Humanitext Reader

斯特拉波 · 地理学 §8.7.1

阿开亚的早期历史与阿开亚同盟的兴起

第 271 段,共 577 段 · 希腊语

内容简介

本节追溯了阿开亚自古代起源、伊奥尼亚人统治、至阿开亚人入侵导致统治权更迭的历史,并记述了其政治制度的演变以及阿开亚同盟的重组过程。

§8.7.1ταύτης δὲ τῆς χώρας τὸ μὲν παλαιὸν Ἴωνες ἐκράτουν, ἐξ Ἀθηναίων τὸ γένος ὄντες, ἐκαλεῖτο δὲ τὸ μὲν παλαιὸν Αἰγιάλεια καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς, ὕστερον δʼ ἀπʼ ἐκείνων Ἰωνία, καθάπερ καὶ ἡ Ἀττική, ἀπὸ Ἴωνος τοῦ Ξούθου.
这个地方在古代由源自雅典的伊奥尼亚人统治。 它在古代被称为艾吉亚莱亚,居民被称为艾吉亚莱斯人,但后来根据他们,就像阿提卡根据库索斯之子伊翁命名一样,被称为伊奥尼亚。
φασὶ δὲ Δευκαλίωνος μὲν Ἕλληνα εἶναι, τοῦτον δὲ περὶ τὴν Φθίαν τῶν μεταξὺ Πηνειοῦ καὶ Ἀσωποῦ δυναστεύοντα τῷ πρεσβυτάτῳ τῶν παίδων παραδοῦναι τὴν ἀρχήν, τοὺς δʼ ἄλλους ἔξω διαπέμψαι ζητήσοντας ἵδρυσιν ἕκαστον αὑτῷ·
他们说赫伦是德乌卡利翁的儿子,赫伦在佩内乌斯河和阿索波斯河之间统治着弗提亚周边地区,他将统治权传给了长子,并派其他儿子出国,让每个人为自己寻找定居地。
ὧν Δῶρος μὲν τοὺς περὶ Παρνασσὸν Δωριέας συνοικίσας κατέλιπεν ἐπωνύμους αὑτοῦ, Ξοῦθος δὲ τὴν Ἐρεχθέως θυγατέρα γήμας ᾤκισε τὴν τετράπολιν τῆς Ἀττικῆς, Οἰνόην Μαραθῶνα Προβάλινθον καὶ Τρικόρυνθον.
其中,多罗斯将帕尔纳索斯周围的多利安人联合定居,留下了以自己名字命名的族群;而库索斯娶了埃雷克修斯的女儿,在阿提卡建立了四城同盟,即奥伊诺埃、马拉松、普罗巴林托斯和特里科里恩托斯。
τῶν δὲ τούτου παίδων Ἀχαιὸς μὲν φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Λακεδαίμονα καὶ Ἀχαιοὺς τοὺς ἐκεῖ κληθῆναι παρεσκεύασεν, Ἴων δὲ τοὺς μετʼ Εὐμόλπου νικήσας Θρᾷκας οὕτως ηὐδοκίμησεν ὥστʼ ἐπέτρεψαν αὐτῷ τὴν πολιτείαν Ἀθηναῖοι.
在库索斯的儿子中,阿开奥斯因犯下无意杀人罪而逃往拉刻代蒙,并使那里的人被称为阿开亚人;而伊翁击败了随同欧莫尔波斯的色雷斯人,赢得了极高声誉,以至于雅典人将国政委托给他。
ὁ δὲ πρῶτον μὲν εἰς τέτταρας φυλὰς διεῖλε τὸ πλῆθος, εἶτα εἰς τέτταρας βίους· τοὺς μὲν γὰρ γεωργοὺς ἀπέδειξε τοὺς δὲ δημιουργοὺς τοὺς δὲ ἱεροποιούς, τετάρτους δὲ τοὺς φύλακας·
他首先将民众分为四个部落,然后分为四种生计(职业):他指定一些人为农民,另一些人为手工业者,另一些人为祭司,第四类为护卫兵。
τοιαῦτα δὲ πλείω διατάξας τὴν χώραν ἐπώνυμον ἑαυτοῦ κατέλιπεν.
在作出了更多此类规定后,他留下了以自己名字命名的土地。
οὕτω δὲ πολυανδρῆσαι τὴν χώραν τότε συνέπεσεν ὥστε καὶ ἀποικίαν τῶν Ἰώνων ἔστειλαν εἰς Πελοπόννησον Ἀθηναῖοι, καὶ τὴν χώραν ἣν κατέσχον ἐπώνυμον ἑαυτῶν ἐποίησαν Ἰωνίαν ἀντʼ Αἰγιάλου κληθεῖσαν, οἵ τε ἄνδρες ἀντὶ Αἰγιαλέων Ἴωνες προσηγορεύθησαν εἰς δώδεκα πόλεις μερισθέντες.
当时这个地方人口激增,以至于雅典人向伯罗奔尼撒派遣了伊奥尼亚人的殖民队,并将他们占领的土地命名为伊奥尼亚以代替艾吉亚鲁斯,那里的人也被称为伊奥尼亚人以代替艾吉亚莱斯人,并被分入十二个城市。
μετὰ δὲ τὴν Ἡρακλειδῶν κάθοδον ὑπʼ Ἀχαιῶν ἐξελαθέντες ἐπανῆλθον πάλιν εἰς Ἀθήνας· ἐκεῖθεν δὲ μετὰ τῶν Κοδριδῶν ἔστειλαν τὴν Ἰωνικὴν ἀποικίαν εἰς τὴν Ἀσίαν·
但在赫拉克莱代人回归之后,他们被阿开亚人驱逐,再次回到雅典;从那里,他们与科德鲁斯之子一起,向亚洲派遣了伊奥尼亚殖民队。
ἔκτισαν δὲ δώδεκα πόλεις ἐν τῇ παραλίᾳ τῆς Καρίας καὶ τῆς Λυδίας, εἰς τοσαῦτα μέρη διελόντες σφᾶς ὅσα καὶ ἐν τῇ Πελοποννήσῳ κατεῖχον.
他们在卡里亚和吕迪亚的沿海建立了十二座城市,将自己分成了与他们在伯罗奔尼撒所占据的同样多的部分。
οἱ δʼ Ἀχαιοὶ Φθιῶται μὲν ἦσαν τὸ γένος, ᾤκησαν δʼ ἐν Λακεδαίμονι, τῶν δʼ Ἡρακλειδῶν ἐπικρατησάντων ἀναληφθέντες ὑπὸ Τισαμενοῦ τοῦ Ὀρέστου παιδός, ὡς προειρήκαμεν, τοῖς Ἴωσιν ἐπέθεντο, καὶ γενόμενοι κρείττους τοὺς μὲν ἐξέβαλον, αὐτοὶ δὲ κατέσχον τὴν γῆν, καὶ διεφύλαξαν τὸν αὐτὸν τῆς χώρας μερισμὸν ὅνπερ καὶ παρέλαβον.
阿开亚人本是弗提亚人,曾居住在拉刻代蒙,但在赫拉克莱代人占优势时,他们在奥雷斯忒斯之子提萨梅诺斯的率领下(如我们前文所说)袭击了伊奥尼亚人。 在占据优势后,他们将伊奥尼亚人驱逐,自己占领了这片土地,并保留了他们所接管的同样的土地划分方式。
οὕτω δʼ ἴσχυσαν ὥστε τὴν ἄλλην Πελοπόννησον ἐχόντων τῶν Ἡρακλειδῶν ὧν ἀπέστησαν, ἀντεῖχον ὅμως πρὸς ἅπαντας Ἀχαΐαν ὀνομάσαντες τὴν χώραν.
他们变得如此强大,以至于在他们所对抗的赫拉克莱代人占有伯罗奔尼撒其余部分的情况下,他们仍然抵御了所有人,并将这片土地命名为阿开亚。
ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ὠγύγου βασιλευόμενοι διετέλουν· εἶτα δημοκρατηθέντες τοσοῦτον ηὐδοκίμησαν περὶ τὰς πολιτείας ὥστε τοὺς Ἰταλιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη·
因此,从提萨梅诺斯直到奥吉戈斯,他们一直处于王政统治之下;后来在实行民主制后,他们在制度方面赢得了极高的声誉,以至于南意大利的希腊人在反对毕达哥拉斯派的内乱之后,从他们那里引进了大部分法律制度。
μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἐπέτρεψαν Θηβαῖοι τούτοις τὴν δίαιταν περὶ τῶν ἀντιλεγομένων ταῖς πόλεσι πρὸς ἀλλήλας· ὕστερον δʼ ὑπὸ Μακεδόνων λυθείσης τῆς κοινωνίας ἀνέλαβον σφᾶς πάλιν κατὰ μικρόν· ἦρξαν δὲ Πύρρου στρατεύσαντος εἰς Ἰταλίαν τέτταρες συνιοῦσαι πόλεις, ὧν ἦσαν Πάτραι καὶ Δύμη· εἶτα προσελάμβανόν τινας τῶν δώδεκα πλὴν Ὠλένου καὶ Ἑλίκης, τῆς μὲν οὐ συνελθούσης τῆς δʼ ἀφανισθείσης ὑπὸ κύματος.
在留克特拉战役后,底比斯人将各城市之间争议事项的仲裁委托给他们;后来,虽然他们的联盟被马其顿人瓦解,但他们逐渐重新振作起来;在皮洛斯远征意大利时,有四个城市联合起来带头,其中包括帕特赖和迪美;接着,他们开始接纳十二城中的一些城市,但奥莱诺斯和赫利刻除外,前者未能加入,后者已被波浪吞没。

词汇与语法注释

  1. 8.7.1Δευκαλίωνος μὲν Ἕλληνα εἶναι — 由不变化动词 φασί(他们说)所支配的“对格与不定式”(A.C.I.)间接引语结构。Ἕλληνα 是专有名词 Ἕλλην(赫伦)的对格,作为不定式 εἶναι 的逻辑主语。属格 Δευκαλίωνος 隐含省略了如 υἱόν(儿子)之类的主导名词,意为“德乌卡利翁的[儿子]”。
  2. 8.7.1ὧν ἀπέστησαν — 关系代词 ὧν 的先行词是紧接其前的属格名词短语 τῶν Ἡρακλειδῶν(赫拉克莱代)。动词 ἀφίστημι 的第二不定过去时(不及物/能动)ἀπέστησαν 支配属格,表示“背叛”或“与之对抗”。
  3. 8.7.1τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη — 此处的非人称动词 συνέβη(结果是、发生)以整个对格与不定式从句(τοὺς Ἰταλιώτας ... μετενέγκασθαι)作为其语法主语的结构。

引用这一段

斯特拉波, 地理学 §8.7.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.7.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。