Humanitext Reader

ストラボン · 地理誌 §8.1.1-8.1.2

ギリシア地理の序論と諸方言および諸民族の分類

237 / 577 箇所 · ギリシア語

要旨

ヨーロッパ西方の記述を終えてギリシアの地理記述を開始するにあたり、先行する地理学者や詩人ホメロスの権威について議論し、続いてギリシアの四大方言および主要民族の分類とその歴史的変遷を概説する。

§8.1.1ἐπεὶ δʼ ἐπιόντες ἀπὸ τῶν ἑσπερίων τῆς Εὐρώπης μερῶν, ὅσα τῇ θαλάττῃ περιέχεται τῇ ἐντὸς καὶ τῇ ἐκτός, τά τε βάρβαρα ἔθνη περιωδεύσαμεν πάντα ἐν αὐτῇ μέχρι τοῦ Τανάιδος καὶ τῆς Ἑλλάδος οὐ πολὺ μέρος, ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν ἰδίᾳ λιμένας ἢ περίπλους ἢ περιόδους γῆς ἤ τι τοιοῦτον ἄλλο ἐπιγράψαντες, ἐν οἷς καὶ τὰ Ἑλλαδικὰ περιέχεται, οἱ δʼ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος· ἄλλοι δʼ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος. τὰ μὲν οὖν τῶν ἄλλων εὐδιαίτητά ἐστι, τὰ δʼ Ὁμήρου σκέψεως δεῖται κριτικῆς, ποιητικῶς τε λέγοντος καὶ οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα, ὧν ὁ χρόνος ἠμαύρωκε τὰ πολλά. ὡς δʼ οὖν δυνατὸν ἐγχειρητέον ἀρξαμένοις ἀφʼ ὧνπερ ἀπελίπομεν· ἐτελεύτα δʼ ἡμῖν ὁ λόγος ἀπὸ μὲν τῆς ἑσπέρας καὶ τῶν ἄρκτων εἰς τὰ Ἠπειρωτικὰ ἔθνη καὶ τὰ τῶν Ἰλλυριῶν, ἀπὸ δὲ τῆς ἕω εἰς τὰ τῶν Μακεδόνων μέχρι Βυζαντίου. μετὰ μὲν οὖν τοὺς Ἠπειρώτας καὶ τοὺς Ἰλλυριοὺς τῶν Ἑλλήνων Ἀκαρνᾶνές εἰσι καὶ Αἰτωλοὶ καὶ Λοκροὶ οἱ Ὀζόλαι· πρὸς δὲ τούτοις Φωκεῖς τε καὶ Βοιωτοί· τούτοις δʼ ἀντίπορθμός ἐστιν ἡ Πελοπόννησος, ἀπολαμβάνουσα μεταξὺ τὸν Κορινθιακὸν κόλπον καὶ σχηματίζουσά τε τοῦτον καὶ σχηματιζομένη ὑπʼ αὐτοῦ· μετὰ δὲ Μακεδονίαν Θετταλοὶ μέχρι Μαλιέων καὶ τῶν ἄλλων τῶν ἐκτὸς Ἰσθμοῦ καὶ αὐτῶν τῶν ἐντός. §8.1.2Ἑλλάδος μὲν οὖν πολλὰ ἔθνη γεγένηται, τὰ δʼ ἀνωτάτω τοσαῦτα ὅσας καὶ διαλέκτους παρειλήφαμεν τὰς Ἑλληνίδας· τούτων δʼ αὐτῶν τεττάρων οὐσῶν τὴν μὲν Ἰάδα τῇ παλαιᾷ Ἀτθίδι τὴν αὐτὴν φαμέν (καὶ γὰρ Ἴωνες ἐκαλοῦντο οἱ τότε Ἀττικοί, καὶ ἐκεῖθέν εἰσιν οἱ τὴν Ἀσίαν ἐποικήσαντες Ἴωνες καὶ χρησάμενοι τῇ νῦν λεγομένῃ γλώττῃ Ἰάδι), τὴν δὲ Δωρίδα τῇ Αἰολίδι· πάντες γὰρ οἱ ἐκτὸς Ἰσθμοῦ πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ τῶν περὶ τὸν Παρνασσὸν Δωριέων καὶ νῦν ἔτι Αἰολεῖς καλοῦνται· καὶ τοὺς Δωριέας δὲ ὀλίγους ὄντας καὶ τραχυτάτην οἰκοῦντας χώραν εἰκός ἐστι τῷ ἀνεπιμίκτῳ παρατρέψαι τὴν γλῶτταν καὶ τὰ ἄλλα ἔθη πρὸς τὸ μὴ ὁμογενές, ὁμογενεῖς πρότερον ὄντας. τοῦτο δʼ αὐτὸ καὶ τοῖς Ἀθηναίοις συνέβη, λεπτόγεών τε καὶ τραχεῖαν οἰκοῦντας χώραν ἀπορθήτους μεῖναι διὰ τοῦτο καὶ αὐτόχθονας νομισθῆναι φησὶν ὁ Θουκυδίδης, κατέχοντας τὴν αὐτὴν ἀεί, μηδενὸς ἐξελαύνοντος αὐτοὺς μηδʼ ἐπιθυμοῦντος ἔχειν τὴν ἐκείνων· τοῦτο τοίνυν αὐτὸ καὶ τοῦ ἑτερογλώττου καὶ τοῦ ἑτεροεθοῦς αἴτιον, ὡς εἰκός, ὑπῆρξε καίπερ ὀλίγοις οὖσιν. οὕτω δὲ τοῦ Αἰολικοῦ πλήθους ἐπικρατοῦντος ἐν τοῖς ἐκτὸς Ἰσθμοῦ, καὶ οἱ ἐντὸς Αἰολεῖς πρότερον ἦσαν, εἶτʼ ἐμίχθησαν, Ἰώνων μὲν ἐκ τῆς Ἀττικῆς τὸν Αἰγιαλὸν κατασχόντων, τῶν δʼ Ἡρακλειδῶν τοὺς Δωριέας καταγαγόντων, ὑφʼ ὧν τά τε Μέγαρα ᾠκίσθη καὶ πολλαὶ τῶν ἐν τῇ Πελοποννήσῳ πόλεων. οἱ μὲν οὖν Ἴωνες ἐξέπεσον πάλιν ταχέως ὑπὸ Ἀχαιῶν, Αἰολικοῦ ἔθνους· ἐλείφθη δʼ ἐν τῇ Πελοποννήσῳ τὰ δύο ἔθνη, τό τε Αἰολικὸν καὶ τὸ Δωρικόν. ὅσοι μὲν οὖν ἧττον τοῖς Δωριεῦσιν ἐπεπλέκοντο (καθάπερ συνέβη τοῖς τε Ἀρκάσι καὶ τοῖς Ἠλείοις, τοῖς μὲν ὀρεινοῖς τελέως οὖσι καὶ οὐκ ἐμπεπτωκόσιν εἰς τὸν κλῆρον, τοῖς δʼ ἱεροῖς νομισθεῖσι τοῦ Ὀλυμπίου Διὸς καὶ καθʼ αὑτοὺς εἰρήνην ἄγουσι πολὺν χρόνον, ἄλλως τε καὶ τοῦ Αἰολικοῦ γένους οὖσι καὶ δεδεγμένοις τὴν Ὀξύλῳ συγκατελθοῦσαν στρατιὰν περὶ τὴν τῶν Ἡρακλειδῶν κάθοδον), οὗτοι αἰολιστὶ διελέχθησαν, οἱ δʼ ἄλλοι μικτῇ τινι ἐχρήσαντο ἐξ ἀμφοῖν, οἱ μὲν μᾶλλον οἱ δʼ ἧττον αἰολίζοντες· σχεδὸν δέ τι καὶ νῦν κατὰ πόλεις ἄλλοι ἄλλως διαλέγονται, δοκοῦσι δὲ δωρίζειν ἅπαντες διὰ τὴν συμβᾶσαν ἐπικράτειαν. τοσαῦτα μὲν οὖν τὰ τῶν Ἑλλήνων ἔθνη καὶ οὕτως, ὡς τύπῳ εἰπεῖν, ἀφωρισμένα. λέγωμεν δὴ διαλαβόντες ὃν χρὴ τρόπον τῇ τάξει περὶ αὐτῶν.
内海と外海に囲まれたヨーロッパの西方地域から進み、その内側にあるタナイス川に至るまでのすべての蛮族の諸部族と、ギリシアの少なからぬ部分を巡ってきたので、今や私たちはギリシアの地理の残りの部分を記述することにしよう。この主題はホメロスが最初に扱い、その後さらに多くの人々がこれに取り組んだ。ある人々は港湾、沿岸航海記、世界周航記、あるいはそのような他の題名を付して個別に記述し、その中にはギリシアの事柄も含まれている。また他の人々は、エポロスやポリュビオスが行ったように、歴史の一般的な記述の中で大陸の地勢を個別に提示した。またポセイドニオスやヒッパルコスのようになお他の人々は、自然学や数学の分野にこのような事柄の一部を取り入れた。さて、他の人々の著作は判断しやすいが、ホメロスの著作は批判的な検討を必要とする。なぜなら、彼は詩的に語っており、現在のことではなく、時間の経過によってその多くが曖昧になってしまった古代のことを語っているからである。いずれにせよ、私たちが中断したまさにその場所から始めて、可能な限り着手しなければならない。私たちの記述は、西と北においてはエペイロス人の諸部族とイルリア人の諸部族で、東においてはマケドニア人の諸部族を経てビザンティオンに至る場所で終わっていた。さて、エペイロス人とイルリア人の次には、ギリシア人のうちアカルナニア人、アイトリア人、そしてオゾリアのロクリス人がおり、これらに隣接してフォキス人とボイオティア人がいる。これらと海を挟んで向かい合っているのがペロポネソスであり、その間にコリントス湾を挟み込み、この湾を形成するとともに、自らもこの湾によって形成されている。マケドニアの次には、マリエウス人や地峡の外側の他の人々、そして地峡の内側の彼ら自身に至るまでのテッサリア人がいる。さて、ギリシアには多くの部族が生じたが、最も根本的なものは、私たちが受け継いでいるギリシア語の諸方言の数と同じだけある。これら自体は4つあるが、私たちはイオニア方言が古代のアッティカ方言と同じであると言う(なぜなら、当時のアッティカの人々はイオニア人と呼ばれており、そこからアジアに入植し、現在イオニア方言と呼ばれる言語を使用するようになったイオニア人が出たからである)。そしてドリス方言をアイオリス方言と同じであると言う。なぜなら、アテナイ人、メガラ人、そしてパルナッソス周辺のドリス人を除いて、地峡の外側のすべての者は現在でもなおアイオリス人と呼ばれているからである。また、ドリス人も数が少なく、極めて険しい土地に住んでいたため、他者と交わらなかったことによって、以前は同族であったにもかかわらず、その言語や他の習俗を同族でないもの(異質なもの)へと変化させたということはあり得ることである。そしてこれと全く同じことがアテナイ人にも起こった。彼らは土壌が薄く険しい土地に住んでいたため、そのおかげで略奪されずに残り、土着の者とみなされたとトゥキディデスは言っている。彼らは、誰も自分たちを追い出したり、自分たちの土地を手に入れようと望んだりしなかったため、常に同じ土地を保持していたのである。したがって、まさにこのことが、彼らが少数であったにもかかわらず、言語や習俗を異にするようになった原因であったことは、当然あり得ることである。このように、地峡の外側ではアイオリス人の多数が優勢を占めていたが、地峡の内側の人々も以前はアイオリス人であった。その後、彼らは混ざり合った。アッティカ出身のイオニア人が海岸地方を占領し、ヘラクレスの末裔たちがドリス人を帰還させ、彼らによってメガラやペロポネソスの多くの都市が建設されたからである。さて、イオニア人はアイオリス系の部族であるアカイア人によって再びすぐに追い出され、ペロポネソスにはアイオリス部族とドリス部族という2つの部族が残された。そこで、ドリス人と交わることが少なかった人々(完全に山地住民であって土地の分配に巻き込まれなかったアルカディア人や、オリンピアのゼウスの聖なる民とみなされ、長きにわたり自分たちだけで平和を享受し、とりわけアイオリス系統であって、ヘラクレスの末裔の帰還の時期にオクシュロスとともに下ってきた軍勢を受け入れたエレイオス人の場合のように)は、アイオリス方言で語り、他の人々は両者が混ざり合った言語を使用し、ある者はより多く、ある者はより少なくアイオリス方言の特徴を示した。実際、現在でも都市ごとに異なって語っているが、歴史的に生じた主導権の掌握のために、すべての者がドリス方言を話しているように見える。ギリシア人の部族はこれほど多く、大まかに言えば、このように区分される。それでは、適切な順序に従ってこれらを分割して語ることにしよう。

語釈・文法注

  1. §8.1.1οὐ πολὺ μέρος — 直前の巻(第7巻)においてマケドニアなどギリシアの周縁部のみを扱ったにすぎないことを指す。「多くない部分」という限定は、直前に置かれた野蛮な諸民族の「すべて(πάντα)」という全般的な言及との対比において用いられている。
  2. §8.1.2τὴν δὲ Δωρίδα τῇ Αἰολίδι — 先行する節の「τὴν μὲν Ἰάδα τῇ παλαιᾷ Ἀτθίδι τὴν αὐτὴν φαμέν」(イオニア方言を古いアッティカ方言と同一であると私たちは言う)から、動詞句「τὴν αὐτὴν φαμέν」が省略された構造。したがって、「ドリス方言をアイオリス方言と(同一であると私たちは言う)」と補って解釈する。
  3. §8.1.2τῷ ἀνεπιμίκτῳ — 形容詞「ἀνεπίμικτος」(交わりのない、孤立した)の中性単数形に冠詞が付いて名詞化されたもので、原因を表す与格として機能している。「他との交わりがないことによって」「孤立していることによって」の意味になる。
  4. §8.1.2τοῖς μὲν ὀρεινοῖς τελέως οὖσι... τοῖς δʼ ἱεροῖς νομισθεῖσι — アルカディア人とエレイオス人をそれぞれ説明する挿入句において、先行する与格「τοῖς τε Ἀρκάσι καὶ τοῖς Ἠλείοις」にそれぞれ対応する同格の与格句。「τοῖς μὲν...」がアルカディア人(Ἀρκάσι)を、「τοῖς δʼ...」がエレイオス人(Ἠλείοις)を修飾する。

この箇所を引用する

ストラボン, 地理誌 §8.1.1-8.1.2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.1.1-8.1.2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。