Humanitext Reader

ストラボン · 地理誌 §8.3.12-8.3.13

フェイア岬とアルフェイオス川および周辺の聖所

244 / 577 箇所 · ギリシア語

要旨

フェイア岬やアルフェイオス川、エウロタス川の流路と源流の記述に続き、アルテミスの聖林とそこにある絵画、そしてサミコンにおけるポセイドン神殿とその管理について詳述している。

§8.3.12μετὰ δὲ τὸν Χελωνάταν ὁ τῶν Πισατῶν ἐστιν αἰγιαλὸς πολύς, εἶτʼ ἄκρα Φειά·
メストの後には、ピサ人の広大な海岸があり、次いでフェイア岬がある。
ἦν δὲ καὶ πολίχνη " Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα· " ἔστι γὰρ καὶ ποτάμιον πλησίον.
また、小さな町もあった。 / 「フェイアの壁の傍ら、イアルダノスの流れの周りに」 / というのも、近くに小さな川もあるからである。
ἔνιοι δʼ ἀρχὴν τῆς Πισάτιδος τὴν Φειάν φασι·
ある人々はフェイアをピサティス地方の始まりであると言っている。
πρόκειται δὲ καὶ ταύτης νησίον καὶ λιμήν, ἔνθεν εἰς Ὀλυμπίαν τὸ ἐγγυτάτω ἐκ θαλάττης εἰσὶ στάδιοι ἑκατὸν εἴκοσιν.
この岬の前方には小島と港が位置しており、そこから海路でオリンピアへの最短の距離は百二十スタディオンである。
εἶτʼ ἄλλη ἄκρα εὐθὺς ἐπὶ πολὺ προὔχουσα ἐπὶ τὴν δύσιν, καθάπερ ὁ Χελωνάτας, ἀφʼ ἧς πάλιν ἐπὶ τὴν Κεφαλληνίαν στάδιοι ἑκατὸν εἴκοσιν.
次いで、ただちに西へ向かってケロナタスのように大きく突き出た別の岬があり、そこから再びケファレニアまでは百二十スタディオンである。
εἶθʼ ὁ Ἀλφειὸς ἐκδίδωσι, διέχων τοῦ Χελωνάτα σταδίους διακοσίους ὀγδοήκοντα, Ἀράξου δὲ πεντακοσίους τετταράκοντα πέντε.
次いでアルフェイオス川が注いでおり、それはケロナタスからは二百八十スタディオン、アラキソスからは五百四十五スタディオン離れている。
ῥεῖ δʼ ἐκ τῶν αὐτῶν τόπων ἐξ ὧν καὶ ὁ Εὐρώτας·
そしてそれは、エウロタス川と同じ場所から流れている。
καλεῖται δὲ Ἀσέα, κώμη τῆς Μεγαλοπολίτιδος, πλησίον ἀλλήλων ἔχουσα δύο πηγάς, ἐξ ὧν ῥέουσιν οἱ λεχθέντες ποταμοί·
アセアと呼ばれるメガロポリス地方の村があり、それは互いに近くに二つの水源を持っており、そこから上述の川が流れている。
δύντες δʼ ὑπὸ γῆς ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, εἶθʼ ὁ μὲν εἰς τὴν Λακωνικὴν ὁ δʼ εἰς τὴν Πισᾶτιν κατάγεται.
それらは多くのスタディオンにわたって地下に潜った後、再び地上に現れ、一方はラコニア地方へ、他方はピサティス地方へと流れ下る。
ὁ μὲν οὖν Εὐρώτας κατὰ τὴν ἀρχὴν τῆς Βλεμινάτιδος ἀναδείξας τὸ ῥεῖθρον, παρʼ αὐτὴν τὴν Σπάρτην ῥυεὶς καὶ διεξιὼν αὐλῶνά τινα μακρὸν κατὰ τὸ Ἕλος, οὗ μέμνηται καὶ ὁ ποιητής, ἐκδίδωσι μεταξὺ Γυθείου τοῦ τῆς Σπάρτης ἐπινείου καὶ Ἀκραίων.
さて、エウロタス川はブレミナティス地方の始まりにおいて流れを現し、スパルタそのものの傍らを流れて、詩人も言及しているヘロスに沿った長い谷を通り抜け、スパルタの港であるギュティオンとアクライアイの間に注ぐ。
ὁ δʼ Ἀλφειὸς παραλαβὼν τόν τε Λάδωνα καὶ τὸν Ἐρύμανθον καὶ ἄλλους ἀσημοτέρους διὰ τῆς Φρίξης καὶ τῆς Πισάτιδος καὶ Τριφυλίας ἐνεχθεὶς παρʼ αὐτὴν τὴν Ὀλυμπίαν ἐπὶ θάλατταν τὴν Σικελικὴν ἐκπίπτει μεταξὺ Φειᾶς τε καὶ Ἐπιταλίου.
一方、アルフェイオス川はラドン川、エリュマントス川、その他のより無名な川を合流させ、フリクサ、ピサティス、トリフュリアを流れてオリンピアそのものの傍らを通り、フェイアとエピタリオンの間のシケリア海に流れ込む。
πρὸς δὲ τῇ ἐκβολῇ τὸ τῆς Ἀλφειωνίας Ἀρτέμιδος ἢ Ἀλφειούσης ἄλσος ἐστὶ (λέγεται γὰρ ἀμφοτέρως), ἀπέχον τῆς Ὀλυμπίας εἰς ὀγδοήκοντα σταδίους.
その河口の近くには、アルフェイオニアあるいはアルフェイウサと呼ばれるアルテミスの聖林がある(どちらの名前でも呼ばれる)。 これはオリンピアから約八十スタディオン離れている。
ταύτῃ δὲ τῇ θεῷ καὶ ἐν Ὀλυμπίᾳ κατʼ ἔτος συντελεῖται πανήγυρις, καθάπερ καὶ τῇ Ἐλαφίᾳ καὶ τῇ Δαφνίᾳ.
この女神に対しては、オリンピアにおいても毎年、エラフィアやダフニアと同様に大祭が執り行われる。
μεστὴ δʼ ἐστὶν ἡ γῆ πᾶσα ἀρτεμισίων τε καὶ ἀφροδισίων καὶ νυμφαίων ἐν ἄλσεσιν ἀνθέων ῳς τὸ πολὺ διὰ τὴν εὐυδρίαν, συχνὰ δὲ καὶ ἑρμεῖα ἐν ταῖς ὁδοῖς, ποσείδια δʼ ἐπὶ ταῖς ἀκταῖς.
そして、その土地全体は、水が豊かなため、その大部分が聖林の中にあり、アルテミスの聖所、アフロディテの聖所、ニュンフェの聖所、そして花々で満ち溢れており、道には多くのヘルメス像があり、海岸にはポセイドン神殿がある。
ἐν δὲ τῷ τῆς Ἀλφειωνίας ἱερῷ γραφαὶ Κλεάνθους τε καὶ Ἀρήγοντος, ἀνδρῶν Κορινθίων, τοῦ μὲν Τροίας ἅλωσις καὶ Ἀθηνᾶς γοναί, τοῦ δʼ Ἄρτεμις ἀναφερομένη ἐπὶ γρυπός, σφόδρα εὐδόκιμοι.
アルフェイオニアの神殿には、コリントス人であるクレアンテスとアレゴンの絵画があり、非常に名高い。 前者の作は『トロイアの陥落』および『アテナの誕生』であり、後者の作は『グリフィンに乗って昇天するアルテミス』である。
§8.3.13εἶτα τὸ διεῖργον ὄρος τῆς Τριφυλίας τὴν Μακιστίαν ἀπὸ τῆς Πισάτιδος·
次いで、トリフュリアのマキスティアをピサティス地方から隔てている山がある。
εἶτʼ ἄλλος ποταμὸς Χαλκὶς καὶ κρήνη Κρουνοὶ καὶ κατοικία Χαλκίς, καὶ τὸ Σαμικὸν μετὰ ταῦτα, ὅπου τὸ μάλιστα τιμώμενον τοῦ Σαμίου Ποσειδῶνος ἱερόν·
次いで別の川カルキス、泉クルノイ、居住地カルキスがあり、その後にサミコンがあり、そこにはサミオスのポセイドンの最も尊ばれている神殿がある。
ἔστι δʼ ἄλσος ἀγριελαιῶν πλέων·
それは野生のオリーブの木で満ちた聖林である。
ἐπεμελοῦντο δʼ αὐτοῦ Μακίστιοι·
マキストス人がこれを管理していた。
οὗτοι δὲ καὶ τὴν ἐκεχειρίαν ἐπήγγελλον, ἣν καλοῦσι Σάμιον·
彼らは、彼らはサミオンと呼ぶ休戦をも布告していた。
συντελοῦσι δʼ εἰς τὸ ἱερὸν πάντες Τριφύλιοι.
そして、すべてのトリフュリア人がこの神殿に寄進している。

語釈・文法注

  1. 8.3.12ἀρτεμισίων τε καὶ ἀφροδισίων καὶ νυμφαίων ἐν ἄλσεσιν ἀνθέων — 形容詞の名詞化(ἀρτεμισίων, ἀφροδισίων, νυμφαίων、「〜の聖所」)と属格の名詞(ἀνθέων、「花々」)はいずれも形容詞 μεστή(満ちた)の補語である。ἐν ἄλσεσιν(聖林の中に)はこれらを修飾する副詞的表現であり、豊かな水のおかげでこれらの聖所や花々が聖林の中に満ち溢れている様子を表している。
  2. 8.3.12τοῦ μὲν ... τοῦ δʼ — コリントス人たちの属格(Κλεάνθους τε καὶ Ἀρήγοντος)を受ける部分冠詞の代名詞的用法であり、前者のクレアンテスと後者のアレゴンを対比している。ここには「〜の作品は(γραφαί)」という所有を表す属格関係が含意されており、動詞を欠く名詞文の形式をとっている。
  3. 8.3.13εἶτα τὸ διεῖργον ὄρος — 動詞(ἐστί など)が省略された名詞文であり、地理的な道程におけるランドマークを羅列するストラボンの叙述スタイルを反映している。主格の 'τὸ διεῖργον ὄρος'(隔てている山)が文の主語かつ文全体の核となる。

この箇所を引用する

ストラボン, 地理誌 §8.3.12-8.3.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.12-8.3.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。