§8.2.1ἔστι τοίνυν ἡ Πελοπόννησος ἐοικυῖα φύλλῳ πλατάνου τὸ σχῆμα, ἴση σχεδόν τι κατὰ μῆκος καὶ κατὰ πλάτος ὅσον χιλίων καὶ τετρακοσίων σταδίων, τὸ μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω, τοῦτο δʼ ἐστὶ τὸ ἀπὸ τοῦ Χελωνάτα διʼ Ὀλυμπίας καὶ τῆς Μεγαλοπολίτιδος ἐπὶ Ἰσθμόν· τὸ δʼ ἀπὸ τοῦ νότου πρὸς τὴν ἄρκτον, ὅ ἐστι τὸ ἀπὸ Μαλεῶν διʼ Ἀρκαδίας εἰς Αἴγιον·
さて、ペロポネソスはその形状においてプラタナスの葉に似ており、長さと幅はほぼ等しく約千四百スタディオンである。 一方は西から東へ、これはケロナタスからオリンピアおよびメガロポリス地方を経て地峡に至るものであり、他方は南から北へ、これはマレアからアルカディアを経てアイギオンに至るものである。
ἡ δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος· Ἀρτεμίδωρος δὲ καὶ τετρακοσίους προστίθησι·
周囲の長さは、湾の湾入部を巡らずに測るなら四千スタディオンであるとポリュビオスは言い、アルテミドロスはさらに四百を加える。
κατακολπίζοντι δὲ πλείους τῶν ἑξακοσίων ἐπὶ τοῖς πεντακισχιλίοις.
しかし、湾入部を巡って測るなら五千に六百を加えたものを超える。
ὁ δʼ Ἰσθμὸς κατὰ τὸν δίολκον, διʼ οὗ τὰ πορθμεῖα ὑπερνεωλκοῦσιν ἀπὸ τῆς ἑτέρας εἰς τὴν ἑτέραν θάλατταν, εἴρηται ὅτι τετταράκοντα σταδίων ἐστίν.
また地峡は、船を一方の海から他方の海へと陸上輸送するディオルコスのところにおいて、四十スタディオンであることはすでに述べた。
§8.2.2ἔχουσι δὲ τῆς χερρονήσου ταύτης τὸ μὲν ἑσπέριον μέρος Ἠλεῖοι καὶ Μεσσήνιοι, κλυζόμενοι τῷ Σικελικῷ πελάγει·
この半島の西の部分は、シケリア海に洗われているエレイオス人とメッセニオス人が占めている。
προσλαμβάνουσι δὲ καὶ τῆς ἑκατέρωθεν παραλίας, ἡ μὲν Ἠλεία πρὸς ἄρκτον ἐπιστρέφουσα καὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου μέχρι ἄκρας Ἀράξου, καθʼ ἣν ἀντίπορθμός ἐστιν ἥ τε Ἀκαρνανία καὶ αἱ προκείμεναι νῆσοι, Ζάκυνθος καὶ Κεφαλληνία καὶ Ἰθάκη καὶ Ἐχινάδες, ὧν ἐστι καὶ τὸ Δουλίχιον·
そして彼らは両側の海岸線の一部をも取り込んでおり、エレイア地方は北へと湾曲し、アラクソス岬に至るコリントス湾の始まりまでを含んでいる。 アラクソス岬の対岸には、アカルナニアと、その前方に横たわる諸島、すなわちザキュントス、ケファレニア、イタケ、そしてドゥリキオンも属するエキナデス諸島がある。
τῆς δὲ Μεσσηνίας τὸ πλέον ἀνεῳγμένον πρὸς νότον καὶ τὸ Λιβυκὸν πέλαγος μέχρι τῶν καλουμένων Θυρίδων πλησίον Ταινάρου.
一方、メッセニア地方の大部分は、南およびリビュア海に向かって開いており、タイナロンの近くの、いわゆるテュリデスと呼ばれる場所にまで至る。
ἑξῆς δὲ μετὰ μὲν τὴν Ἠλείαν ἐστὶ τὸ τῶν Ἀχαιῶν ἔθνος πρὸς ἄρκτους βλέπον καὶ τῷ Κορινθιακῷ κόλπῳ παρατεῖνον, τελευτᾷ δʼ εἰς τὴν Σικυωνίαν·
次に、エレイアの隣にはアカイア人の部族がおり、北に面してコリントス湾に沿って伸びており、シキュオニア地方に終わる。
ἐντεῦθεν δὲ Σικυὼν καὶ Κόρινθος ἐκδέχεται μέχρι τοῦ Ἰσθμοῦ·
そこからはシキュオンとコリントスが地峡までを継いでいる。
μετὰ δὲ τὴν Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡ Ἀργεία, μέχρι τοῦ Ἰσθμοῦ καὶ αὕτη.
またメッセニアの次には、ラコニケとアルゲイアがあり、これもまた地峡に至る。
κόλποι δʼ εἰσὶν ἐνταῦθα ὅ τε Μεσσηνιακὸς καὶ ὁ Λακωνικὸς καὶ τρίτος ὁ Ἀργολικός, τέταρτος δʼ ὁ Ἑρμιονικὸς καὶ Σαρωνικός (οἱ δὲ Σαλαμινιακὸν καλοῦσιν), ὧν τοὺς μὲν ἡ Λιβυκὴ τοὺς δʼ ἡ Κρητικὴ θάλαττα πληροῖ καὶ τὸ Μυρτῷον πέλαγος·
ここにはメッセニア湾、ラコニア湾、そして第三にアルゴリス湾、第四にヘルミオネ湾およびサロニコス湾(あるいはサラミス湾とも呼ばれる)があり、それらのうちの一部をリビュア海が、他をクレタ海とミルトオン海が満たしている。
τινὲς δὲ καὶ τὸν Σαρωνικὸν πόρον πέλαγος ὀνομάζουσι.
ある人々はサロニコス海峡をも「海」と呼んでいる。
μέση δʼ ἐστὶν ἡ Ἀρκαδία πᾶσιν ἐπικειμένη καὶ γειτνιῶσα τοῖς ἄλλοις ἔθνεσιν.
そして中央にはアルカディアがあり、他のすべての部族の上に位置し、隣接している。
§8.2.3ὁ δὲ Κορινθιακὸς κόλπος ἄρχεται μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Εὐήνου (τινὲς δέ φασιν τοῦ Ἀχελώου τοῦ ὁρίζοντος Ἀκαρνᾶνας καὶ τοὺς Αἰτωλοὺς) καὶ τοῦ Ἀράξου.
コリントス湾は、エウエノス川の河口(ある人々は、アカルナニア人とアイトリア人を分けるアケロオス川の河口だと言う)と、アラクソス岬から始まる。
ἐνταῦθα γὰρ πρῶτον ἀξιόλογον συναγωγὴν λαμβάνουσι πρὸς ἀλλήλας αἱ ἑκατέρωθεν ἀκταί·
なぜなら、ここで初めて、両側の海岸が互いに際立って接近するからである。
προϊοῦσαι δὲ πλέον τελέως συμπίπτουσι κατὰ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον, ὅσον δὴ πέντε σταδίων ἀπολείπουσαι πορθμόν.
さらに進むと、それらはリオンとアンティリオンのところで完全に合流し、わずか五スタディオンほどの海峡を残すのみとなる。
ἔστι δὲ τὸ μὲν Ῥίον τῶν Ἀχαιῶν ἁλιτενὴς ἄκρα, δρεπανοειδῆ τινα ἐπιστροφὴν εἰς τὸ ἐντὸς ἔχουσα·
アカイア人のリオンは浅瀬の岬であり、内側へと鎌のような屈曲を描いている。
καὶ δὴ καὶ καλεῖται Δρέπανον· κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Αἰγίου Ποσειδῶνος ἱερὸν ἔχουσα·
実際、それはドレパノンとも呼ばれており、パトライとアイギオンの間に位置し、ポセイドンの神殿を有している。
τὸ δʼ Ἀντίρριον ἐν μεθορίοις τῆς Αἰτωλίας καὶ τῆς Λοκρίδος ἵδρυται, καλοῦσι δὲ Μολύκριον Ῥίον.
一方、アンティリオンはアイトリアとロクリスの境界に位置しており、人々はそれをモリュクリオン・リオンと呼んでいる。
εἶτʼ ἐντεῦθεν διίσταται πάλιν ἡ παραλία μετρίως ἑκατέρωθεν, προελθοῦσα δʼ εἰς τὸν Κρισαῖον κόλπον ἐνταῦθα τελευτᾷ, κλειομένη τοῖς προσεσπερίοις τῆς Βοιωτίας καὶ τῆς Μεγαρικῆς τέρμοσιν.
そしてそこから、両側の海岸は再び適度に離れ、さらに進んでクリサ湾へと至り、そこで終わりを告げ、ボイオティアとメガラ地方の西の境界によって閉じられる。
ἔχει δὲ τὴν περίμετρον ὁ Κορινθιακὸς κόλπος ἀπὸ μὲν τοῦ Εὐήνου μέχρι Ἀράξου σταδίων δισχιλίων διακοσίων τριάκοντα·
コリントス湾の周囲の長さは、エウエノス川からアラクソス岬までが二千二百三十スタディオンである。
εἰ δʼ ἀπὸ τοῦ Ἀχελώου, πλεονάζοι ἂν ἑκατόν που σταδίοις.
もしアケロオス川から測るなら、およそ百スタディオン多くなるであろう。
ἀπὸ μέντοι Ἀχελώου ἐπὶ τὸν Εὔηνον Ἀκαρνᾶνές εἰσιν, εἶθʼ ἑξῆς ἐπὶ τὸ Ἀντίρριον Αἰτωλοί, τὸ δὲ λοιπὸν μέχρι Ἰσθμοῦ Φωκέων ἐστὶ καὶ Βοιωτῶν καὶ τῆς Μεγαρίδος, στάδιοι χίλιοι ἑκατὸν εἴκοσι δυεῖν δέοντες·
しかし、アケロオス川からエウエノス川まではアカルナニア人が住んでおり、次にアンティリオンまではアイトリア人が、そして残りの地峡までの部分は、フォキス人、ボイオティア人、およびメガリスのものであり、一千百二十に二を欠くスタディオンである。
ἡ δὲ ἀπὸ τοῦ Ἀντιρρίου μέχρι Ἰσθμοῦ θάλαττα Ἀλκυονὶς καλεῖται, μέρος οὖσα τοῦ Κρισαίου κόλπου·
アンティリオンから地峡に至る海はアルキュオニス海と呼ばれ、クリサ湾の一部である。
ἀ Ἰσθμοῦ ἐπὶ τὸν Ἄραξον τριάκοντα ἐπὶ τοῖς.
地峡からアラクソス岬までは、[…]のほかに三十[スタディオン]である。
ὡς μὲν δὴ τύπῳ εἰπεῖν τοιαύτη τις καὶ τοσαύτη ἡ τῆς Πελοποννήσου θέσις καὶ τῆς ἀντιπόρθμου γῆς μέχρι τοῦ μυχοῦ, τοιοῦτος δὲ καὶ ὁ μεταξὺ ἀμφοῖν κόλπος.
大まかに言えば、ペロポネソス、およびその対岸の最奥部に至る土地の配置はこのようなものであり、その大きさもこれほどであって、その間にある湾も同様である。
εἶτα καθʼ ἕκαστα ἐροῦμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Ἠλείας ποιησάμενοι.
次に、エレイア地方から始めて、個々の地域について述べることにしよう。