Humanitext Reader

ストラボン · 地理誌 §9.1.8-9.1.10

メガラ学派とサラミス島をめぐる領有権争い

278 / 577 箇所 · ギリシア語

要旨

メガラの歴史と地理的特徴、その地を拠点とした哲学学派が紹介され、続いてサラミス島の地名の由来、歴史的重要性、およびホメロスの記述をめぐるアテナイとメガラの領有権争いが説明される。

§9.1.8πολλαῖς δὲ κέχρηται μεταβολαῖς ἡ τῶν Μεγαρέων πόλις, συμμένει δʼ ὅμως μέχρι νῦν.
メガラの市は多くの変遷を経験してきたが、それにもかかわらず現在まで存続している。
ἔσχε δέ ποτε καὶ φιλοσόφων διατριβὰς τῶν προσαγορευθέντων Μεγαρικῶν, Εὐκλείδην διαδεξαμένων ἄνδρα Σωκρατικόν, Μεγαρέα τὸ γένος·
かつて、ソクラテスの弟子でメガラ生まれのエウクレイデスを継承した、いわゆるメガラ派と呼ばれた哲学者たちの学術的対話の場をも擁していた。
καθάπερ καὶ Φαίδωνα μὲν τὸν Ἠλεῖον οἱ Ἠλειακοὶ διεδέξαντο, καὶ τοῦτον Σωκρατικόν, ὧν ἦν καὶ Πύρρων, Μενέδημον δὲ τὸν Ἐρετριέα οἱ Ἐρετρικοί.
それは、エリス派が同じくソクラテスの弟子であるエリスのパイドンを継承し(この学派にはピュロンもいた)、エレトリア派がエレトリアのメネデモスを継承したのと同様である。
ἔστι δʼ ἡ χώρα τῶν Μεγαρέων παράλυπρος καθάπερ καὶ ἡ Ἀττική, καὶ τὸ πλέον αὐτῆς ἐπέχει τὰ καλούμενα Ὄνεια ὄρη, ῥάχις τις μηκυνομένη μὲν ἀπὸ τῶν Σκιρωνίδων πετρῶν ἐπὶ τὴν Βοιωτίαν καὶ τὸν Κιθαιρῶνα, διείργουσα δὲ τὴν κατὰ Νίσαιαν θάλατταν ἀπὸ τῆς κατ Ἀλκυονίδος προσαγορευομένης.
メガラの土地はアッティカと同様に痩せており、その大部分を、いわゆるオネイア山脈が占めている。 これはスキロニデス岩からボイオティアおよびキタイロン山へと延びる一種の尾根であり、ニサイア側の海と、アルキュオニスと呼ばれる側の海とを隔てている。
§9.1.9πρόκειται δʼ ἀπὸ Νισαίας πλέοντι εἰς τὴν Ἀττικὴν πέντε νησία.
ニサイアからアッティカへと航海する者にとって、前方に五つの小島が横たわっている。
εἶτα Σαλαμὶς ἑβδομήκοντά που σταδίων οὖσα τὸ μῆκος, οἱ δʼ ὀγδοήκοντά φασιν·
それからサラミスがあり、その長さは約七十スタディオン、あるいはある人々は八十スタディオンと言う。
ἔχει δʼ ὁμώνυμον πόλιν τὴν μὲν ἀρχαίαν ἔρημον πρὸς Αἴγιναν τετραμμένην καὶ πρὸς νότον (καθάπερ καὶ Αἰσχύλος εἴρηκεν " Αἴγινα δʼ αὕτη πρὸς νότου κεῖται πνοάς " ), τὴν δὲ νῦν ἐν κόλπῳ κειμένην ἐπὶ χερρονησοειδοῦς τόπου συνάπτοντος πρὸς τὴν Ἀττικήν.
島には同名の都市があり、古い方は廃墟となってアイギナおよび南を向いている(アイスキュロスが「このアイギナは南の風に向かって横たわっている」と言ったように)。 しかし現在の都市は、アッティカと結びつく半島状の場所の、湾内に位置している。
ἐκαλεῖτο δʼ ἑτέροις ὀνόμασι τὸ παλαιόν·
古くは他の名前でも呼ばれていた。
καὶ γὰρ Σκιρὰς καὶ Κύχρεια ἀπό τινων ἡρώων, ἀφʼ οὗ μὲν Ἀθηνᾶ τε λέγεται Σκιρὰς καὶ τόπος Σκίρα ἐν τῇ Ἀττικῇ καὶ ἐπὶ Σκίρῳ ἱεροποιία τις καὶ ὁ μὴν ὁ Σκιροφοριών, ἀφʼ οὗ δὲ καὶ Κυχρείδης ὄφις, ὅν φησιν Ἡσίοδος τραφέντα ὑπὸ Κυχρέως ἐξελαθῆναι ὑπὸ Εὐρυλόχου λυμαινόμενον τὴν νῆσον, ὑποδέξασθαι δὲ αὐτὸν τὴν Δήμητρα εἰς Ἐλευσῖνα καὶ γενέσθαι ταύτης ἀμφίπολον.
すなわち、何人かの英雄にちなんで「スキラス」や「キュクレイア」とも呼ばれた。 前者(英雄)にちなんでアテナ・スキラスや、アッティカのスキラという場所、スキロンでのある種の祭儀、スキロポリオーン月が名付けられた。 他方(キュクレウス)にちなんでキュクレイデスの蛇も名付けられた。 ヘシオドスによれば、この蛇はキュクレウスによって育てられ、島を荒らしていたところをエウリュロコスによって追い払われたが、デメテルがエレウシスにこれを受け入れ、彼女の従者となったという。
ὠνομάσθη δὲ καὶ Πιτυοῦσσα ἀπὸ τοῦ φυτοῦ·
また、その植物にちなんで「ピテュウッサ」とも呼ばれた。
ἐπιφανὴς δὲ ἡ νῆσος ὑπῆρξε διά τε τοὺς Αἰακίδας ἐπάρξαντας αὐτῆς, καὶ μάλιστα διʼ Αἴαντα τὸν Τελαμώνιον, καὶ διὰ τὸ περὶ τὴν νῆσον ταύτην καταναυμαχηθῆναι Ξέρξην ὑπὸ τῶν Ἑλλήνων καὶ φυγεῖν εἰς τὴν οἰκείαν.
この島は、そこを支配したアイアコスの一族、特にテラモンの子アイアスによって有名であり、また何よりも、この島の近海でクセルクセスがギリシア人によって海戦で打ち破られ、本国へと逃亡したことによって有名になった。
συναπέλαυσαν δὲ καὶ Αἰγινῆται τῆς περὶ τὸν ἀγῶνα τοῦτον δόξης, γείτονές τε ὄντες καὶ ναυτικὸν ἀξιόλογον παρασχόμενοι.
アイギナ人もまた、近隣であり、かつ注目すべき海軍を提供したことによって、この戦いに関する名声を共に享受した。
Βώκαρος δʼ ἐστὶν ἐν Σαλαμῖνι ποταμός, ὁ νῦν Βωκαλία καλούμενος.
サラミスにはボカロスという川があり、現在はボカリアと呼ばれている。
§9.1.10καὶ νῦν μὲν ἔχουσιν Ἀθηναῖοι τὴν νῆσον, τὸ δὲ παλαιὸν πρὸς Μεγαρέας ὑπῆρξεν αὐτοῖς ἔρις περὶ αὐτῆς·
そして現在はアテナイ人がこの島を領有しているが、古くは彼らとメガラ人の間でこの島をめぐる争いがあった。
καί φασιν οἱ μὲν Πεισίστρατον οἱ δὲ Σόλωνα παρεγγράψαντα ἐν τῷ νεῶν καταλόγῳ μετὰ τὸ ἔπος τοῦτο " Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας " ἑξῆς τοῦτο " στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες, " μάρτυρι χρήσασθαι τῷ ποιητῇ τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίων ὑπάρξαι.
そして、ある人々はペイシストラトスが、またある人々はソロンが、艦船のカタログにおいて、次の詩行:「アイアスはサラミスから十二隻の船を率い」の直後に、次の詩行:「彼らを率いてきて、アテナイ人の陣形が並ぶ場所に据えた」を挿入し、この島が最初からアテナイ人のものであったことの証人として詩人を利用したと言っている。
οὐ παραδέχονται δὲ τοῦθʼ οἱ κριτικοὶ διὰ τὸ πολλὰ τῶν ἐπῶν ἀντιμαρτυρεῖν αὐτοῖς.
しかし、批評家たちはこれを受け入れていない。 多くの詩行が彼らに反証しているからである。
διὰ τί γὰρ ναυλοχῶν ἔσχατος φαίνεται ὁ Αἴας, οὐ μετʼ Ἀθηναίων ἀλλὰ μετὰ τῶν ὑπὸ Πρωτεσιλάῳ Θετταλῶν;
なぜなら、アイアスはアテナイ人と共にではなく、プロテシラオスに率いられたテッサリア人たちと共に、端に船を停泊させているように見えるからである。
" ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου " καὶ ἐν τῇ ἐπιπωλήσει ὁ Ἀγαμέμνων " εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον ἑσταότʼ, ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀυτῆς.
「そこにアイアスの船とプロテシラオスの船があった」また巡視においてアガメムノンは:「ペテオスの子、馬を駆るメネステウスが立っているのを見出した。 周囲には戦の叫びを知るアテナイ人がいた。
αὐτὰρ ὁ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες.
しかしその近くには、智謀に長けたオデュッセウスが立っており、傍らにはケファレニア人の列が囲んでいた。
" ἐπὶ δὲ τὸν Αἴαντα καὶ τοὺς Σαλαμινίους πάλιν " ἦλθε δʼ ἐπʼ Αἰάντεσσι, " καὶ παρʼ αὐτούς " Ἰδομενεὺς δʼ ἑτέρωθεν, " οὐ Μενεσθεύς.
」さらにアイアスとサラミス人のところへは再び:「彼は二人のアイアスたちのところへ来た」とあり、彼らの隣には:「他方からはイドメネウスが」とあって、メネステウスではない。
οἱ μὲν δὴ Ἀθηναῖοι τοιαύτην τινὰ σκήψασθαι μαρτυρίαν παρʼ Ὁμήρου δοκοῦσιν, οἱ δὲ Μεγαρεῖς ἀντιπαρῳδῆσαι οὕτως " Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν νέας, ἔκ τε Πολίχνης, ἔκ τʼ Αἰγειρούσσης Νισαίης τε Τριπόδων τε. " ἅ ἐστι χωρία Μεγαρικά, ὧν οἱ Τρίποδες Τριποδίσκιον λέγονται, καθʼ ὃ ἡ νῦν ἀγορὰ τῶν Μεγάρων κεῖται.
アテナイ人はホメロスからこのような証拠を捏造したと思われるが、メガラ人は次のように対抗してパロディを作った。 「アイアスはサラミスから、またポリクネから、アイゲイルッサから、ニサイアから、そしてトリポデスから船を率いた」これらはメガラの土地であり、そのうちトリポデスはトリポディスキオンと呼ばれ、そこに現在のメガラの市場が位置している。

語釈・文法注

  1. 9.1.8Εὐκλείδην διαδεξαμένων — διαδεξαμένων は属格・複数・男性・アオリスト分詞で、直前の τῶν προσαγορευθέντων Μεγαρικῶν を修飾する。対格の Εὐκλείδην はこの分詞の直接目的語であり、「エウクレイデスを継承した[メガラ派の哲学者たち]」の意となる。
  2. 9.1.8τῆς κατ Ἀλκυονίδος προσαγορευομένης — 前出の τὴν κατὰ Νίσαιαν θάλατταν と対比されており、θάλατταν(またはその属格 θαλάττης)が省略されている。「アルキュオニス(アルキュオンの海)と呼ばれる[海]」を指す。
  3. 9.1.9τὸ μῆκος — 観点の対格(限定の対格)であり、「長さに関して」という意味。数値を表す属格 ἑβδομήκοντά που σταδίων とともに用いられ、島の規模(長さ)を特定している。
  4. 9.1.10παρεγγράψαντα — 対格・単数のアオリスト分詞で、主節の動詞 φασιν の対格不定詞構文(分詞による補文)において、主語である Πεισίστρατον / Σόλωνα にかかり、さらに χρήσασθαι という不定詞を従える。「ペイシストラトスが(あるいはソロンが)〜を書き足して、詩人を利用した」という構造。

この箇所を引用する

ストラボン, 地理誌 §9.1.8-9.1.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.8-9.1.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。