§8.7.2ἐξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸ πέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ἑλικωνίου Ποσειδῶνος, ὃν καὶ νῦν ἔτι τιμῶσιν Ἴωνες, καὶ θύουσιν ἐκεῖ τὰ Πανιώνια.
というのも、地震によって湧き上がった海が、ヘリケ自身をも、ヘリコニオス・ポセイドンの神殿をも飲み込んだからである。 この神をイオニア人は今なお崇拝しており、そこでパニオニアの祭儀を執り行っている。
μέμνηται δʼ, ὡς ὑπονοοῦσί τινες, ταύτης τῆς θυσίας Ὅμηρος ὅταν φῇ
"
αὐτὰρ ὁ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος
ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα. "
τεκμαίρονταί τε νεώτερον εἶναι τῆς Ἰωνικῆς ἀποικίας τὸν ποιητήν, μεμνημένον γε τῆς Πανιωνικῆς θυσίας ἣν ἐν τῇ Πριηνέων χώρᾳ συντελοῦσιν Ἴωνες τῷ Ἑλικωνίῳ Ποσειδῶνι, ἐπεὶ καὶ αὐτοὶ οἱ Πριηνεῖς ἐξ Ἑλίκης εἶναι λέγονται·
一部の人々が推測するように、ホメロスが次のように言うとき、この生贄の儀式を念頭に置いている。 "αὐτὰρ ὁ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα. "そして彼らは、詩人がイオニアの植民よりも後の時代の人であると推測している。 なぜなら、イオニア人がプリーエネー人の地でヘリコニオス・ポセイドンのために執り行っているパニオニアの祭儀に、彼が言及しているからである。 というのも、プリーエネー人自身もヘリケの出身であると言われているからである。
καὶ δὴ πρὸς τὴν θυσίαν ταύτην καθιστᾶσιν ἄνδρα νέον Πριηνέα τὸν τῶν ἱερῶν ἐπιμελησόμενον.
まさにこの祭儀のために、彼らは儀式を管理させるためにプリーエネー人の若者を任命する。
τεκμηριοῦνται δʼ ἔτι μᾶλλον τὸ προκείμενον ἐκ τῶν περὶ τοῦ ταύρου πεφρασμένων·
さらに彼らは、雄牛について語られていることから、前述の主張をいっそう証拠立てている。
τότε γὰρ νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν ταύτην Ἴωνες, ὅταν θυόμενος ὁ ταῦρος μυκήσηται.
すなわち、イオニア人たちは、犠牲に捧げられる雄牛が吠えるときに、この祭儀において吉兆が得られたと考えるからである。
οἱ δʼ ἀντιλέγοντες μεταφέρουσιν εἰς τὴν Ἑλίκην τὰ λεχθέντα τεκμήρια περὶ τοῦ ταύρου καὶ τῆς θυσίας, ὡς ἐκεῖ νενομισμένων τούτων καὶ τοῦ ποιητοῦ παραβάλλοντος τὰ ἐκεῖ συντελούμενα.
これに異を唱える人々は、雄牛と祭儀について述べられた証拠をヘリケへと結びつける。 それらはヘリケでの慣習であり、詩人はそこで執り行われていた儀式をなぞらえたのだ、と。
κατεκλύσθη δʼ ἡ Ἑλίκη δυσὶν ἔτεσι πρὸ τῶν Λευκτρικῶν.
ヘリケはレウクトラの戦いの2年前に水没した。
Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἰδεῖν φησι τὸν τόπον, καὶ τοὺς πορθμέας λέγειν ὡς ἐν τῷ πόρῳ ὀρθὸς ἑστήκει Ποσειδῶν χάλκεος, ἔχων ἱππόκαμπον ἐν τῇ χειρὶ κίνδυνον φέροντα τοῖς δικτυεῦσιν.
エラトステネスは、自身もその場所を見たと言っており、渡し守たちが、その通り道の中にポセイドンの青銅像がまっすぐ立っており、手には漁師たちに危険をもたらすタツノオトシゴを持っていると話していた、と述べている。
Ἡρακλείδης δέ φησι κατʼ αὐτὸν γενέσθαι τὸ πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης τῆς πόλεως ἀπὸ θαλάττης καὶ τούτου τοῦ χωρίου παντὸς σὺν τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι, τοῖς δʼ ὁμόροις νεῖμαι τὴν χώραν.
一方ヘラクレイデスは、この災難は彼の時代に夜間に起こったと述べている。 都市は海から12スタディオン離れていたが、この地域全体が都市とともに水没した。 アカイア人から派遣された二千人の人々が、死体を回収することができず、隣接する住民にその土地を分配した。
συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Ποσειδῶνος·
そして、この災難はポセイドンの怒りによって起こった。
τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας τοῦ Ποσειδῶνος, εἰ δὲ μή, τοῦ γε ἱεροῦ τὴν ἀφίδρυσιν·
なぜなら、ヘリケから追い出されたイオニア人たちが、ヘリケの人々に使者を送って、何よりもまずポセイドンの神像を求め、それが叶わぬなら、せめて神殿の分霊を求めたからである。
οὐ δόντων δὲ πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν· τῶν δὲ ψηφισαμένων οὐδʼ ὣς ὑπακοῦσαι·
ヘリケの人々がこれを与えなかったので、イオニア人はアカイア人の連合組織に使者を送り、アカイア人がこれを与えるよう決議したにもかかわらず、それでもヘリケの人々は従わなかった。
τῷ δʼ ἑξῆς χειμῶνι συμβῆναι τὸ πάθος, τοὺς δʼ Ἀχαιοὺς ὕστερον δοῦναι τὴν ἀφίδρυσιν τοῖς Ἴωσιν.
翌冬に災難が起こり、アカイア人は後にその分霊をイオニア人に与えたのである。
Ἡσίοδος δὲ καὶ ἄλλης Ἑλίκης μέμνηται Θετταλικῆς.
ヘシオドスはテッサリアにある別のヘリケにも言及している。