Humanitext Reader

斯特拉波 · 地理学 §8.1.1-8.1.2

希腊地理导论及方言与部族分类

第 237 段,共 577 段 · 希腊语

内容简介

在结束欧洲西部的考察并开始描述希腊地理之际,作者讨论了荷马及其他地理学者的权威,并概述了希腊四大方言及部族的分类及其历史变迁。

§8.1.1ἐπεὶ δʼ ἐπιόντες ἀπὸ τῶν ἑσπερίων τῆς Εὐρώπης μερῶν, ὅσα τῇ θαλάττῃ περιέχεται τῇ ἐντὸς καὶ τῇ ἐκτός, τά τε βάρβαρα ἔθνη περιωδεύσαμεν πάντα ἐν αὐτῇ μέχρι τοῦ Τανάιδος καὶ τῆς Ἑλλάδος οὐ πολὺ μέρος, ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν ἰδίᾳ λιμένας ἢ περίπλους ἢ περιόδους γῆς ἤ τι τοιοῦτον ἄλλο ἐπιγράψαντες, ἐν οἷς καὶ τὰ Ἑλλαδικὰ περιέχεται, οἱ δʼ ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορός τε ἐποίησε καὶ Πολύβιος· ἄλλοι δʼ εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιός τε καὶ Ἵππαρχος.
既然我们在从欧洲西部地区——即那些被内海和外海包围的地区——出发前进时,已经巡历了其中直到塔奈斯河的所有野蛮民族,以及希腊不多的部分,我们现在将提供希腊地理的其余部分。 这一主题由荷马首先探讨,其后还有其他许多人,其中一些人专门以港口、绕航记、世界环游记或诸如此类的其他名称作标题进行撰述,其中也包含了希腊的事务;而另一些人,则在历史的通史撰述中,将各大陆的地理分布独立展示出来,正如埃福罗斯和波利比乌斯所做的那样;还有些人,如波希多尼和伊帕克斯,在他们的物理学和数学论著中也纳入了部分此类内容。
τὰ μὲν οὖν τῶν ἄλλων εὐδιαίτητά ἐστι, τὰ δʼ Ὁμήρου σκέψεως δεῖται κριτικῆς, ποιητικῶς τε λέγοντος καὶ οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα, ὧν ὁ χρόνος ἠμαύρωκε τὰ πολλά.
其他人的著作易于判定,但荷马的著作则需要批判性的审视,因为他是以诗歌的形式叙述,而且所描写的并非现状,而是古代的事物,其中大部分已被时间所湮没。
ὡς δʼ οὖν δυνατὸν ἐγχειρητέον ἀρξαμένοις ἀφʼ ὧνπερ ἀπελίπομεν·
无论如何,我们必须尽可能从我们刚才中断的地方开始着手。
ἐτελεύτα δʼ ἡμῖν ὁ λόγος ἀπὸ μὲν τῆς ἑσπέρας καὶ τῶν ἄρκτων εἰς τὰ Ἠπειρωτικὰ ἔθνη καὶ τὰ τῶν Ἰλλυριῶν, ἀπὸ δὲ τῆς ἕω εἰς τὰ τῶν Μακεδόνων μέχρι Βυζαντίου.
我们的论述在西方和北方结束于伊庇鲁斯诸族和伊利里亚诸族,在东方则结束于马其顿诸族直至拜占庭。
μετὰ μὲν οὖν τοὺς Ἠπειρώτας καὶ τοὺς Ἰλλυριοὺς τῶν Ἑλλήνων Ἀκαρνᾶνές εἰσι καὶ Αἰτωλοὶ καὶ Λοκροὶ οἱ Ὀζόλαι· πρὸς δὲ τούτοις Φωκεῖς τε καὶ Βοιωτοί· τούτοις δʼ ἀντίπορθμός ἐστιν ἡ Πελοπόννησος, ἀπολαμβάνουσα μεταξὺ τὸν Κορινθιακὸν κόλπον καὶ σχηματίζουσά τε τοῦτον καὶ σχηματιζομένη ὑπʼ αὐτοῦ· μετὰ δὲ Μακεδονίαν Θετταλοὶ μέχρι Μαλιέων καὶ τῶν ἄλλων τῶν ἐκτὸς Ἰσθμοῦ καὶ αὐτῶν τῶν ἐντός.
那么,在伊庇鲁斯人和伊利里亚人之后,希腊人中有阿卡纳尼亚人、埃托利亚人和奥佐利亚的洛克里人;紧邻这些的是福基斯人和波奥蒂亚人;与这些相对的是伯罗奔尼撒,它将科林斯湾夹在中间,既塑造了该湾,也被该湾所塑造;在马其顿之后则是色萨利人,直到马利埃斯人以及地峡之外的其他人和地峡之内的那些人自身。
§8.1.2Ἑλλάδος μὲν οὖν πολλὰ ἔθνη γεγένηται, τὰ δʼ ἀνωτάτω τοσαῦτα ὅσας καὶ διαλέκτους παρειλήφαμεν τὰς Ἑλληνίδας· τούτων δʼ αὐτῶν τεττάρων οὐσῶν τὴν μὲν Ἰάδα τῇ παλαιᾷ Ἀτθίδι τὴν αὐτὴν φαμέν (καὶ γὰρ Ἴωνες ἐκαλοῦντο οἱ τότε Ἀττικοί, καὶ ἐκεῖθέν εἰσιν οἱ τὴν Ἀσίαν ἐποικήσαντες Ἴωνες καὶ χρησάμενοι τῇ νῦν λεγομένῃ γλώττῃ Ἰάδι), τὴν δὲ Δωρίδα τῇ Αἰολίδι·
既然希腊有许多部族产生,但最根本的则与我们所继承的希腊诸方言的数量相同;在这些本身有四种的方言中,我们说爱奥尼亚方言与古阿提卡方言相同(因为当时阿提卡的人被称为爱奥尼亚人,而从那里迁出了殖民亚洲并使用现在被称为爱奥尼亚方言的语言的爱奥尼亚人),而将多利亚方言视作与埃奥利亚方言相同。
πάντες γὰρ οἱ ἐκτὸς Ἰσθμοῦ πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ τῶν περὶ τὸν Παρνασσὸν Δωριέων καὶ νῦν ἔτι Αἰολεῖς καλοῦνται· καὶ τοὺς Δωριέας δὲ ὀλίγους ὄντας καὶ τραχυτάτην οἰκοῦντας χώραν εἰκός ἐστι τῷ ἀνεπιμίκτῳ παρατρέψαι τὴν γλῶτταν καὶ τὰ ἄλλα ἔθη πρὸς τὸ μὴ ὁμογενές, ὁμογενεῖς πρότερον ὄντας.
因为除了雅典人、美加拉人以及帕尔纳索斯周围的多利亚人之外,所有地峡之外的人至今仍被称为埃奥利亚人;而多利亚人,由于人数较少且居住在极其险峻的土地上,因不与外界交往,从而将其语言和其他习俗改变为非同族的,尽管他们先前是同族的,这也是合乎情理的。
τοῦτο δʼ αὐτὸ καὶ τοῖς Ἀθηναίοις συνέβη, λεπτόγεών τε καὶ τραχεῖαν οἰκοῦντας χώραν ἀπορθήτους μεῖναι διὰ τοῦτο καὶ αὐτόχθονας νομισθῆναι φησὶν ὁ Θουκυδίδης, κατέχοντας τὴν αὐτὴν ἀεί, μηδενὸς ἐξελαύνοντος αὐτοὺς μηδʼ ἐπιθυμοῦντος ἔχειν τὴν ἐκείνων·
而这同样的事情也发生在雅典人身上,修昔底德说,他们由于居住在土质贫瘠且险峻的土地上,因此免受蹂躏并被认为是土著,他们始终占有同一块土地,因为没有人驱逐他们,也没有人渴望占有他们的土地。
τοῦτο τοίνυν αὐτὸ καὶ τοῦ ἑτερογλώττου καὶ τοῦ ἑτεροεθοῦς αἴτιον, ὡς εἰκός, ὑπῆρξε καίπερ ὀλίγοις οὖσιν.
因此,这本身很可能就是他们虽然人数较少,却拥有不同语言和习俗的原因。
οὕτω δὲ τοῦ Αἰολικοῦ πλήθους ἐπικρατοῦντος ἐν τοῖς ἐκτὸς Ἰσθμοῦ, καὶ οἱ ἐντὸς Αἰολεῖς πρότερον ἦσαν, εἶτʼ ἐμίχθησαν, Ἰώνων μὲν ἐκ τῆς Ἀττικῆς τὸν Αἰγιαλὸν κατασχόντων, τῶν δʼ Ἡρακλειδῶν τοὺς Δωριέας καταγαγόντων, ὑφʼ ὧν τά τε Μέγαρα ᾠκίσθη καὶ πολλαὶ τῶν ἐν τῇ Πελοποννήσῳ πόλεων.
因此,在埃奥利亚部族在地峡之外占据优势的同时,地峡之内的人以前也是埃奥利亚人,但后来他们混杂了,因为来自阿提卡的爱奥尼亚人占领了海岸,而赫拉克勒斯后裔带回了多利亚人,美加拉和伯罗奔尼撒的许多城市就是由他们建立的。
οἱ μὲν οὖν Ἴωνες ἐξέπεσον πάλιν ταχέως ὑπὸ Ἀχαιῶν, Αἰολικοῦ ἔθνους· ἐλείφθη δʼ ἐν τῇ Πελοποννήσῳ τὰ δύο ἔθνη, τό τε Αἰολικὸν καὶ τὸ Δωρικόν.
不过,爱奥尼亚人很快又被阿卡亚人——一个埃奥利亚部族——驱逐出去;而在伯罗奔尼撒留下了两个部族,即埃奥利亚族和多利亚族。
ὅσοι μὲν οὖν ἧττον τοῖς Δωριεῦσιν ἐπεπλέκοντο (καθάπερ συνέβη τοῖς τε Ἀρκάσι καὶ τοῖς Ἠλείοις, τοῖς μὲν ὀρεινοῖς τελέως οὖσι καὶ οὐκ ἐμπεπτωκόσιν εἰς τὸν κλῆρον, τοῖς δʼ ἱεροῖς νομισθεῖσι τοῦ Ὀλυμπίου Διὸς καὶ καθʼ αὑτοὺς εἰρήνην ἄγουσι πολὺν χρόνον, ἄλλως τε καὶ τοῦ Αἰολικοῦ γένους οὖσι καὶ δεδεγμένοις τὴν Ὀξύλῳ συγκατελθοῦσαν στρατιὰν περὶ τὴν τῶν Ἡρακλειδῶν κάθοδον), οὗτοι αἰολιστὶ διελέχθησαν, οἱ δʼ ἄλλοι μικτῇ τινι ἐχρήσαντο ἐξ ἀμφοῖν, οἱ μὲν μᾶλλον οἱ δʼ ἧττον αἰολίζοντες· σχεδὸν δέ τι καὶ νῦν κατὰ πόλεις ἄλλοι ἄλλως διαλέγονται, δοκοῦσι δὲ δωρίζειν ἅπαντες διὰ τὴν συμβᾶσαν ἐπικράτειαν.
因此,那些与多利亚人交往较少的人(正如阿卡迪亚人和埃利斯人那样——前者完全是山地居民,没有参与土地分配,而后者被认为是奥林匹亚宙斯的圣民,长期独自享有和平,尤其是因为他们属于埃奥利亚族,并且接纳了在赫拉克勒斯后裔回归时与奥克绪罗斯一同返回的军队),使用埃奥利亚方言交谈,而其他人则使用两者的某种混合语言,有些人较多,有些人较少地带有埃奥利亚方言的色彩;事实上,即使在现在,不同的城市也各不相同地交谈,但由于后来形成的统治地位,所有人似乎都在说多利亚方言。
τοσαῦτα μὲν οὖν τὰ τῶν Ἑλλήνων ἔθνη καὶ οὕτως, ὡς τύπῳ εἰπεῖν, ἀφωρισμένα.
希腊的部族有如此之多,概括地说,就是这样划分的。
λέγωμεν δὴ διαλαβόντες ὃν χρὴ τρόπον τῇ τάξει περὶ αὐτῶν.
那么,让我们按照应有的顺序划分并讲述它们吧。

词汇与语法注释

  1. §8.1.1οὐ πολὺ μέρος — 指在前面的卷(第七卷)中仅涉及了马其顿等希腊边缘地区。这一“不多的一部分”的限定,是与前文所述野蛮民族的“全部”(πάντα)形成对比。
  2. §8.1.2τὴν δὲ Δωρίδα τῇ Αἰολίδι — 承前省略。前句 'τὴν μὲν Ἰάδα τῇ παλαιᾷ Ἀτθίδι τὴν αὐτὴν φαμέν'(我们说爱奥尼亚方言与古阿提卡方言相同)中的动词短语 'τὴν αὐτὴν φαμέν'(我们说……与……相同)在此被省略。因此,应补充理解为“(我们说)多利亚方言与埃奥利亚方言(相同)”。
  3. §8.1.2τῷ ἀνεπιμίκτῳ — 形容词 'ἀνεπίμικτος'(无交往的、孤立的)的中性单数形式带冠词的名词化,在此作表示原因的与格:“由于不与外界交往”或“因为孤立”。
  4. §8.1.2τοῖς μὲν ὀρεινοῖς τελέως οὖσι... τοῖς δʼ ἱεροῖς νομισθεῖσι — 在解释阿卡迪亚人和埃利斯人的插入句中,这些是与前文的与格 'τοῖς τε Ἀρκάσι καὶ τοῖς Ἠλείοις' 相对应的同格与格短语。'τοῖς μὲν...' 修饰阿卡迪亚人('Ἀρκάσι'),而 'τοῖς δʼ...' 修饰埃利斯人('Ἠλείοις')。

引用这一段

斯特拉波, 地理学 §8.1.1-8.1.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.1.1-8.1.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。