§8.6.23Κορίνθιοι δʼ ὑπὸ Φιλίππῳ ὄντες ἐκείνῳ τε συνεφιλονείκησαν καὶ ἰδίᾳ πρὸς Ῥωμαίους ὑπεροπτικῶς εἶχον, ὥστε τινὲς καὶ τῶν πρέσβεων παριόντων τὴν οἰκίαν αὐτῶν ἐθάρρησαν καταντλῆσαι βόρβορον.
コリンティア人はフィリッポスの支配下にあり、彼に対して好意的に加担したばかりか、個人的にもローマ人に対して傲慢な態度を取っていた。 そのため、使節たちが自分たちの家の前を通り過ぎる際に、汚水を浴びせることさえあえてする者たちもいたほどであった。
ἀντὶ τούτων μὲν οὖν καὶ ἄλλων ὧν ἐξήμαρτον ἔτισαν δίκας αὐτίκα·
それゆえ、これらのことや彼らが犯したその他の過ちの償いとして、彼らは直ちに罰を受けることとなった。
πεμφθείσης γὰρ ἀξιολόγου στρατιᾶς, αὐτή τε κατέσκαπτο ὑπὸ Λευκίου Μομμίου καὶ τἆλλα μέχρι Μακεδονίας ὑπὸ Ῥωμαίοις ἐγένετο, ἐν ἄλλοις ἄλλων πεμπομένων στρατηγῶν·
すなわち、大規模な軍隊が派遣され、都市自体はルキウス・ムンミウスによって破壊され、その他の地域も、他の将軍たちが次々と派遣される中で、マケドニアに至るまでローマ人の支配下に置かれたのである。
τὴν δὲ χώραν ἔσχον Σικυώνιοι τὴν πλείστην τῆς Κορινθίας.
そして、コリンティアの領土の大部分はシキュオン人が手に入れた。
Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα.
ポリュビオスは、その占領に際して起こった出来事を哀悼の念をもって語る中で、美術品や献納物に対する兵士たちの軽視についても付け加えている。
φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπʼ ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων.
彼は、自らそこに立ち会って、絵画が地面に投げ捨てられ、兵士たちがその上で賽の目遊びをしているのを見たと語っている。
ὀνομάζει δʼ αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφʼ οὗ τινες εἰρῆσθαί φασι τὸ
οὐδὲν πρὸς τὸν Διόνυσον,
καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι.
彼はそれらのうち、アリストレイデスの手によるディオニュソスの絵を挙げており、これに関して、ある人々は「ディオニュソスとは何の関係もない」という言葉が言われたのだと主張している。 また、デイアネイラの衣によって苦しめられているヘラクレスの絵も挙げている。
τοῦτον μὲν οὖν οὐχ ἑωράκαμεν ἡμεῖς, τὸν δὲ Διόνυσον ἀνακείμενον ἐν τῷ Δημητρείῳ τῷ ἐν Ῥώμῃ κάλλιστον ἔργον ἑωρῶμεν·
この(ヘラクレスの)絵は私は見ていないが、ローマのデメテル神殿に奉納されていたディオニュソスの絵は、極めて美しい作品として見ていた。
ἐμπρησθέντος δὲ τοῦ νεὼ συνηφανίσθη καὶ ἡ γραφὴ νεωστί.
しかし、神殿が全焼した際に、その絵も最近になって共に消失してしまった。
σχεδὸν δέ τι καὶ τῶν ἄλλων ἀναθημάτων τῶν ἐν Ῥώμῃ τὰ πλεῖστα καὶ ἄριστα ἐντεῦθεν ἀφῖχθαι· τινὰ δὲ καὶ αἱ κύκλῳ τῆς Ῥώμης πόλεις ἔσχον.
ローマにある他の献納物のうち、その大部分や最も優れたもののほぼすべてがここから運ばれたものであり、その一部はローマ周辺の都市も手に入れた。
μεγαλόφρων γὰρ ὢν μᾶλλον ἢ φιλότεχνος ὁ Μόμμιος, ὥς φασι, μετεδίδου ῥᾳδίως τοῖς δεηθεῖσι.
というのも、ムンミウスは美術愛好家というよりは気前の良い人物であったため、人々が言うには、求めてくる者たちに気前よく分け与えたからである。
Λεύκολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων ὁ Μόμμιος, ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτʼ ἀποδώσων·
ルクッルスは、幸運の神殿と回廊を建設した際、ムンミウスが所有していた彫像の使用を求めた。 それは神殿の落成式まで神殿を装飾し、その後に返却するという名目であった。
οὐκ ἀπέδωκε δέ, ἀλλʼ ἀνέθηκε κελεύσας αἴρειν εἰ βούλεται·
しかし彼は返却せず、そのまま奉納し、望むなら持って行くがよいと言い放った。
πράως δʼ ἤνεγκεν ἐκεῖνος οὐ φροντίσας οὐδέν, ὥστʼ ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον.
ムンミウスはそれを気に留めることもなく寛大に受け流したため、かえって奉納した者よりも評判を高めた。
πολὺν δὲ χρόνον ἐρήμη μείνασα ἡ Κόρινθος ἀνελήφθη πάλιν ὑπὸ Καίσαρος τοῦ θεοῦ διὰ τὴν εὐφυΐαν, ἐποίκους πέμψαντος τοῦ ἀπελευθερικοῦ γένους πλείστους·
長い間荒廃したままであったコリントスは、その地理的優位性のために、神君カエサルによって再建され、解放奴隷の階層から非常に多くの入植者が送り込まれた。
οἳ τὰ ἐρείπια κινοῦντες καὶ τοὺς τάφους συνανασκάπτοντες εὕρισκον ὀστρακίνων τορευμάτων πλήθη, πολλὰ δὲ καὶ χαλκώματα·
彼らは瓦礫を動かし、墓を掘り返す中で、多くの粘土製の浮彫りや、多くの青銅器を発見した。
θαυμάζοντες δὲ τὴν κατασκευὴν οὐδένα τάφον ἀσκευώρητον εἴασαν, ὥστε εὐπορήσαντες τῶν τοιούτων καὶ διατιθέμενοι πολλοῦ νεκροκορινθίων ἐπλήρωσαν τὴν Ῥώμην·
彼らはその精巧さに驚嘆し、どの墓も暴かずにはおかなかった。 その結果、それらの品々を豊富に手に入れ、高値で売りさばくことで、ローマを「ネクロコリンティア」で満たした。
οὕτω γὰρ ἐκάλουν τὰ ἐκ τῶν τάφων ληφθέντα, καὶ μάλιστα τὰ ὀστράκινα.
墓から持ち出されたもの、特に粘土製のものをそう呼んだのである。
κατʼ ἀρχὰς μὲν οὖν ἐτιμήθη σφόδρα ὁμοίως τοῖς χαλκώμασι τοῖς κορινθιουργέσιν, εἶτʼ ἐπαύσαντο τῆς σπουδῆς, ἐκλιπόντων τῶν ὀστράκων καὶ οὐδὲ κατωρθωμένων τῶν πλείστων.
当初はそれらはコリントス製の青銅器と同様に非常に高く評価されたが、やがて粘土製品が枯渇し、しかもその大部分は出来が良くなかったため、熱狂は収まった。
ἡ μὲν δὴ πόλις ἡ τῶν Κορινθίων μεγάλη τε καὶ πλουσία διὰ παντὸς ὑπῆρξεν, ἀνδρῶν τε ηὐπόρησεν ἀγαθῶν εἴς τε τὰ πολιτικὰ καὶ εἰς τὰς τέχνας τὰς δημιουργικάς·
このように、コリンティア人の都市は常に強大かつ富裕であり、政治や手工業の技術に優れた人々を多く輩出した。
μάλιστα γὰρ καὶ ἐνταῦθα καὶ ἐν Σικυῶνι ηὐξήθη γραφική τε καὶ πλαστικὴ καὶ πᾶσα ἡ τοιαύτη δημιουργία.
とりわけここ(コリントス)とシキュオンにおいて、絵画や彫刻、その他すべての同様の手工業が発展したからである。
χώραν δʼ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ τραχεῖαν, ἀφʼ οὗ πάντες ὀφρυόεντα Κόρινθον εἰρήκασι καὶ παροιμιάζονται
"Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται. "
しかし、その領土はあまり肥沃ではなく、曲がりくねって険しかった。 そのため、すべての者が「眉をそばだてたコリントス」と呼び、「コリントスは眉をそばだて、窪んでいる」ということわざが使われている。
§8.6.24Ὀρνεαὶ δʼ εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ, νῦν μὲν ἔρημοι πρότερον δʼ οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφʼ ὧν καὶ ὁ τὰ Πριάπεια ποιήσας Εὐφορίων Ὀρνεάτην καλεῖ τὸν θεόν·
オルネアイは、傍らを流れる川にちなんで名付けられたもので、現在は無人であるが、以前はよく人が住んでおり、崇拝されているプリアポスの神殿があった。 これにちなんで、プリアポス讃歌を作ったエウポリオンは、この神を「オルネアスの神」と呼んでいる。
κεῖνται δʼ ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι.
これらはシキュオン人の平野の上に位置しており、その領土はアルゴス人が手に入れた。
Ἀραιθυρέα δʼ ἐστὶν ἡ νῦν Φλιασία καλουμένη, πόλιν δʼ εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει Κηλώσσῃ·
アライテュレアは、現在フリアシアと呼ばれている地域であり、その領地と同名の都市がケロッセ山の近くにあった。
οἱ δʼ ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα·
しかし、後代の人々がそこを立ち退き、30スタディオン手前にフリウスと呼ぶ都市を建設した。
τῆς δὲ Κηλώσσης μέρος ὁ Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρχὴν Ἀσωπὸς ὁ παραρρέων τὴν Σικυῶνα καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας.
ケロッセ山の一部はカルネアテスであり、そこからアソポス川が源を発している。 この川はシキュオンの傍らを流れ、シキュニアの一部であるアソピアの地を形成している。
ἔστι δʼ Ἀσωπὸς καὶ ὁ παρὰ Θήβας ῥέων καὶ Πλαταιὰς καὶ Τάναγραν, ἄλλος δʼ ἔστιν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων ἣν Παρασωπίους ὀνομάζουσι, τέταρτος δʼ ὁ ἐν Πάρῳ.
アソポス川は、テーバイ、プラタイアイ、タナグラの傍らを流れるものもあり、また別の川がトラキスのヘラクレイアにあり、人々がパラソピオイと呼ぶ村の傍らを流れている。 4つ目はパロス島にある。
κεῖται δʼ ὁ Φλιοῦς ἐν μέσῳ Σικυωνίας Ἀργείας Κλεωνῶν καὶ Στυμφάλου κύκλῳ περιεχόμενος·
フリウスは、シキュニア、アルゲイア、クレオナイ、ステュンパロスに周囲を囲まれた中央に位置している。
τιμᾶται δʼ ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν· καλοῦσι δʼ οὕτω τὴν Ἥβην.
フリウスとシキュオンでは、ディアの神殿が崇拝されており、彼らはヘベをそう呼んでいる。
§8.6.25τὴν δὲ Σικυῶνα πρότερον Μηκώνην ἐκάλουν, ἔτι δὲ πρότερον Αἰγιαλεῖς·
シキュオンは、以前はメコネと呼ばれ、さらに古くはアイギアレイスと呼ばれていた。
ἀνῴκισε δʼ αὐτὴν ἀπὸ θαλάττης ὅσον εἴκοσι σταδίοις (οἱ δὲ δώδεκά φασιν) ἐπὶ λόφον ἐρυμνὸν Δημήτριος·
デメトリオスがそれを海から約20スタディオン(12スタディオンと言う者もいる)離れた険しい丘の上へと移築した。
τὸ δὲ παλαιὸν κτίσμα ἐπίνειόν ἐστιν ἔχον λιμένα.
古い町は港を持つ港湾集落となっている。
ὁρίζει δὲ τὴν Σικυωνίαν καὶ τὴν Κορινθίαν ποταμὸς Νεμέα·
シキュニアとコリンティアの境界を定めるのはネメア川である。
ἐτυραννήθη δὲ πλεῖστον χρόνον, ἀλλʼ ἀεὶ τοὺς τυράννους ἐπιεικεῖς ἄνδρας ἔσχεν, Ἄρατον δʼ ἐπιφανέστατον, ὃς καὶ τὴν πόλιν ἠλευθέρωσε, καὶ Ἀχαιῶν ἦρξε παρʼ ἑκόντων λαβὼν τὴν ἐξουσίαν, καὶ τὸ σύστημα ηὔξησε προσθεὶς αὐτῷ τήν τε πατρίδα καὶ τὰς ἄλλας πόλεις τὰς ἐγγύς.
そこは非常に長い間、僭主たちによって支配されていたが、常に温和な人々を僭主として持っていた。 そのうち最も著名なのはアラトスであり、彼は都市を解放し、自発的に権力を譲り受けたアカイア人たちを率い、祖国や近隣の他の都市を同盟に加えることでその体制を拡大した。
Ὑπερησίην δὲ καὶ τὰς ἑξῆς πόλεις ἃς ὁ ποιητὴς λέγει, καὶ τὸν Αἰγιαλὸν τῶν Ἀχαιῶν ἤδη συμβέβηκεν εἶναι μέχρι Δύμης καὶ τῶν ὅρων τῆς Ἠλείας.
ヒュペレシアや、詩人が語るその後に続く都市、そしてアカイア人の「海岸」は、現在ではデュメやエリスの境界に至るまでアカイア人に属するようになっている。