§8.7.3εἴκοσι μὲν δὴ ἔτη διετέλεσαν γραμματέα κοινὸν ἔχοντες καὶ στρατηγοὺς δύο κατʼ ἐνιαυτὸν οἱ Ἀχαιοί, καὶ κοινοβούλιον εἰς ἕνα τόπον συνήγετο αὐτοῖς (ἐκαλεῖτο δὲ Ἁμάριον) ἐν ᾧ τὰ κοινὰ ἐχρημάτιζον καὶ οὗτοι καὶ Ἴωνες πρότερον·
アカイア人は二十年の間、毎年、共同の書記官一名と二名の将軍を持ち続けた。 そして、彼らににとって共同の評議会が一つの場所に集められたが、それはハマリオンと呼ばれ、そこで彼ら自身も、またそれ以前にはイオニア人も共同の公務を処理していた。
εἶτα ἔδοξεν ἕνα χειροτονεῖσθαι στρατηγόν.
その後、一人の将軍を選出することが決定された。
Ἄρατος δὲ στρατηγήσας ἀφείλετο Ἀντίγονον τὸν Ἀκροκόρινθον, καὶ τὴν πόλιν τοῖς Ἀχαιοῖς προσέθηκε καθάπερ καὶ τὴν πατρίδα·
アラトスは将軍になると、アンティゴノスからアクロコリントスを奪い、自らの祖国と同様にその都市をアカイア同盟に加えた。
προσελάβετο δὲ καὶ Μεγαρέας·
また、メガラの人々をも引き入れた。
καὶ τὰς παρʼ ἑκάστοις τυραννίδας καταλύων Ἀχαιοὺς ἐποίει τοὺς ἐλευθερωθέντας τὴν δὲ Πελοπόννησον ἠλευθέρωσε τῶν τυραννίδων, ὥστε καὶ Ἄργος καὶ Ἑρμιὼν καὶ Φλιοῦς καὶ Μεγάλη πόλις, ἡ μεγίστη τῶν ἐν Ἀρκαδίᾳ, προσετέθη τοῖς Ἀχαιοῖς, ὅτε δὴ καὶ πλεῖστον ηὔξηντο.
そして、各都市における僭主政治を打倒して、解放された人々をアカイア同盟の市民とした。 さらにペロポネソスを僭主政治から解放した。 その結果、アルゴス、ヘルミオネ、プリウス、そしてアルカディアで最大の都市であるメガロポリスまでもがアカイア同盟に加えられ、このとき同盟はまさに最大の隆盛を極めた。
ἦν δʼ ὁ καιρὸς ἡνίκα Ῥωμαῖοι Καρχηδονίους ἐκ τῆς Σικελίας ἐκβαλόντες ἐστράτευσαν ἐπὶ τοὺς περὶ τὸν Πάδον Γαλάτας.
その時期は、ローマ人がカルタゴ人をシチリアから駆逐し、パドス川の周辺のガリア人に対して遠征した頃であった。
μέχρι δὲ τῆς Φιλοποίμενος στρατηγίας συμμείναντες ἱκανῶς οἱ Ἀχαιοὶ διελύθησαν κατʼ ὀλίγον, ἤδη Ῥωμαίων ἐχόντων τὴν Ἑλλάδα σύμπασαν καὶ οὐ τὸν αὐτὸν τρόπον ἑκάστοις χρωμένων, ἀλλὰ τοὺς μὲν συνέχειν τοὺς δὲ καταλύειν βουλομένων
フィロポイメンの将軍職の時代までは、アカイア人は十分に結束を保っていたが、徐々に解体していった。 それは、すでにローマ人がギリシア全土を支配下に置き、各都市に対して同一の態度をとるのではなく、ある者たちは団結させ、ある者たちは解体することを望んだからであった。
§8.7.4ἡ δὲ τάξις τῶν τόπων, οὓς κατῴκουν εἰς δώδεκα μέρη διῃρημένοι, τοιαύτη τίς ἐστι·
彼らが十二の地区に分かれて居住していた地域の配列は、次のようなものである。
μετὰ Σικυῶνα Πελλήνη κεῖται·
シキュオンの次にはペレネが位置している。
εἶτα Αἴγειρα δευτέρα· τρίτη Αἰγαί, Ποσειδῶνος ἱερὸν ἔχουσα·
次いで二番目がアイゲイラ、三番目がアイガイで、ここにはポセイドンの神殿がある。
τετάρτη Βοῦρα· μετʼ αὐτὴν Ἑλίκη, εἰς ἣν καταπεφεύγεισαν Ἴωνες, μάχῃ κρατηθέντες ὑπʼ Ἀχαιῶν, καὶ τὸ τελευταῖον ἐξέπεσον ἐνθένδε·
四番目がブーラ、その次がヘリケであり、ここにはアカイア人に戦いで敗れたイオニア人が逃げ込み、最終的にそこからも追放された。
μετὰ δὲ Ἑλίκην Αἴγιον καὶ Ῥύπες καὶ Πατρεῖς καὶ Φαρεῖς· εἶτʼ Ὤλενος, παρʼ ὃν Πεῖρος ποταμὸς μέγας·
ヘリケの次にはアイギオン、リュペス、パトレイ、パレイ、次いでオレノスがあり、その傍らを大河ペイロスが流れている。
εἶτα Δύμη καὶ Τριταιεῖς.
次いでデュメとトリタイアである。
οἱ μὲν οὖν Ἴωνες κωμηδὸν ᾤκουν, οἱ δʼ Ἀχαιοὶ πόλεις ἔκτισαν, ὧν εἴς τινας ὕστερον συνῴκισαν καὶ ἐκ τῶν ἄλλων μερίδων ἐνίας, καθάπερ τὰς Αἰγὰς εἰς Αἴγειραν (Αἰγαῖοι δʼ ἐλέγοντο οἱ ἐνοικοῦντες), Ὤλενον δὲ εἰς Δύμην.
イオニア人たちは村落ごとに暮らしていたが、アカイア人たちは都市を建設した。 アカイア人たちは後に、これらの都市のうちのいくつかの中に、他の地区のうちのいくつかの住民を移住させて合併させた。 たとえば、アイガイをアイゲイラに(そこに住んでいた人々はアイガイア人と呼ばれていた)、オレノスをデュメに移住させたようにである。
δείκνυται δʼ ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος·
パトレイとデュメの間には、オレノス人の古い集落の遺跡が示されている。
αὐτοῦ δὲ καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἐπίσημον, Δύμης μὲν ἀπέχει τετταράκοντα σταδίους, Πατρῶν δὲ ὀγδοήκοντα.
そこには有名なアスクレピオスの神殿もあり、デュメからは四十スタディオン、パトレイからは八十スタディオン離れている。
ὁμώνυμοι δʼ εἰσὶ ταῖς μὲν Αἰγαῖς ταύταις αἱ ἐν Εὐβοίᾳ, τῷ δὲ Ὠλένῳ τὸ ἐν Αἰτωλίᾳ κτίσμα καὶ αὐτὸ ἴχνη σῶζον μόνον.
このアイガイと同名のものがエウボイアにあり、オレノスと同名の都市遺跡がアイトリアにあって、それ自体も遺跡だけを留めている。
ὁ δὲ ποιητὴς τοῦ μὲν ἐν Ἀχαΐᾳ Ὠλένου οὐ μέμνηται, ὥσπερ οὐδʼ ἄλλων πλειόνων τῶν περὶ τὸν Αἰγιαλὸν οἰκούντων, ἀλλὰ κοινότερον λέγει
"
αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν.
詩人はアカイアのオレノスについては言及していない、海岸地方の周辺に住む他の多くの人々についても言及していないのと同様に。 むしろ、より包括的に次のように言っている。 "すべての海岸地方一帯、および広大なヘリケの周囲に。
"
τοῦ δʼ Αἰτωλικοῦ μέμνηται ὅταν φῇ
"
οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον.
"しかし、アイトリアのオレノスについては、彼が次のように言うときに言及している。 "プウレロンとオレノスに住んでいた人々。
"
τὰς δʼ Αἰγὰς ἀμφοτέρας λέγει, τὴν μὲν Ἀχαϊκήν
"
οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι.
"そして、彼はアイガイの両方について述べている。 アカイアのものについては、 "彼らはあなたのためにヘリケとアイガイに贈り物を携えていく。
"
ὅταν δὲ φῇ
"
Αἰγάς, ἔνθα τέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης·
"しかし、彼が次のように言うとき、 "アイガイ、そこには湖の深みに彼の名高い宮殿がある。
"
"
ἔνθʼ ἵππους ἔστησε Ποσειδάων,
"
βέλτιον δέχεσθαι τὰς ἐν Εὐβοίᾳ, ἀφʼ ὧν εἰκὸς καὶ τὸ πέλαγος Αἰγαῖον λεχθῆναι·
"" そこでポセイドンは馬を立たせた。 "エウボイアのアイガイと解釈する方が良く、そこからエーゲ海という名が付けられたことももっともらしい。
ἐκεῖ δὲ καὶ τῷ Ποσειδῶνι ἡ πραγματεία πεποίηται ἡ περὶ τὸν Τρωικὸν πόλεμον.
そこはポセイドンがトロイア戦争に関する活動を行った場所でもある。
πρὸς δὲ ταῖς Ἀχαϊκαῖς Αἰγαῖς ὁ Κρᾶθις ῥεῖ ποταμὸς ἐκ δυεῖν ποταμῶν αὐξόμενος, ἀπὸ τοῦ κίρνασθαι τὴν ὀνομασίαν ἔχων·
アカイアのアイガイの近くには、二つの川が合流して水量を増すクラティス川が流れており、その名前は「混ぜ合わされること」に由来している。
ἀφʼ οὗ καὶ ὁ ἐν Ἰταλίᾳ Κρᾶθις.
イタリアにあるクラティス川もこれにちなんで名付けられた。