§8.3.9Ἑκαταῖος δʼ ὁ Μιλήσιος ἑτέρους λέγει τῶν Ἠλείων τοὺς Ἐπειούς·
密かにヘカタオス・ミレトスは、エペイオス人をエレイオス人とは異なる人々であると言っている。
τῷ γοῦν Ἡρακλεῖ συστρατεῦσαι τοὺς Ἐπειοὺς ἐπὶ Αὐγέαν καὶ συνανελεῖν αὐτῷ τόν τε Αὐγέαν καὶ τὴν Ἦλιν·
少なくとも彼によれば、エペイオス人はアウゲアスに対してヘラクラスと共に出兵し、彼とともにアウゲアスとエリスの双方を滅ぼしたという。
φησὶ δὲ καὶ τὴν Δύμην Ἐπειίδα καὶ Ἀχαιίδα.
また彼は、デュメもエペイオス人の都市であり、かつアカイア人の都市でもあると言っている。
πολλὰ μὲν οὖν καὶ μὴ ὄντα λέγουσιν οἱ ἀρχαῖοι συγγραφεῖς, συντεθραμμένοι τῷ ψεύδει διὰ τὰς μυθογραφίας·
さて、古代の著述家たちは、神話作りのために虚偽とともに育ってきたため、実在しない多くのことを語っている。
διὰ δὲ τοῦτο καὶ οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους περὶ τῶν αὐτῶν.
そしてこのために、彼らは同じ事柄について互いに一致していない。
οὐ μέντοι ἄπιστον οὐδʼ εἴ ποτε διάφοροι τοῖς Ἠλείοις ὄντες οἱ Ἐπειοὶ καὶ ἑτεροεθνεῖς εἰς ταὐτὸ συνήρχοντο κατʼ ἐπικράτειαν, καὶ κοινὴν ἔνεμον τὴν πολιτείαν·
しかしながら、仮にエペイオス人がかつてエレイオス人とは異なり、別民族であったとしても、覇権のもとで同じ場所に集まり、共通の国制を営んでいたということは、決して信じがたいことではない。
ἐπεκράτουν δὲ καὶ μέχρι Δύμης.
そして彼らの支配はデュメにまで及んでいた。
ὁ μὲν γὰρ ποιητὴς οὐκ ὠνόμακε τὴν Δύμην, οὐκ ἀπεικὸς δʼ ἐστὶ τότε μὲν αὐτὴν ὑπὸ τοῖς Ἐπειοῖς ὑπάρξαι, ὕστερον δὲ τοῖς Ἴωσιν, ἢ μηδʼ ἐκείνοις ἀλλὰ τοῖς τὴν ἐκείνων χώραν κατασχοῦσιν Ἀχαιοῖς·
というのも、詩人はデュメの名を挙げていないが、当時そこがエペイオス人の支配下にあり、後にはイオニア人、あるいはイオニア人ですらなく彼らの土地を占拠したアカイア人の支配下にあったということは、十分にあり得ることだからである。
τῶν δὲ τεττάρων μερίδων, ὧν ἐντός ἐστι καὶ τὸ Βουπράσιον, ἡ μὲν Ὑρμίνη καὶ ἡ Μύρσινος τῆς Ἠλείας ἐστίν, αἱ λοιπαὶ δὲ ἐπὶ τῶν ὅρων ἤδη τῆς Πισάτιδος, ὡς οἴονταί τινες.
ブウプラスィオンもその内部に含まれる四つの部分のうち、ヒュルミネとミュルシノスはエレイア地方に属するが、残りの部分は、何人かの人々が考えているように、すでにピサティス地方の境界の上に位置している。
§8.3.10Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δʼ οὐκ ἔστιν·
さて、ヒュルミネは小さな町であったが、現在は存在しない。
ἀλλʼ ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα ἢ Ὕρμινα·
代わりにキュレネの近くに、ホルミナまたはヒュルミネと呼ばれる山がちな岬がある。
Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα.
またミュルシノスは現在のミュルトゥンティオンであり、デュメからエリスへと至る道沿いにあって海にまで達している居住地であり、エレイオス人の都市から七十スタディオン離れている。
πέτρην δʼ Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν·
人々はオレニアの岩を現在のスコリス山に比定している。
ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνου τε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος·
というのも、場所も名前も変化しており、またあの詩人が多くのことについてあまり明確に説明していない以上、もっともらしい推測を述べざるを得ないからである。
ἔστι δʼ ὄρος πετρῶδες κοινὸν Δυμαίων τε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, ὃ τῆς Ἤλιδος μὲν διέστηκεν ἑκ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων.
そしてこれはデュメ人、トリタイア人、エレイオス人の共有する岩がちな山であり、アルカディアの別の山であるランペイア山に隣接している。 ランペイア山は、エリスからは百三十スタディオン、アカイアの都市であるトリタイアからはそれと同じ百スタディオン離れている。
τὸ δʼ Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν ᾗ καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι·
またアレイシオンは現在のアレシアエオンであり、アムフィドリス周辺の土地であって、そこでは周辺の住民が月に一度市場を開いている。
κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν·
そしてそれはエリスからオリンピアへと至る山道沿いに位置している。
πρότερον δʼ ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτʼ ἄλλως τῶν ὅρων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς·
以前はピサティス地方の都市であったが、支配者の交代によって、境界は時と場合によって重なり合っていた。
τὸ δʼ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ ὅταν φῇ
"
μέσφʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν
ἵππους πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται.
詩人はアレイシオンを「アレイシオンの丘」とも呼んでおり、次のように言っている。 / 「我々が馬を駆って、小麦豊かなブウプラスィオン、 / オレニアの岩、そしてアレイシオンの丘と呼ばれる場所まで行ったとき。
"
ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷ
καὶ ἔνθʼ Ἀλεισίου κολώνη κέκληται.
」 / というのも、これは「そしてそこにアレイシオンの丘と呼ばれる場所」と同等として、倒置法によって受け取らなければならないからである。
ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον.
また、何人かの人々はアレイシオンという川を示している。
§8.3.11λεγομένων δέ τινων ἐν τῇ Τριφυλίᾳ Καυκώνων πρὸς τῇ Μεσσηνίᾳ, λεγομένης δὲ καὶ τῆς Δύμης Καυκωνίδος ὑπό τινων, ὄντος δὲ καὶ ποταμοῦ ἐν τῇ Δυμαίᾳ μεταξὺ Δύμης καὶ Τριταίας ὃς καλεῖται Καύκων, ζητοῦσι περὶ τῶν Καυκώνων μὴ διττοὶ λέγονται, οἱ μὲν περὶ τὴν Τριφυλίαν οἱ δὲ περὶ Δύμην καὶ Ἦλιν καὶ τὸν Καύκωνα·
さて、トリフュリアのメッセニア寄りにカウコネス人がいると言われ、またデュメも一部の人々によってカウコニスと呼ばれ、さらにデュメ地方のデュメとトリタイアの間にはカウコンと呼ばれる川もあることから、人々はカウコネス人について、彼らが二通りに言われているのではないか、すなわち、一方はトリフュリアの周辺に、他方はデュメ、エリス、およびカウコン川の周辺にいるのではないかと議論している。
ἐμβάλλει δʼ οὗτος εἰς ἕτερον, ὃς Τευθέας ἀρσενικῶς καλεῖται, ὁμώνυμος πολίχνῃ τινὶ τῶν εἰς τὴν Δύμην συνῳκισμένων, πλὴν ὅτι χωρὶς τοῦ σίγμα Τευθέα λέγεται θηλυκῶς αὕτη, ἐκτεινόντων τὴν ἐσχάτην συλλαβήν, ὅπου τὸ τῆς Νεμυδίας Ἀρτέμιδος ἱερόν.
そしてこの川は、男性名詞でテウテアスと呼ばれる別の川に流れ込んでいる。 この川はデュメに合併された小さな町の一つと同名であるが、ただしシグマ(s)を除いて、この町は女性名詞でテウテアと呼ばれ、最後の音節を長く引き延ばして発音され、そこにはネミュディアのアルテミスの神殿がある。
ὁ δὲ Τευθέας εἰς τὸν Ἀχελῶον ἐμβάλλει τὸν κατὰ Λύμην ῥέοντα, ὁμώνυμον τῷ κατὰ Ἀκαρνανίαν, καλούμενον καὶ Πεῖρον.
そしてテウテアス川は、デュメの近くを流れるアケロオス川に合流する。 この川はアカルナニアを流れる同名の川と同じであり、ペイロス川とも呼ばれている。
τοῦ δʼ Ἡσιόδου εἰπόντος
"
ᾤκεε δʼ Ὠλενίην πέτρην ποταμοῖο παρʼ ὄχθας
εὐρεῖος Πείροιο,
"
μεταγράφουσί τινες Πώροιο οὐκ εὖ.
ヘシオドスが、 / 「そして彼は、広きペイロス川の堤の傍ら、 / オレニアの岩の近くに住んでいた」 / と言っているのに対し、何人かの人々は「ポロス」と書き換えているが、これは良くない。
οὔτε γὰρ τὴν Δύμην ὁπόθεν Καυκωνίδα εἰρῆσθαι συμβέβηκε παραλιπεῖν ἄξιον, οὔτε τὸν ποταμὸν ὁπόθεν Καύκων εἴρηται, διὰ τὸ τοὺς Καύκωνας παρέχειν ζήτησιν, οἵ τινές ποτέ εἰσιν, ὅπου φησὶν ἡ Ἀθηνᾶ βαδίζειν κατὰ τὴν τοῦ χρέους κομιδήν.
というのも、カウコネス人が一体何者であるかという問いを彼らが提起している以上、デュメがどのような理由からカウコニスと呼ばれるに至ったのか、またその川がどのような理由からカウコンと呼ばれているのかを省略することは適切ではないからである。 アテナが借金回収のために赴くと言っているのは、まさに彼らのところなのである。
εἰ γὰρ δὴ δεχοίμεθα τοὺς ἐν τῇ Τριφυλίᾳ λέγεσθαι τοὺς περὶ Λέπρειον, οὐκ οἶδʼ ὅπως πιθανὸς ἔσται ὁ λόγος·
もし我々が、レプレオン周辺のトリフュリアにいる者たちのことであると受け取るならば、その説明がどのようにして説得力を持つのか私には分からない。
διὸ καὶ γράφουσί τινες
"
ἔνθα χρεῖός μοι ὀφείλεται Ἤλιδι δίῃ,
οὐκ ὀλίγον.
そのため、何人かの人々は次のように書いている。 / 「そこに私の、神聖なエリスにおける少なからぬ負債があるのだ。
"
σαφεστέραν δʼ ἕξει τὴν ἐπίσκεψιν τοῦτο, ἐπειδὰν τὴν ἑξῆς χώραν περιοδεύσωμεν τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν μέχρι τῆς τῶν Μεσσηνίων μεθορίας.
」 / この問題についての検討は、我々が次に続く地方、すなわちピサティスとトリフュリアをメッセニア人との境界まで巡ったときに、より明確になるであろう。