのアゴラクリトスの作であると言い、大きさと美しさにおいて大いに成功しており、ペイディアスの作品にも匹敵するものである。
οὕτω δὲ καὶ Δεκέλεια μὲν τὸ ὁρμητήριον τῶν Πελοποννησίων κατὰ τὸν Δεκελεικὸν πόλεμον, Φυλὴ δὲ ὅθεν ἐπήγαγε τὸν δῆμον Θρασύβουλος εἰς Πειραιᾶ κἀκεῖθεν εἰς ἄστυ.
同様に、デケレイアはデケレイア戦争におけるペロポネソス人たちの出撃拠点であり、ピュレは、トラシュブロスが民衆を率いてピレウスへ、そしてそこから都へと導いた場所である。
οὕτω δὲ καὶ ἐπʼ ἄλλων πλειόνων ἔστιν ἱστορεῖν πολλά·
このように、他の多くの場所についても多くのことを語ることができる。
καὶ ἔτι τὸ Λεωκόριον καὶ τὸ Θηυς ἔχει, καὶ τὸ Λύκειον καὶ τὸ Ὀλυμπικὸν ὸ τὸ Ὀλύμπιον, ὅπερ ἡμιτελὲς κατέλιπε τελευτῶν ὁ ἀναθεὶς βασιλεύς·
またさらに、レオコリオンやテセイオン、リケイオン、およびそれを奉納した王が死去したため未完成のまま残されたオリンピオンも歴史を持っている。
ὁμοίως δὲ καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ τὸ Ὠιδεῖον καὶ ἡ ποικίλη στοὰ καὶ τὰ ἱερὰ τὰ ἐν τῇ πό ἔχοντα τεχνιτῶν ἔργα.
同様に、アカデメイア、哲学者たちの庭園、オデイオン、彩色回廊、そして名工たちの作品をすべて備えた市内の神殿たちも同様である。
§9.1.18πολὺ δʼ ἂν πλείων εἴη λόγος, εἰ τοὺς ἀρχηγέτας τοῦ κτίσματος ἐξετάζοι τις ἀρξάμενος ἀπὸ Κέκροπος·
もし人がケクロプスから始めて、この建国の始祖たちについて調べるならば、議論ははるかに長くなるだろう。
οὐδὲ γὰρ ὁμοίως λέγουσιν ἅπαντες.
なぜなら、誰もが同じように語っているわけではないからである。
τοῦτο δὲ καὶ ἀπὸ τῶν ὀνομάτων δῆλον·
このことは名前からも明らかである。
ἀκτὴν μὲν γὰρ ἀπὸ Ἀκταίωνος φασίν, Ἀτθίδα δὲ καὶ Ἀττικὴν ἀπὸ Ἀτθίδος τῆς Κραναοῦ, ἀφʼ οὗ καὶ Κραναοὶ οἱ ἔνοικοι, Μοψοπίαν δὲ ἀπὸ Μοψόπου, Ἰωνίαν δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, Ποσειδωνίαν δὲ καὶ Ἀθήνας ἀπὸ τῶν ἐπωνύμων θεῶν.
すなわち、アクテはアクタイオンに由来し、アッティスおよびアッティカはクラナオスの娘アッティスに由来し、そのクラナオスにちなんで住民もクラナオイと呼ばれたと言い、モプソピアはモプソポスに、イオニアはクスートスの子イオンに、ポセイドニアとアテナイはそれぞれの名を冠した神々に由来すると言われているからである。
εἴρηται δʼ ὅτι κἀνταῦθα φαίνεται τὸ τῶν Πελασγῶν ἔθνος ἐπιδημῆσαν, καὶ διότι ὑπὸ τῶν Ἀττικῶν Πελαργοὶ προσηγορεύθησαν διὰ τὴν πλάνην.
また、ペラスゴイ人がここにも渡来したこと、そして彼らの放浪のためにアッティカの人々からペラルゴイと呼ばれたことについてはすでに述べた。
§9.1.19ὅσῳ δὲ πλέον ἐστὶ τὸ φιλότιμον περὶ τὰ ἔνδοξα καὶ πλείους οἱ λαλήσαντές τι περὶ αὐτῶν, τοσῷδε μείζων ὁ ἔλεγχος, ἐὰν μὴ κρατῇ τις τῆς ἱστορίας·
名声ある事柄について張り合う気持ちが強ければ強いほど、またそれらについて語る人々が多ければ多いほど、歴史を正しく把握していない場合の論駁はそれだけ大きくなる。
οἷον ἐν τῇ συναγωγῇ τῶν ποταμῶν ὁ Καλλίμαχος γελᾶν φησιν, εἴ τις θαρρεῖ γράφειν τὰς τῶν Ἀθηναίων παρθένους
ἀφύσσεσθαι καθαρὸν γάνος Ἠριδανοῖο,
οὗ καὶ τὰ βοσκήματα ἀπόσχοιτʼ ἄν.
例えば、カリマコスは『河川の集成』の中で、アテナイの処女たちが「エリダノスの清らかな輝きを汲み取る」と書く勇気を持つのを笑っている、と言っている。 そこからは家畜さえも飲むのを避けるであろうに。
εἰσὶ μὲν νῦν αἱ πηγαὶ καθαροῦ καὶ ποτίμου ὕδατος, ὥς φασιν, ἐκτὸς τῶν Διοχάρους καλουμένων πυλῶν πλησίον τοῦ Λυκείου·
現在は、人々が言うには、ディオカレスの門と呼ばれる門の外、リケイオンの近くに、清らかで飲用に適した水の水源がある。
πρότερον δὲ καὶ κρήνη κατεσκεύαστό τις πλησίον πολλοῦ καὶ καλοῦ ὕδατος·
かつては、豊富で良質な水の近くに泉も作られていた。
εἰ δὲ μὴ νῦν, τί ἂν εἴη θαυμαστόν, εἰ πάλαι πολὺ καὶ καθαρὸν ἦν ὥστε καὶ πότιμον εἶναι, μετέβαλε δὲ ὕστερον;
仮に現在はそうでないとしても、昔は水量が多く清らかで飲用できたが、後に変化したのだとしても、何の不思議があろうか。
ἐν μὲν οὖν τοῖς καθʼ ἕκαστα τοσούτοις οὖσιν οὐκ ἐνδέχεται διατρίβειν, οὐ μὴν οὐδὲ σιγῇ παρελθεῖν ὥστε μηδʼ ἐν κεφαλαίῳ μνησθῆναί τινων.
したがって、このように数多くある個々の事柄に時間を費やすことはできないが、要点だけでもいくつかのことに言及することなしに黙って通り過ぎることもやはりできない。