§9.1.11τινὲς δʼ ἀπὸ τοῦ τὴν ἱέρειαν τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι, ξενικὸν δὲ μόνον προσφέρεσθαι, χρῆσθαι δὲ καὶ τῷ Σαλαμινίῳ, ξένην φασὶ τῆς Ἀττικῆς τὴν Σαλαμῖνα οὐκ εὖ·
Some say that Salamis is foreign to Attica, because the priestess of Athena Polias does not touch the local fresh cheese, but eats only foreign cheese, and also makes use of the Salaminian cheese; but they are wrong.
καὶ γὰρ τὸν ἀπὸ τῶν ἄλλων νήσων τῶν ὁμολογουμένως τῇ Ἀττικῇ προσχώρων προσφέρεται, ξενικὸν πάντα τὸν διαπόντιον νοησάντων τῶν ἀρξάντων τοῦ ἔθους τούτου.
For she also eats cheese from the other islands which admittedly belong to Attica, since those who initiated this custom regarded everything that came across the sea as foreign.
ἔοικε δὴ τὸ παλαιὸν ἡ νῦν Σαλαμὶς καθʼ αὑτὴν τάττεσθαι, τὰ δὲ Μέγαρα τῆς Ἀττικῆς ὑπάρξαι μέρος.
It seems, therefore, that in ancient times the present Salamis was classed by itself, while Megara was a part of Attica.
ἐν δὲ τῇ παραλίᾳ τῇ κατὰ Σαλαμῖνα κεῖσθαι συμβαίνει τὰ ὅρια τῆς τε Μεγαρικῆς καὶ τῆς Ἀτθίδος, ὄρη δύο ἃ καλοῦσι Κέρατα.
On the coast opposite Salamis lie the boundaries between Megaris and Attica, namely two mountains which they call Kerata.
§9.1.12εἶτʼ Ἐλευσὶς πόλις, ἐν ᾗ τὸ τῆς Δήμητρος ἱερὸν τῆς Ἐλευσινίας καὶ ὁ μυστικὸς σηκός, ὃν κατεσκεύασεν Ἰκτῖνος ὄχλον θεάτρου δέξασθαι δυνάμενον, ὃς καὶ τὸν παρθενῶνα ἐποίησε τὸν ἐν ἀκροπόλει τῇ Ἀθηνᾷ, Περικλέους ἐπιστατοῦντος τῶν ἔργων·
Then comes the city of Eleusis, in which is the temple of Eleusinian Demeter and the mystic initiatory hall, which was built by Ictinus, capable of containing a crowd like a theater—the same man who also made the Parthenon on the Acropolis for Athena, while Pericles was superintendent of the works.
ἐν δὲ τοῖς δήμοις καταριθμεῖται ἡ πόλις.
The city is numbered among the demes.
§9.1.13εἶτα τὸ Θριάσιον πεδίον καὶ ὁμώνυμος αἰγιαλὸς καὶ δῆμος· εἶθʼ ἡ ἄκρα ἡ Ἀμφιάλη καὶ τὸ ὑπερκείμενον λατόμιον καὶ ὁ εἰς Σαλαμῖνα πορθμὸς ὅσον διστάδιος, ὃν διαχοῦν ἐπειρᾶτο Ξέρξης, ἔφθη δὲ ἡ ναυμαχία γενομένη καὶ φυγὴ τῶν Περσῶν.
Then comes the Thriasian plain and the coast and deme of the same name; then the promontory of Amphiale and the quarry situated above it, and the strait to Salamis, about two stadia wide, which Xerxes attempted to dam up, but the naval battle took place first, followed by the flight of the Persians.
ἐνταῦθα δὲ καὶ αἱ Φαρμακοῦσσαι, δύο νησία ὧν ἐν τῷ μείζονι Κίρκης τάφος δείκνυται.
Here also are the Pharmacussae, two small islands, in the larger of which the tomb of Circe is shown.
§9.1.14ὑπὲρ δὲ τῆς ἀκτῆς ταύτης ὄρος ἐστὶν ὃ καλεῖται Κορυδαλλός, καὶ ὁ δῆμος οἱ Κορυδαλλεῖς· εἶθʼ ὁ Φώρων λιμὴν καὶ ἡ Ψυττάλεια, νησίον ἔρημον πετρῶδες ὅ τινες εἶπον λήμην τοῦ Πειραιῶς· πλησίον δὲ καὶ ἡ Ἀταλάντη ὁμώνυμος τῇ περὶ Εὔβοιαν καὶ Λοκρούς, καὶ ἄλλο νησίον ὅμοιον τῇ Ψυτταλείᾳ καὶ τοῦτο· εἶθʼ ὁ Πειραιεὺς καὶ αὐτὸς ἐν τοῖς δήμοις ταττόμενος καὶ ἡ Μουνυχία.
Above this coast is a mountain called Corydallus, and the deme of the Corydalleis; then the Phoron harbor and Psyttalea, a deserted rocky islet which some have called the eyesore of Peiraeus; and near it is Atalante, of the same name as the island near Euboea and Locris, and this also is another island similar to Psyttalea; then comes Peiraeus, which is itself classed among the demes, and Munychia.
§9.1.15λόφος δʼ ἐστὶν ἡ Μουνυχία χερρονησιάζων καὶ κοῖλος καὶ ὑπόνομος πολὺ μέρος φύσει τε καὶ ἐπίτηδες ὥστʼ οἰκήσεις δέχεσθαι, στομίῳ δὲ μικρῷ τὴν εἴσοδον ἔχων.
Munychia is a peninsula-like hill, hollow and undermined in many parts both by nature and by design so as to admit of dwellings, having its entrance through a small opening.
ὑποπίπτουσι δʼ αὐτῷ λιμένες τρεῖς.
Beneath it lie three harbors.
τὸ μὲν οὖν παλαιὸν ἐτετείχιστο καὶ συνῴκιστο ἡ Μουνυχία παραπλησίως ὥσπερ ἡ τῶν Ῥοδίων πόλις, προσειληφυῖα τῷ περιβόλῳ τόν τε Πειραιᾶ καὶ τοὺς λιμένας πλήρεις νεωρίων, ἐν οἷς καὶ ἡ ὁπλοθήκη Φίλωνος ἔργον· ἄξιόν τε ἦν ναύσταθμον ταῖς τετρακοσίαις ναυσίν, ὧν οὐκ ἐλάττους ἔστελλον Ἀθηναῖοι.
In ancient times, therefore, Munychia was fortified and inhabited in much the same way as the city of the Rhodians, having enclosed within its circuit both Peiraeus and the harbors full of ship-sheds, among which was also the arsenal, the work of Philon; and it was a naval station worthy of the four hundred ships, no fewer than which the Athenians used to send out.
τῷ δὲ τείχει τούτῳ συνῆπτε τὰ καθειλκυσμένα ἐκ τοῦ ἄστεος σκέλη· ταῦτα δʼ ἦν μακρὰ τείχη τετταράκοντα σταδίων τὸ μῆκος, συνάπτοντα τὸ ἄστυ τῷ Πειραιεῖ.
With this wall were connected the "legs" let down from the city; these were the Long Walls, forty stadia in length, joining the city to Peiraeus.
οἱ δὲ πολλοὶ πόλεμοι τὸ τεῖχος κατήρειψαν καὶ τὸ τῆς Μουνυχίας ἔρυμα, τόν τε Πειραιᾶ συνέστειλαν εἰς ὀλίγην κατοικίαν τὴν περὶ τοὺς λιμένας καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ σωτῆρος· τοῦ δὲ ἱεροῦ τὰ μὲν στοΐδια ἔχει πίνακας θαυμαστούς, ἔργα τῶν ἐπιφανῶν τεχνιτῶν, τὸ δʼ ὕπαιθρον ἀνδριάντας.
But the many wars demolished the wall and the fortress of Munychia, and reduced Peiraeus to a small settlement around the harbors and the temple of Zeus the Savior; of this temple, the small porticoes contain wonderful paintings, the works of famous artists, and the open court contains statues.
κατέσπασται δὲ καὶ τὰ μακρὰ τείχη, Λακεδαιμονίων μὲν καθελόντων πρότερον Ῥωμαίων δʼ ὕστερον, ἡνίκα Σύλλας ἐκ πολιορκίας εἷλε καὶ τὸν Πειραιᾶ καὶ τὸ ἄστυ.
The Long Walls also have been torn down, having been demolished first by the Lacedaemonians, and later by the Romans, when Sulla took both Peiraeus and the city after a siege.