Humanitext Reader

斯特拉波 · 地理学 §9.1.11-9.1.15

从埃勒夫西斯到培拉亚斯的阿提卡沿岸

第 279 段,共 577 段 · 希腊语

内容简介

本段通过女祭司的习俗探讨了萨拉米斯与阿提卡的关系,描述了包括埃勒夫西斯、特里亚、培拉亚斯和慕尼基亚在内的阿提卡沿海地势,并详细记述了曾被苏拉摧毁的防御设施的历史。

§9.1.11τινὲς δʼ ἀπὸ τοῦ τὴν ἱέρειαν τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι, ξενικὸν δὲ μόνον προσφέρεσθαι, χρῆσθαι δὲ καὶ τῷ Σαλαμινίῳ, ξένην φασὶ τῆς Ἀττικῆς τὴν Σαλαμῖνα οὐκ εὖ·
有人说萨拉米斯对阿提卡而言是外国,因为雅典娜·波利亚斯的女祭司不吃当地的新鲜干酪,而只吃外国干酪,并且也食用萨拉米斯的干酪;但他们错了。
καὶ γὰρ τὸν ἀπὸ τῶν ἄλλων νήσων τῶν ὁμολογουμένως τῇ Ἀττικῇ προσχώρων προσφέρεται, ξενικὸν πάντα τὸν διαπόντιον νοησάντων τῶν ἀρξάντων τοῦ ἔθους τούτου.
因为她也吃来自公认属于阿提卡的其他岛屿的干酪,因为那些开创这一习俗的人,将所有跨海而来的东西都视为“外国的”。
ἔοικε δὴ τὸ παλαιὸν ἡ νῦν Σαλαμὶς καθʼ αὑτὴν τάττεσθαι, τὰ δὲ Μέγαρα τῆς Ἀττικῆς ὑπάρξαι μέρος.
因此,古时现在的萨拉米斯似乎是独立划分的,而梅加拉曾是阿提卡的一部分。
ἐν δὲ τῇ παραλίᾳ τῇ κατὰ Σαλαμῖνα κεῖσθαι συμβαίνει τὰ ὅρια τῆς τε Μεγαρικῆς καὶ τῆς Ἀτθίδος, ὄρη δύο ἃ καλοῦσι Κέρατα.
在萨拉米斯对岸的沿海地区,坐落着梅加拉地区与阿提卡的边界,即两座被称为“凯拉塔”的山。
§9.1.12εἶτʼ Ἐλευσὶς πόλις, ἐν ᾗ τὸ τῆς Δήμητρος ἱερὸν τῆς Ἐλευσινίας καὶ ὁ μυστικὸς σηκός, ὃν κατεσκεύασεν Ἰκτῖνος ὄχλον θεάτρου δέξασθαι δυνάμενον, ὃς καὶ τὸν παρθενῶνα ἐποίησε τὸν ἐν ἀκροπόλει τῇ Ἀθηνᾷ, Περικλέους ἐπιστατοῦντος τῶν ἔργων·
然后是埃勒夫西斯城,城内有埃勒夫西斯的德墨忒尔神庙和神秘会堂,该会堂由伊克蒂诺斯建造,能够容纳剧场般的人群——他也就是在伯里克利监督工程期间,在卫城为雅典娜建造帕特农神庙的那个人。
ἐν δὲ τοῖς δήμοις καταριθμεῖται ἡ πόλις.
该城被列为各区(德谟)之一。
§9.1.13εἶτα τὸ Θριάσιον πεδίον καὶ ὁμώνυμος αἰγιαλὸς καὶ δῆμος· εἶθʼ ἡ ἄκρα ἡ Ἀμφιάλη καὶ τὸ ὑπερκείμενον λατόμιον καὶ ὁ εἰς Σαλαμῖνα πορθμὸς ὅσον διστάδιος, ὃν διαχοῦν ἐπειρᾶτο Ξέρξης, ἔφθη δὲ ἡ ναυμαχία γενομένη καὶ φυγὴ τῶν Περσῶν.
然后是特里亚平原以及同名的海岸和区;然后是阿姆菲阿勒岬角、其上的石矿场,以及通往萨拉米斯的海峡,宽约两斯塔迪翁,薛西斯曾企图将其填平筑堤,但在那之前海战已经发生,波斯人随即逃跑。
ἐνταῦθα δὲ καὶ αἱ Φαρμακοῦσσαι, δύο νησία ὧν ἐν τῷ μείζονι Κίρκης τάφος δείκνυται.
这里还有法尔马库萨伊,这是两个小岛,在较大的那座岛上有喀耳刻之墓。
§9.1.14ὑπὲρ δὲ τῆς ἀκτῆς ταύτης ὄρος ἐστὶν ὃ καλεῖται Κορυδαλλός, καὶ ὁ δῆμος οἱ Κορυδαλλεῖς· εἶθʼ ὁ Φώρων λιμὴν καὶ ἡ Ψυττάλεια, νησίον ἔρημον πετρῶδες ὅ τινες εἶπον λήμην τοῦ Πειραιῶς· πλησίον δὲ καὶ ἡ Ἀταλάντη ὁμώνυμος τῇ περὶ Εὔβοιαν καὶ Λοκρούς, καὶ ἄλλο νησίον ὅμοιον τῇ Ψυτταλείᾳ καὶ τοῦτο· εἶθʼ ὁ Πειραιεὺς καὶ αὐτὸς ἐν τοῖς δήμοις ταττόμενος καὶ ἡ Μουνυχία.
在这片海岸之上有一座山叫做科里达洛斯,以及科里达利斯区;然后是佛隆港(盗贼港)和普苏塔利亚,这是一个荒凉且多岩石的小岛,有人称其为培拉亚斯的“眼垢”;在其附近是阿塔兰特岛,与欧波亚和洛克里斯附近的那座岛同名,这也是另一个类似于普苏塔利亚的小岛;然后是培拉亚斯,它本身也被列为各区之一,以及慕尼基亚。
§9.1.15λόφος δʼ ἐστὶν ἡ Μουνυχία χερρονησιάζων καὶ κοῖλος καὶ ὑπόνομος πολὺ μέρος φύσει τε καὶ ἐπίτηδες ὥστʼ οἰκήσεις δέχεσθαι, στομίῳ δὲ μικρῷ τὴν εἴσοδον ἔχων.
慕尼基亚是一座半岛状的山丘,内部空洞,由于自然和人工的原因,其许多部分被开凿成地下通道以容纳住所,其入口是一个狭窄的通道。
ὑποπίπτουσι δʼ αὐτῷ λιμένες τρεῖς.
在其下方有三个港口。
τὸ μὲν οὖν παλαιὸν ἐτετείχιστο καὶ συνῴκιστο ἡ Μουνυχία παραπλησίως ὥσπερ ἡ τῶν Ῥοδίων πόλις, προσειληφυῖα τῷ περιβόλῳ τόν τε Πειραιᾶ καὶ τοὺς λιμένας πλήρεις νεωρίων, ἐν οἷς καὶ ἡ ὁπλοθήκη Φίλωνος ἔργον· ἄξιόν τε ἦν ναύσταθμον ταῖς τετρακοσίαις ναυσίν, ὧν οὐκ ἐλάττους ἔστελλον Ἀθηναῖοι.
因此,在古时候,慕尼基亚的筑城和共同居住情况与罗得斯人的城市非常相似,其城墙圈内包含了培拉亚斯和布满船坞的港口,在这些船坞中也有斐隆所建的兵器库;它是一个足以容纳四百艘船只的优良海军基地,雅典人派遣的船只曾不少于此数。
τῷ δὲ τείχει τούτῳ συνῆπτε τὰ καθειλκυσμένα ἐκ τοῦ ἄστεος σκέλη· ταῦτα δʼ ἦν μακρὰ τείχη τετταράκοντα σταδίων τὸ μῆκος, συνάπτοντα τὸ ἄστυ τῷ Πειραιεῖ.
连接这面城墙的是从城里延伸下来的“腿”;这些是长达四十斯塔迪翁的长城,将城市与培拉亚斯连接起来。
οἱ δὲ πολλοὶ πόλεμοι τὸ τεῖχος κατήρειψαν καὶ τὸ τῆς Μουνυχίας ἔρυμα, τόν τε Πειραιᾶ συνέστειλαν εἰς ὀλίγην κατοικίαν τὴν περὶ τοὺς λιμένας καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ σωτῆρος· τοῦ δὲ ἱεροῦ τὰ μὲν στοΐδια ἔχει πίνακας θαυμαστούς, ἔργα τῶν ἐπιφανῶν τεχνιτῶν, τὸ δʼ ὕπαιθρον ἀνδριάντας.
但多次战争摧毁了城墙和慕尼基亚的堡垒,并将培拉亚斯缩减为港口周围以及救主宙斯神庙周围的一小处居民点;在这座神庙中,小回廊里藏有著名艺术家的精美画作,而露天中庭则有雕像。
κατέσπασται δὲ καὶ τὰ μακρὰ τείχη, Λακεδαιμονίων μὲν καθελόντων πρότερον Ῥωμαίων δʼ ὕστερον, ἡνίκα Σύλλας ἐκ πολιορκίας εἷλε καὶ τὸν Πειραιᾶ καὶ τὸ ἄστυ.
长城也已被拆除,先是被拉刻代蒙人拆毁,后来又被罗马人拆毁,当时苏拉通过围攻夺取了培拉亚斯和城市。

词汇与语法注释

  1. 9.1.11ἀπὸ τοῦ τὴν ἱέρειαν τῆς Πολιάδος Ἀθηνᾶς χλωροῦ τυροῦ τοῦ μὲν ἐπιχωρίου μὴ ἅπτεσθαι — 由介词 ἀπὸ 和带冠词不定式 τοῦ ἅπτεσθαι 引导的原因短语。τὴν ἱέρειαν 是不定式的逻辑主语(宾格),而 χλωροῦ τυροῦ 是由 ἅπτεσθαι 支配的属格。
  2. 9.1.11τὸν ἀπὸ τῶν ἄλλων νήσων — 阳性单数宾格冠词 τὸν 后面省略了名词 τυρόν(干酪),需根据前文语境补全。
  3. 9.1.13ἔφθη δὲ ἡ ναυμαχία γενομένη καὶ φυγὴ τῶν Περσῶν — 动词 φθάνω 与主格分词 γενομένη 结合的惯用表达,意为“海战的发生和波斯人的逃跑抢先了一步(在薛西斯筑堤完成之前)”。名词 φυγὴ 作为主语也与动词 ἔφθη 并列相关。
  4. 9.1.15ὧν οὐκ ἐλάττους ἔστελλον Ἀθηναῖοι — 关系代词 ὧν 指代先行词 ταῖς τετρακοσίαις ναυσίν(四百艘船),并作为比较级 ἐλάττους(宾格复数,由 ἐλάττονας 缩约而来)的比较属格,意为“雅典人派遣的船只不少于此数”。

引用这一段

斯特拉波, 地理学 §9.1.11-9.1.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.11-9.1.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。