§8.1.3Ἔφορος μὲν οὖν ἀρχὴν εἶναι τῆς Ἑλλάδος τὴν Ἀκαρνανίαν φησὶν ἀπὸ τῶν ἑσπερίων μερῶν·
エポロスは、西の地域から始めると、アカルナニアがギリシアの始まりであると言う。
ταύτην γὰρ συνάπτειν πρώτην τοῖς Ἠπειρωτικοῖς ἔθνεσιν.
なぜなら、この地がエペイロス人の諸部族に最初に接しているからである、と。
ἀλλʼ ὥσπερ οὗτος τῇ παραλίᾳ μέτρῳ χρώμενος ἐντεῦθεν ποιεῖται τὴν ἀρχήν, ἡγεμονικόν τι τὴν θάλατταν κρίνων πρὸς τὰς τοπογραφίας, ἐπεὶ ἄλλως γʼ ἐνεχώρει κατὰ τὴν Μακεδόνων καὶ Θετταλῶν τὴν ἀρχὴν ἀποφαίνεσθαι τῆς Ἑλλάδος· οὕτω καὶ ἡμῖν προσήκει ἀκολουθοῦσι τῇ φύσει τῶν τόπων σύμβουλον ποιεῖσθαι τὴν θάλατταν.
しかし、彼が海岸線を尺度として用い、そこから始まりを定め、地勢の記述にとって海をある種主導的なものと判定しているように――というのも、さもなければマケドニア人やテサリア人の土地に沿ってギリシアの始まりを提示することも可能であったからであるが――そのように、土地の自然のあり方に従う我々にとっても、海を案内人とすることがふさわしい。
αὕτη δʼ ἐκ τοῦ Σικελικοῦ πελάγους προσπεσοῦσα τῇ μὲν ἀναχεῖται πρὸς τὸν Κορινθιακὸν κόλπον, τῇ δʼ ἀποτελεῖ χερρόνησον μεγάλην τὴν Πελοπόννησον, ἰσθμῷ στενῷ κλειομένην.
そして、この海はシケリア海から押し寄せて、一方ではコリントス湾へと流れ込み、他方では狭い地峡によって閉じられた大きな半島であるペロポネソスを形作っている。
ἔστι δὲ τὰ δύο μέγιστα συστήματα τῆς Ἑλλάδος τό τε ἐντὸς Ἰσθμοῦ καὶ τὸ ἐκτὸς μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ·
ギリシアの二大系統は、地峡の内側と、地峡の外側でペネイオス川の河口に至るまでの地域である。
ἔστι δὲ καὶ μεῖζον καὶ ἐπιφανέστερον τὸ ἐντὸς Ἰσθμοῦ·
そして、地峡の内側の方がより大きく、より顕著である。
σχεδὸν δέ τι καὶ ἀκρόπολίς ἐστιν ἡ Πελοπόννησος τῆς συμπάσης Ἑλλάδος χωρὶς γὰρ τῆς λαμπρότητος καὶ δυνάμεως τῶν ἐνοικησάντων ἐθνῶν αὐτὴ ἡ τῶν τόπων θέσις ὑπογράφει τὴν ἡγεμονίαν ταύτην, κόλποις τε καὶ ἄκραις πολλαῖς καὶ τοῖς σημειωδεστάτοις, χερρονήσοις μεγάλαις, διαπεποικιλμένη, ὧν ἐκ διαδοχῆς ἑτέρα τὴν ἑτέραν ἔχει.
実際、ペロポネソスは全ギリシアのいわばアクロポリスのようなものである。 というのも、そこに居住した諸部族の華々しさや力は別としても、土地の配置そのものがこの主導的な地位を暗示しているからであり、そこは多くの湾や岬、および最も顕著な大半島によって多様に彩られており、それらの半島は順次、一方が他方を包み込んでいる。
ἔστι δὲ πρώτη μὲν τῶν χερρονήσων ἡ Πελοπόννησος, ἰσθμῷ κλειομένη τετταράκοντα σταδίων.
半島のうちの第一のものはペロポネソスであり、四十スタディオンの地峡によって閉じられている。
δευτέρα δὲ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμός ἐστιν ὁ ἐκ Παγῶν τῶν Μεγαρικῶν εἰς Νίσαιαν, τὸ Μεγαρέων ἐπίνειον, ὑπερβολῇ σταδίων ἑκατὸν εἴκοσιν ἀπὸ θαλάττης ἐπὶ θάλατταν.
第二のものは、この半島をも内包するもので、その地峡はメガラのパガイからメガラの港であるニサイアに至る、海から海へと超える百二十スタディオンの距離のものである。
τρίτη δʼ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμὸς ἀπὸ τοῦ μυχοῦ τοῦ Κρισαίου κόλπου μέχρι Θερμοπυλῶν·
第三のものは、この半島をも内包するもので、その地峡はクリサ湾の奥からテルモピュライに至る。
ἡ δʼ ἐπινοουμένη εὐθεῖα γραμμὴ ὅσον πεντακοσίων ὀκτὼ σταδίων τὴν μὲν Βοιωτίαν ἅπασαν ἐντὸς ἀπολαμβάνουσα, τὴν δὲ Φωκίδα τέμνουσα λοξὴν καὶ τοὺς Ἐπικνημιδίους.
また、想定される直線は約五百八スタディオンで、ボイオティア全域を内側に閉じ込め、フォキスとエピクネミディオスを斜めに横切っている。
τετάρτη δὲ ἡ ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου διὰ τῆς Οἴτης καὶ τῆς Τραχινίας εἰς τὸν Μαλιακὸν κόλπον καθήκοντα ἔχουσα τὸν ἰσθμὸν καὶ τὰς Θερμοπύλας, ὅσον ὀκτακοσίων ὄντα σταδίων·
第四のものは、アンブラキア湾からオイテおよびトラキニアを経てマリア湾とテルモピュライにまで達する地峡を持つもので、これは約八百スタディオンである。
πλειόνων δʼ ἢ χιλίων ἄλλος ἐστὶν ἀπὸ τοῦ αὐτοῦ κόλπου τοῦ Ἀμβρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαῖον διήκων μυχόν.
また、千を超えるスタディオンのもう一つの地峡があり、同じアンブラキア湾からテサリア人とマケドニア人の土地を通り、テルマイオス湾の最奥部へと達している。
ὑπαγορεύει δή τινα τάξιν οὐ φαύλην ἡ τῶν χερρονήσων διαδοχή·
このように、半島の連続は、悪くない順序を指し示している。
δεῖ δʼ ἀπὸ τῆς ἐλαχίστης ἄρξασθαι, ἐπιφανεστάτης δέ.
そして、最も小さく、かつ最も顕著なものから始めるべきである。