§8.7.3εἴκοσι μὲν δὴ ἔτη διετέλεσαν γραμματέα κοινὸν ἔχοντες καὶ στρατηγοὺς δύο κατʼ ἐνιαυτὸν οἱ Ἀχαιοί, καὶ κοινοβούλιον εἰς ἕνα τόπον συνήγετο αὐτοῖς (ἐκαλεῖτο δὲ Ἁμάριον) ἐν ᾧ τὰ κοινὰ ἐχρημάτιζον καὶ οὗτοι καὶ Ἴωνες πρότερον· εἶτα ἔδοξεν ἕνα χειροτονεῖσθαι στρατηγόν.
阿开亚人确实在二十年的时间里保持着每年拥有一名共同书记官和两名将军的体制,他们的共同议会聚集在一个地方(被称为哈马里翁),他们以及先前的伊奥尼亚人都在那里处理公共事务;此后,他们决定选举一名将军。
Ἄρατος δὲ στρατηγήσας ἀφείλετο Ἀντίγονον τὸν Ἀκροκόρινθον, καὶ τὴν πόλιν τοῖς Ἀχαιοῖς προσέθηκε καθάπερ καὶ τὴν πατρίδα· προσελάβετο δὲ καὶ Μεγαρέας· καὶ τὰς παρʼ ἑκάστοις τυραννίδας καταλύων Ἀχαιοὺς ἐποίει τοὺς ἐλευθερωθέντας τὴν δὲ Πελοπόννησον ἠλευθέρωσε τῶν τυραννίδων, ὥστε καὶ Ἄργος καὶ Ἑρμιὼν καὶ Φλιοῦς καὶ Μεγάλη πόλις, ἡ μεγίστη τῶν ἐν Ἀρκαδίᾳ, προσετέθη τοῖς Ἀχαιοῖς, ὅτε δὴ καὶ πλεῖστον ηὔξηντο.
阿拉托斯担任将军后,从安提戈诺斯手中夺取了阿克罗科林托斯,并将该城并入阿开亚同盟,正如他对自己的祖国所做的那样;他还争取到了梅加拉人;通过废除各地的僭主统治,他使获得解放的人民成为阿开亚同盟的公民;他将伯罗奔尼撒从僭主统治中解放出来,以至于阿耳戈斯、赫耳弥俄涅、普利乌斯以及阿卡迪亚最大的城市美加洛波利斯都被并入阿开亚同盟,此时同盟确实达到了最繁荣的鼎盛时期。
ἦν δʼ ὁ καιρὸς ἡνίκα Ῥωμαῖοι Καρχηδονίους ἐκ τῆς Σικελίας ἐκβαλόντες ἐστράτευσαν ἐπὶ τοὺς περὶ τὸν Πάδον Γαλάτας.
这一时期正是罗马人将迦太基人驱逐出西西里之后,对帕杜斯河一带的高卢人发动远征的时代。
μέχρι δὲ τῆς Φιλοποίμενος στρατηγίας συμμείναντες ἱκανῶς οἱ Ἀχαιοὶ διελύθησαν κατʼ ὀλίγον, ἤδη Ῥωμαίων ἐχόντων τὴν Ἑλλάδα σύμπασαν καὶ οὐ τὸν αὐτὸν τρόπον ἑκάστοις χρωμένων, ἀλλὰ τοὺς μὲν συνέχειν τοὺς δὲ καταλύειν βουλομένων
阿开亚人保持着相当的团结,直到菲洛波伊门担任将军的时代,随后便逐渐解体,因为罗马人此时已经控制了整个希腊,并且没有以同等的方式对待各城邦,而是希望使一些城邦保持联合,而将另一些城邦予以解体。
§8.7.4ἡ δὲ τάξις τῶν τόπων, οὓς κατῴκουν εἰς δώδεκα μέρη διῃρημένοι, τοιαύτη τίς ἐστι· μετὰ Σικυῶνα Πελλήνη κεῖται· εἶτα Αἴγειρα δευτέρα· τρίτη Αἰγαί, Ποσειδῶνος ἱερὸν ἔχουσα· τετάρτη Βοῦρα· μετʼ αὐτὴν Ἑλίκη, εἰς ἣν καταπεφεύγεισαν Ἴωνες, μάχῃ κρατηθέντες ὑπʼ Ἀχαιῶν, καὶ τὸ τελευταῖον ἐξέπεσον ἐνθένδε· μετὰ δὲ Ἑλίκην Αἴγιον καὶ Ῥύπες καὶ Πατρεῖς καὶ Φαρεῖς· εἶτʼ Ὤλενος, παρʼ ὃν Πεῖρος ποταμὸς μέγας· εἶτα Δύμη καὶ Τριταιεῖς.
他们分为十二个部分居住的那些地方的地理顺序大致如下:在西库翁之后是佩莱内;其次,第二是艾盖拉;第三是艾盖,拥有一座波塞冬的神庙;第四是布拉;在其后是赫利刻,在被阿开亚人在战斗中击败后,伊奥尼亚人曾逃往该地避难,并最终从那里被驱逐出去;在赫利刻之后是艾吉翁、吕佩斯、帕特雷和法雷;然后是奥勒诺斯,其旁流淌着大河佩罗斯;接着是迪梅和特里泰亚。
οἱ μὲν οὖν Ἴωνες κωμηδὸν ᾤκουν, οἱ δʼ Ἀχαιοὶ πόλεις ἔκτισαν, ὧν εἴς τινας ὕστερον συνῴκισαν καὶ ἐκ τῶν ἄλλων μερίδων ἐνίας, καθάπερ τὰς Αἰγὰς εἰς Αἴγειραν (Αἰγαῖοι δʼ ἐλέγοντο οἱ ἐνοικοῦντες), Ὤλενον δὲ εἰς Δύμην.
因此,伊奥尼亚人是以村落形式居住,而阿开亚人建立了城市,后来阿开亚人将其他部分中的一些居民迁入并合并到其中的一些城市中,就像将艾盖并入艾盖拉(那里的居民被称为艾盖人),将奥勒诺斯并入迪梅一样。
δείκνυται δʼ ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος· αὐτοῦ δὲ καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἐπίσημον, Δύμης μὲν ἀπέχει τετταράκοντα σταδίους, Πατρῶν δὲ ὀγδοήκοντα.
在帕特雷和迪梅之间,指出了奥勒诺斯人古代定居点的遗迹;那里还有著名的阿斯克勒庇俄斯神庙,距离迪梅四十斯塔迪翁,距离帕特雷八十斯塔迪翁。
ὁμώνυμοι δʼ εἰσὶ ταῖς μὲν Αἰγαῖς ταύταις αἱ ἐν Εὐβοίᾳ, τῷ δὲ Ὠλένῳ τὸ ἐν Αἰτωλίᾳ κτίσμα καὶ αὐτὸ ἴχνη σῶζον μόνον.
与这一艾盖同名的是尤波伊亚的艾盖,而与奥勒诺斯同名的是埃托利亚的定居点,它自身也同样仅保存有遗迹。
ὁ δὲ ποιητὴς τοῦ μὲν ἐν Ἀχαΐᾳ Ὠλένου οὐ μέμνηται, ὥσπερ οὐδʼ ἄλλων πλειόνων τῶν περὶ τὸν Αἰγιαλὸν οἰκούντων, ἀλλὰ κοινότερον λέγει
"
αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν.
但诗人没有提到阿开亚的奥勒诺斯,就像他没有提到居住在海岸地带周边的其他许多人一样,而是较为笼统地说道: "在整个海岸地带以及宽广的赫利刻周围。
"
τοῦ δʼ Αἰτωλικοῦ μέμνηται ὅταν φῇ
"
οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον.
"但他提到了埃托利亚的奥勒诺斯,当他说道: "他们居住在普琉戎和奥勒诺斯。
"
τὰς δʼ Αἰγὰς ἀμφοτέρας λέγει, τὴν μὲν Ἀχαϊκήν
"
οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι.
"他提到了两个名为艾盖的地方,关于阿开亚的那一个: "他们为你将礼物送往赫利刻和艾盖。
"
ὅταν δὲ φῇ
"
Αἰγάς, ἔνθα τέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης· "
"
ἔνθʼ ἵππους ἔστησε Ποσειδάων,
"
βέλτιον δέχεσθαι τὰς ἐν Εὐβοίᾳ, ἀφʼ ὧν εἰκὸς καὶ τὸ πέλαγος Αἰγαῖον λεχθῆναι· ἐκεῖ δὲ καὶ τῷ Ποσειδῶνι ἡ πραγματεία πεποίηται ἡ περὶ τὸν Τρωικὸν πόλεμον.
"而当他说道: "艾盖,那里在湖的深处有他著名的宫殿; "" 在那里波塞冬驻止了他的马群, "最好将其理解为尤波伊亚的艾盖,自该名极可能也派生了“爱琴海”这一称呼;在那里也展现了波塞冬关于特洛伊战争的行动。
πρὸς δὲ ταῖς Ἀχαϊκαῖς Αἰγαῖς ὁ Κρᾶθις ῥεῖ ποταμὸς ἐκ δυεῖν ποταμῶν αὐξόμενος, ἀπὸ τοῦ κίρνασθαι τὴν ὀνομασίαν ἔχων· ἀφʼ οὗ καὶ ὁ ἐν Ἰταλίᾳ Κρᾶθις.
在阿开亚的艾盖附近流淌着克拉蒂斯河,它由两条河汇流而成,因“混合”而得名;意大利的克拉蒂斯河也是因此而得名的。