Humanitext Reader

斯特拉波 · 地理学 §8.3.9-8.3.11

艾佩奥斯人与伊利斯四分地及高康人

第 243 段,共 577 段 · 希腊语

内容简介

作者讨论了米利都的赫卡塔奥斯对艾佩奥斯人与伊利斯人的区分,辨析了伊利斯四个部分(许尔米内、米尔西诺斯、奥勒尼亚岩石和阿莱西翁)的具体位置,并考察了关于 Caucones 人的居住地及相关河流名称的地理问题。

§8.3.9Ἑκαταῖος δʼ ὁ Μιλήσιος ἑτέρους λέγει τῶν Ἠλείων τοὺς Ἐπειούς· τῷ γοῦν Ἡρακλεῖ συστρατεῦσαι τοὺς Ἐπειοὺς ἐπὶ Αὐγέαν καὶ συνανελεῖν αὐτῷ τόν τε Αὐγέαν καὶ τὴν Ἦλιν· φησὶ δὲ καὶ τὴν Δύμην Ἐπειίδα καὶ Ἀχαιίδα.
米利都的赫卡塔奥斯则说艾佩奥斯人是不同于伊利斯人的另一类人;无论如何,他说艾佩奥斯人曾与赫拉克勒斯一同出征攻打奥格阿斯,并与他一起毁灭了奥格阿斯和伊利斯;他还说迪梅既是艾佩奥斯人的城市,也是阿卡亚人的城市。
πολλὰ μὲν οὖν καὶ μὴ ὄντα λέγουσιν οἱ ἀρχαῖοι συγγραφεῖς, συντεθραμμένοι τῷ ψεύδει διὰ τὰς μυθογραφίας· διὰ δὲ τοῦτο καὶ οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους περὶ τῶν αὐτῶν.
不过,古代著述家们因为神话创作而与虚伪一同成长,所以说了许多并非真实的事情;也正因为此,他们对于同样的事物并不能相互达成一致。
οὐ μέντοι ἄπιστον οὐδʼ εἴ ποτε διάφοροι τοῖς Ἠλείοις ὄντες οἱ Ἐπειοὶ καὶ ἑτεροεθνεῖς εἰς ταὐτὸ συνήρχοντο κατʼ ἐπικράτειαν, καὶ κοινὴν ἔνεμον τὴν πολιτείαν· ἐπεκράτουν δὲ καὶ μέχρι Δύμης.
然而,即使艾佩奥斯人曾一度不同于伊利斯人且属于不同民族,但若他们在某种统治权下聚集到同一地方并共享公共政体,这绝非不可置信;而且他们的势力甚至扩张到了迪梅。
ὁ μὲν γὰρ ποιητὴς οὐκ ὠνόμακε τὴν Δύμην, οὐκ ἀπεικὸς δʼ ἐστὶ τότε μὲν αὐτὴν ὑπὸ τοῖς Ἐπειοῖς ὑπάρξαι, ὕστερον δὲ τοῖς Ἴωσιν, ἢ μηδʼ ἐκείνοις ἀλλὰ τοῖς τὴν ἐκείνων χώραν κατασχοῦσιν Ἀχαιοῖς· τῶν δὲ τεττάρων μερίδων, ὧν ἐντός ἐστι καὶ τὸ Βουπράσιον, ἡ μὲν Ὑρμίνη καὶ ἡ Μύρσινος τῆς Ἠλείας ἐστίν, αἱ λοιπαὶ δὲ ἐπὶ τῶν ὅρων ἤδη τῆς Πισάτιδος, ὡς οἴονταί τινες.
因为诗人虽未提及迪梅,但当时它处于艾佩奥斯人统治下,后来归于爱奥尼亚人,再后来甚至不归他们而是归于占领了其土地的阿卡亚人,这并非不可能;而在包括布乌普拉西翁在内的四个部分中,许尔米内和米尔西诺斯属于伊利斯地区,其余部分则如某些人所认为的,已经位于皮萨蒂斯地区的边界上。
§8.3.10Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δʼ οὐκ ἔστιν· ἀλλʼ ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα ἢ Ὕρμινα· Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα.
许尔米内曾是个小镇,现在已不复存在;但在靠近库勒涅的地方有一座多山的海岬,被称为奥尔米纳或许尔米内;米尔西诺斯则是现在的米尔通蒂翁,是一个在从迪梅到伊利斯的道路上延伸到海边的定居点,距离伊利斯人的城市七十个斯塔迪翁。
πέτρην δʼ Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν· ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνου τε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος· ἔστι δʼ ὄρος πετρῶδες κοινὸν Δυμαίων τε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, ὃ τῆς Ἤλιδος μὲν διέστηκεν ἑκ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων.
人们将奥勒尼亚岩石比拟为现在的斯科里斯山;因为在地点和名称都已发生变化,且那个人对许多事情并没有说得很清楚的情况下,人们不得不说一些看起来合乎情理的推测;这是一座迪梅人、特里泰亚人和伊利斯人共有的多石之山,紧邻着另一座阿卡迪亚的蓝佩亚山,它距离伊利斯一百三十个斯塔迪翁,距离特里泰亚(作为阿卡亚城市之一)同样是一百个斯塔迪翁。
τὸ δʼ Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν ᾗ καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι· κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν· πρότερον δʼ ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτʼ ἄλλως τῶν ὅρων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς· τὸ δʼ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ ὅταν φῇ " μέσφʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται.
阿莱西翁则是现在的阿莱西亚翁,是阿姆菲多利斯周围的地区,那里的周边居民每月在那里聚集一次举行集市;它位于从伊利斯到奥林匹亚的山路上;以前它是皮萨蒂斯地区的一座城市,由于统治者的更迭,其边界在不同时期有不同的交错;诗人将阿莱西翁也称为“阿莱西翁之丘”,当他说: / “直到我们驱马来到多麦的布乌普拉西翁, / 来到奥勒尼亚岩石,以及那被称为阿莱西翁之丘的地方。
" ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷ καὶ ἔνθʼ Ἀλεισίου κολώνη κέκληται.
” / 因为必须以倒装的方式来理解,其意思等同于“以及那被称为阿莱西翁之丘的地方”。
ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον.
有些人还指出有一条阿莱西翁河。
§8.3.11λεγομένων δέ τινων ἐν τῇ Τριφυλίᾳ Καυκώνων πρὸς τῇ Μεσσηνίᾳ, λεγομένης δὲ καὶ τῆς Δύμης Καυκωνίδος ὑπό τινων, ὄντος δὲ καὶ ποταμοῦ ἐν τῇ Δυμαίᾳ μεταξὺ Δύμης καὶ Τριταίας ὃς καλεῖται Καύκων, ζητοῦσι περὶ τῶν Καυκώνων μὴ διττοὶ λέγονται, οἱ μὲν περὶ τὴν Τριφυλίαν οἱ δὲ περὶ Δύμην καὶ Ἦλιν καὶ τὸν Καύκωνα· ἐμβάλλει δʼ οὗτος εἰς ἕτερον, ὃς Τευθέας ἀρσενικῶς καλεῖται, ὁμώνυμος πολίχνῃ τινὶ τῶν εἰς τὴν Δύμην συνῳκισμένων, πλὴν ὅτι χωρὶς τοῦ σίγμα Τευθέα λέγεται θηλυκῶς αὕτη, ἐκτεινόντων τὴν ἐσχάτην συλλαβήν, ὅπου τὸ τῆς Νεμυδίας Ἀρτέμιδος ἱερόν.
鉴于有人说特里菲利亚靠近梅塞尼亚的地方有卡乌科内斯人,也有人说迪梅被称为卡乌科尼斯,而且在迪梅地区迪梅和特里泰亚之间还有一条被称为卡乌康的河流,人们便探究关于卡乌科内斯人是否被称为两部分,一部分在特里菲利亚周围,另一部分在迪梅、伊利斯及卡乌康河周围;这条河注入另一条在阳性上被称为特乌特阿斯的河流,该河与合并入迪梅的某个小镇同名,只是没有字母西格玛,这个小镇在阴性上被称为特乌特阿,尾音节发长音,那里有内米迪亚的阿耳忒弥斯神庙。
ὁ δὲ Τευθέας εἰς τὸν Ἀχελῶον ἐμβάλλει τὸν κατὰ Λύμην ῥέοντα, ὁμώνυμον τῷ κατὰ Ἀκαρνανίαν, καλούμενον καὶ Πεῖρον.
特乌特阿斯河注入流经迪梅附近的阿克洛奥斯河,该河与阿卡纳尼亚附近的同名河流一致,也被称为佩伊罗斯河。
τοῦ δʼ Ἡσιόδου εἰπόντος " ᾤκεε δʼ Ὠλενίην πέτρην ποταμοῖο παρʼ ὄχθας εὐρεῖος Πείροιο, " μεταγράφουσί τινες Πώροιο οὐκ εὖ.
而赫西俄德曾说: / “他居住在奥勒尼亚岩石,在宽阔的 / 佩伊罗斯河畔,” / 有些人将其改写为“波罗斯”,这并不妥当。
οὔτε γὰρ τὴν Δύμην ὁπόθεν Καυκωνίδα εἰρῆσθαι συμβέβηκε παραλιπεῖν ἄξιον, οὔτε τὸν ποταμὸν ὁπόθεν Καύκων εἴρηται, διὰ τὸ τοὺς Καύκωνας παρέχειν ζήτησιν, οἵ τινές ποτέ εἰσιν, ὅπου φησὶν ἡ Ἀθηνᾶ βαδίζειν κατὰ τὴν τοῦ χρέους κομιδήν.
因为既不应该忽略迪梅因何原因被称为卡乌科尼斯,也不该忽略那条河因何原因被称为卡乌康,因为当雅典娜说要去收债时,卡乌科内斯人是谁正是一个需要探究的问题。
εἰ γὰρ δὴ δεχοίμεθα τοὺς ἐν τῇ Τριφυλίᾳ λέγεσθαι τοὺς περὶ Λέπρειον, οὐκ οἶδʼ ὅπως πιθανὸς ἔσται ὁ λόγος· διὸ καὶ γράφουσί τινες " ἔνθα χρεῖός μοι ὀφείλεται Ἤλιδι δίῃ, οὐκ ὀλίγον.
因为如果我们接受说的是特里菲利亚莱普雷翁周围的人,我不知道这番话怎么能有说服力;因此有些人也写道: / “在神圣的伊利斯,我有一笔不小的 / 债款被拖欠。
" σαφεστέραν δʼ ἕξει τὴν ἐπίσκεψιν τοῦτο, ἐπειδὰν τὴν ἑξῆς χώραν περιοδεύσωμεν τήν τε Πισᾶτιν καὶ τὴν Τριφυλίαν μέχρι τῆς τῶν Μεσσηνίων μεθορίας.
” / 当我们考察接下来的地区,即皮萨蒂斯和特里菲利亚直到与梅塞尼亚人的边界时,这一调查将会得到更清晰的呈现。

词汇与语法注释

  1. 8.3.9Ἑκαταῖος δʼ ὁ Μιλήσιος ἑτέρους λέγει τῶν Ἠλείων τοὺς Ἐπειούς — 词组“ἑτέρους τῶν Ἠλείων”意为“异于伊利斯人”。虽然在语法上也可以解释为“伊利斯人中的其他群体”,但结合后文他们与赫拉克勒斯结盟对抗伊利斯、以及被描述为“异族”(ἑτεροεθνεῖς)的语境,将其理解为与伊利斯人不同的独立民族更为自然。
  2. 8.3.10ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷ καὶ ἔνθʼ Ἀλεισίου κολώνη κέκληται — 指出荷马诗句“Ἀλεισίου ἔνθα κολώνη κέκληται”中的倒装(hyperbaton),其中“ἔνθα”被置于“Ἀλεισίου”之后。其结构应理解为等同于“以及被称为阿莱西翁之丘的地方”,而不是读作“阿莱西翁,在那里它被称为小丘”。
  3. 8.3.11λεγομένων δέ τινων ἐν τῇ Τριφυλίᾳ Καυκώνων... ζητοῦσι — 句首连续出现三个属格独立结构(“λεγομένων δέ...”、“λεγομένης δὲ...”、“ὄντος δὲ...”),它们作为主句动词“ζητοῦσι”(人们探究/讨论)的背景或前提条件。此注旨在理清这一长导入句指向主句的语法骨架。

引用这一段

斯特拉波, 地理学 §8.3.9-8.3.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.3.9-8.3.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。