§8.7.1ταύτης δὲ τῆς χώρας τὸ μὲν παλαιὸν Ἴωνες ἐκράτουν, ἐξ Ἀθηναίων τὸ γένος ὄντες, ἐκαλεῖτο δὲ τὸ μὲν παλαιὸν Αἰγιάλεια καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς, ὕστερον δʼ ἀπʼ ἐκείνων Ἰωνία, καθάπερ καὶ ἡ Ἀττική, ἀπὸ Ἴωνος τοῦ Ξούθου.
この地方は、昔はアテナイに血統を持つイオニア人が支配しており、古くはアイギアレイアと呼ばれ、住民はアイギアレウス人と呼ばれていたが、後に彼らにちなんで、アッティカがクストスの息子イオンから名付けられたように、イオニアと呼ばれるようになった。
φασὶ δὲ Δευκαλίωνος μὲν Ἕλληνα εἶναι, τοῦτον δὲ περὶ τὴν Φθίαν τῶν μεταξὺ Πηνειοῦ καὶ Ἀσωποῦ δυναστεύοντα τῷ πρεσβυτάτῳ τῶν παίδων παραδοῦναι τὴν ἀρχήν, τοὺς δʼ ἄλλους ἔξω διαπέμψαι ζητήσοντας ἵδρυσιν ἕκαστον αὑτῷ·
彼らが言うには、デウカリオンの子はヘレンであり、このヘレンはペネイオス川とアソポス川の間のフティア周辺を支配していたが、長子に支配権を譲り、他の子らを各々が自らの定住地を探すようにと外へと送り出した。
ὧν Δῶρος μὲν τοὺς περὶ Παρνασσὸν Δωριέας συνοικίσας κατέλιπεν ἐπωνύμους αὑτοῦ, Ξοῦθος δὲ τὴν Ἐρεχθέως θυγατέρα γήμας ᾤκισε τὴν τετράπολιν τῆς Ἀττικῆς, Οἰνόην Μαραθῶνα Προβάλινθον καὶ Τρικόρυνθον.
そのうちドロスは、パルナッソス周辺のドリス人たちを一堂に入植させて、自らの名にちなむ名を残し、クストスはエレクテウスの娘を妻としてアッティカのテトラポリス(四市)、すなわちオイノエ、マラトン、プロバリントス、トリコリュントスに入植した。
τῶν δὲ τούτου παίδων Ἀχαιὸς μὲν φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Λακεδαίμονα καὶ Ἀχαιοὺς τοὺς ἐκεῖ κληθῆναι παρεσκεύασεν, Ἴων δὲ τοὺς μετʼ Εὐμόλπου νικήσας Θρᾷκας οὕτως ηὐδοκίμησεν ὥστʼ ἐπέτρεψαν αὐτῷ τὴν πολιτείαν Ἀθηναῖοι.
このクストスの子供たちのうち、アカイオスは不本意な殺人を犯してラケダイモンへと逃れ、そこにいる人々がアカイア人と呼ばれるように取り計らい、イオンはエウモルポスとともにいたトラキア人たちを破り、アテナイ人が彼に国政を委ねるほどに大きな名声を得た。
ὁ δὲ πρῶτον μὲν εἰς τέτταρας φυλὰς διεῖλε τὸ πλῆθος, εἶτα εἰς τέτταρας βίους·
彼はまず、民衆を4つの部族に分け、次いで4つの生業に分けた。
τοὺς μὲν γὰρ γεωργοὺς ἀπέδειξε τοὺς δὲ δημιουργοὺς τοὺς δὲ ἱεροποιούς, τετάρτους δὲ τοὺς φύλακας·
すなわち、ある人々を農民に指名し、他の人々を手工業者に、また他の人々を神官に、そして四番目に護衛兵を指名したのである。
τοιαῦτα δὲ πλείω διατάξας τὴν χώραν ἐπώνυμον ἑαυτοῦ κατέλιπεν.
このような規定をさらに多く設けて、彼はこの地方に自らの名にちなむ名を残した。
οὕτω δὲ πολυανδρῆσαι τὴν χώραν τότε συνέπεσεν ὥστε καὶ ἀποικίαν τῶν Ἰώνων ἔστειλαν εἰς Πελοπόννησον Ἀθηναῖοι, καὶ τὴν χώραν ἣν κατέσχον ἐπώνυμον ἑαυτῶν ἐποίησαν Ἰωνίαν ἀντʼ Αἰγιάλου κληθεῖσαν, οἵ τε ἄνδρες ἀντὶ Αἰγιαλέων Ἴωνες προσηγορεύθησαν εἰς δώδεκα πόλεις μερισθέντες.
当時、この地方の人口が非常に増えたため、アテナイ人はイオニア人の植民部隊をペロポネソスへと派遣することになり、彼らが占領した土地は、それまでのアイギアロスの代わりに彼らの名にちなんでイオニアと呼ばれるようにし、人々もアイギアレウス人に代わってイオニア人と呼ばれ、12の都市に分割された。
μετὰ δὲ τὴν Ἡρακλειδῶν κάθοδον ὑπʼ Ἀχαιῶν ἐξελαθέντες ἐπανῆλθον πάλιν εἰς Ἀθήνας·
しかし、ヘラクレイダイの帰還の後、彼らはアカイア人によって追い出され、再びアテナイへと戻った。
ἐκεῖθεν δὲ μετὰ τῶν Κοδριδῶν ἔστειλαν τὴν Ἰωνικὴν ἀποικίαν εἰς τὴν Ἀσίαν· ἔκτισαν δὲ δώδεκα πόλεις ἐν τῇ παραλίᾳ τῆς Καρίας καὶ τῆς Λυδίας, εἰς τοσαῦτα μέρη διελόντες σφᾶς ὅσα καὶ ἐν τῇ Πελοποννήσῳ κατεῖχον.
そこから彼らはコドロスの子らとともに、アジアへのイオニア人の植民部隊を派遣し、ペロポネソスで領有していたのと同数の地域に自分たちを分割して、カリアとリュディアの沿岸に12の都市を建設した。
οἱ δʼ Ἀχαιοὶ Φθιῶται μὲν ἦσαν τὸ γένος, ᾤκησαν δʼ ἐν Λακεδαίμονι, τῶν δʼ Ἡρακλειδῶν ἐπικρατησάντων ἀναληφθέντες ὑπὸ Τισαμενοῦ τοῦ Ὀρέστου παιδός, ὡς προειρήκαμεν, τοῖς Ἴωσιν ἐπέθεντο, καὶ γενόμενοι κρείττους τοὺς μὲν ἐξέβαλον, αὐτοὶ δὲ κατέσχον τὴν γῆν, καὶ διεφύλαξαν τὸν αὐτὸν τῆς χώρας μερισμὸν ὅνπερ καὶ παρέλαβον.
一方アカイア人は、元来はフティア出身であったが、ラケダイモンに住んでいた。 しかしヘラクレイダイが優勢になると、オレステスの息子ティサメノスに率いられ、既に述べたようにイオニア人たちを攻撃した。 そして彼らより優勢に立ってイオニア人を追い出し、自分たちがその土地を占領し、自分たちが受け継いだのと同じ土地の分割方式を維持した。
οὕτω δʼ ἴσχυσαν ὥστε τὴν ἄλλην Πελοπόννησον ἐχόντων τῶν Ἡρακλειδῶν ὧν ἀπέστησαν, ἀντεῖχον ὅμως πρὸς ἅπαντας Ἀχαΐαν ὀνομάσαντες τὴν χώραν.
彼らは、自分たちが敵対したヘラクレイダイがペロポネソスの他の部分を領有している中で、それでもなおその地方をアカイアと名付けて、すべての人々に対抗できるほど強力であった。
ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ὠγύγου βασιλευόμενοι διετέλουν· εἶτα δημοκρατηθέντες τοσοῦτον ηὐδοκίμησαν περὶ τὰς πολιτείας ὥστε τοὺς Ἰταλιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη·
こうして彼らはティサメノスからオギュゴスに至るまで王政のもとで過ごし続けたが、その後、民主政に移行すると、国制の点で極めて大きな名声を得たため、イタリアのギリシア人がピュタゴラス派に対する紛争の後、彼らから法律の大部分を導入することになったほどである。
μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἐπέτρεψαν Θηβαῖοι τούτοις τὴν δίαιταν περὶ τῶν ἀντιλεγομένων ταῖς πόλεσι πρὸς ἀλλήλας·
レウクトラの戦いの後、テーバイ人は都市間で互いに争われている事項に関する調停を彼らに委ねた。
ὕστερον δʼ ὑπὸ Μακεδόνων λυθείσης τῆς κοινωνίας ἀνέλαβον σφᾶς πάλιν κατὰ μικρόν·
その後、マケドニア人によってその共同体が解体されたが、彼らは徐々に再び自身を立て直した。
ἦρξαν δὲ Πύρρου στρατεύσαντος εἰς Ἰταλίαν τέτταρες συνιοῦσαι πόλεις, ὧν ἦσαν Πάτραι καὶ Δύμη·
ピュロスがイタリアへと遠征した際、結集した4つの都市が先陣を切ったが、その中にはパトライとデュメがあった。
εἶτα προσελάμβανόν τινας τῶν δώδεκα πλὴν Ὠλένου καὶ Ἑλίκης, τῆς μὲν οὐ συνελθούσης τῆς δʼ ἀφανισθείσης ὑπὸ κύματος.
その後、彼らはオレノスとヘリケを除く12の都市からいくつかの都市を加えていった。 オレノスは同盟に参加せず、ヘリケは津波によって消滅していた。