§7.fragments.55ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται·
エライウスという都市名は男性名詞として用いられる。
τάχα δὲ καὶ ὁ Τραπεζοῦς.
おそらくトラペズスも同様である。
Epit. §7.fragments.56ἔστι δʼ ἐν τῷ περίπλῳ τούτῳ τῷ μετὰ Ἐλαιοῦντα ἡ εἰσβολὴ πρῶτον ἡ εἰς τὴν Προποντίδα διὰ τῶν στενῶν, ἥν φασιν ἀρχὴν εἶναι τοῦ Ἑλλησπόντου·
Epit. エライウスの後のこの周航のなかに、まず海峡を通ってプロポンティス海に入る入り口があり、これを人々はヘレスポントス海の始まりだと言っている。
ἐνταῦθα δʼ ἐστὶ τὸ Κυνὸς σῆμα ἄκρα, οἱ δʼ Ἑκάβης φασί·
ここにはキュノス・セマ(「犬の墓」)岬があり、あるいはヘカベの墓と言う人々もいる。
καὶ γὰρ δείκνυται κάμψαντι τὴν ἄκραν τάφος αὐτῆς.
実際、その岬を回った人には彼女の墓が示されるからである。
εἶτα Μάδυτος καὶ Σηστιὰς ἄκρα, καθʼ ἣν τὸ Ξέρξου ζεῦγμα, καὶ μετὰ ταῦτα Σηστός.
次いでマドュトスとセスティアス岬があり、それに面してクセルクセスの架橋があった。 そしてこの後にセストスがある。
ἀπὸ δὲ Ἐλαιοῦντος ἐπὶ τὸ ζεῦγμα ἑκατὸν ἑβδομήκοντα·
エライウスから架橋までは百七十(スタディオン)である。
μετὰ δὲ Σηστὸν ἐπὶ Αἰγὸς ποταμοὺς διακόσιοι ὀγδοήκοντα, πολίχνην κατεσκαμμένην, ὅπου φασὶ τὸν λίθον πεσεῖν κατὰ τὰ Περσικά·
セストスの後、アイゴス・ポタモイまでは二百八十(スタディオン)であり、これは破壊された小都市であって、そこでペルシア戦争のときに石が落ちたと言われている。
εἶτα Καλλίπολις, ἀφʼ ἧς εἰς Λάμψακον δίαρμα εἰς τὴν Ἀσίαν τετταράκοντα·
次いでカリポリスがあり、そこからアジアのラムプサコスへの渡海距離は四十(スタディオン)である。
εἶτα πολίχνιον κατεσκαμμένον Κριθωτή· εἶτα Πακτύη· εἶτα τὸ Μακρὸν τεῖχος καὶ Λευκὴ ἀκτὴ καὶ τὸ Ἱερὸν ὄρος καὶ Πέρινθος, Σαμίων κτίσμα· εἶτα Σηλυβρία.
次いで破壊された小都市クリトテがあり、次いでパクテュエ、次いで「長城」、レウケ・アクテ、ヒエロン・オロス、そしてサモス人の入植地ペリントス、次いでセリュブリアがある。
ὑπέρκειται δʼ αὐτῶν Σίλτα, καὶ τὸ Ἱερὸν ὄρος τιμᾶται ὑπὸ τῶν ἐγχωρίων καὶ ἔστιν οἷον ἀκρόπολις τῆς χώρας.
それらの上方にはシルタが位置しており、ヒエロン・オロスは現地の人々によって崇拝されていて、この地方のアクロポリスのようなものである。
ἄσφαλτον δʼ ἐξίησιν εἰς τὴν θάλασσαν, καθʼ ὃν τόπον ἡ Προκόννησος ἐγγυτάτω τῆς γῆς ἐστι ἀπὸ ἑκατὸν εἴκοσι σταδίων, τὸ μέταλλον ἔχουσα τῆς λευκῆς μαρμάρου πολύ τε καὶ σπουδαῖον.
それは、プロコンネソス島が陸地に最も近くなる場所(百二十スタディオンの距離)で海にアスファルトを湧き出させており、この島は白大理石の質・量ともに優れた採掘場を持っている。
μετὰ δὲ Σηλυβρίαν Ἀθύρας ἐστὶ ποταμὸς καὶ Βαθυνίας· εἶτα Βυζάντιον καὶ τὰ ἐφεξῆς μέχρι Κυανέων πετρῶν.
セリュブリアの次にはアテュラス川とバテュニアス川があり、次いでビュザンティオンと、キアネアイ岩群に至るまでのその次の土地がある。
E. §7.fragments.57ὅτι ἐκ Περίνθου εἰς Βυζάντιόν εἰσιν ἑξακόσιοι τριάκοντα·
E. ペリントスからビュザンティオンまでは六百三十(スタディオン)である。
ἀπὸ δὲ Ἕβρου καὶ Κυψέλων εἰς Βυζάντιον μέχρι Κυανέων τρισχίλιοι ἑκατόν, ὥς φησιν Ἀρτεμίδωρος·
ヘブロス川およびクプセラからビュザンティオンを経てキアネアイ岩群までは、アルテミドロスが言うには、三千百(スタディオン)である。
τὸ δὲ σύμπαν μῆκος ἀπὸ Ἰονίου κόλπου τοῦ κατὰ Ἀπολλωνίαν μέχρι Βυζαντίου ἑπτακισχίλιοι τριακόσιοι εἴκοσι·
アポロニアの辺りのイオニア湾からビュザンティオンまでの全体の長さは七千三百二十(スタディオン)である。
προστίθησι δʼ ὁ Πολύβιος καὶ ἄλλους ἑκατὸν ὀγδοήκοντα, τὸ τρίτον τοῦ σταδίου προσλαμβάνων ἐπὶ τοῖς ὀκτὼ τοῦ μιλίου σταδίοις.
しかしポリュビオスはさらに百八十(スタディオン)を加えている。 彼は1マイルあたり8スタディオンに加えて、スタディオンの3分の1を付け加えているからである。
Δημήτριος δʼ ὁ Σκήψιος ἐν τοῖς περὶ τοῦ Τρωικοῦ διακόσμου τὸ μὲν ἐκ Περίνθου μέχρι Βυζαντίου φησὶν ἑξακοσίους σταδίους, τὸ δʼ ἴσον μέχρι Παρίου.
スケプシスのデメトリオスは『トロイアの軍勢について』の中で、ペリントスからビュザンティオンまでは六百スタディオンであり、パリオンまでも同等(六百スタディオン)であると言っている。
τὴν δὲ Προποντίδα μήκει μὲν χιλίων καὶ τετρακοσίων ἀποφαίνει σταδίων, εἰς εὖρος δὲ πεντακοσίων.
また、彼はプロポンティス海を長さ千四百スタディオン、幅五百スタディオンであると示している。
τοῦ δὲ Ἑλλησπόντου τὸ στενώτατον ἑπταστάδιόν φησι, μῆκος δὲ τετρακοσίων. E.
また、ヘレスポントス海の最も狭い部分は七スタディオン、長さは四百スタディオンであると言っている。
§7.fragments.58ὅτι Ἑλλήσποντος οὐχ ὁμολογεῖται παρὰ πᾶσιν ὁ αὐτός, ἀλλὰ δόξαι περὶ αὐτοῦ λέγονται πλείους.
E. ヘレスポントス海はすべての人々の間で同じであると合意されているわけではなく、それについては多くの異なる意見が語られている。
οἱ μὲν γὰρ ὅλην τὴν Προποντίδα καλοῦσιν Ἑλλήσποντον, οἱ δὲ μέρος τῆς Προποντίδος τὸ ἐντὸς Περίνθου· οἱ δὲ προσλαμβάνουσι καὶ τῆς ἔξω θαλάσσης τῆς πρὸς τὸ Αἰγαῖον πέλαγος καὶ τὸν Μέλανα κόλπον ἀνεῳγμένης, καὶ οὗτοι ἄλλος ἄλλα ἀποτεμνόμενος·
なぜなら、ある人々はプロポンティス海全体をヘレスポントスと呼び、別の人々はペリントスの内側のプロポンティス海の一部をそう呼び、またある人々は、エーゲ海やメラス湾に向かって開いている外海の一部をもそれに含めており、彼らの間でもそれぞれが異なる範囲を切り取っているからである。
οἱ μὲν τὸ ἀπὸ Σιγείου ἐπὶ Λάμψακον καὶ Κύζικον ἢ Πάριον ἢ Πρίαπον, ὁ δὲ προσλαμβάνων καὶ τὸ ἀπὸ Σιγρίου τῆς Λεσβίας.
ある者はシゲイオンからラムプサコス、およびキジコス、あるいはパリオン、あるいはプリアポスに至るまでの範囲をそう呼び、別の者はレスボス島のシグリオンからの範囲をも含めている。
οὐκ ὀκνοῦσι δέ τινες καὶ τὸ μέχρι τοῦ Μυρτῴου πελάγους ἅπαν καλεῖν Ἑλλήσποντον, εἴπερ, ὥς φησιν ἐν τοῖς ὕμνοις Πίνδαρος, οἱ μεθʼ Ἡρακλέους ἐκ Τροίας πλέοντες διὰ παρθένιον Ἕλλας πορθμόν, ἐπεὶ τῷ Μυρτῴῳ συνῆψαν, εἰς Κῶν ἐπαλινδρόμησαν ζεφύρου ἀντιπνεύσαντος.
中には、ミルロオン海に至るまでの全体をヘレスポントスと呼ぶことを躊躇しない者さえいる。 もし、ピンダロスが讃歌の中で、ヘラクレスと共にトロイアから乙女の海峡を通って航海した人々が、ミルロオン海に達したとき、西風が逆巻いたためにコス島へと引き返した、と言っているのが本当であるならば。
οὕτω δὲ καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Θερμαίου κόλπου καὶ τῆς κατὰ Θετταλίαν καὶ Μακεδονίαν θαλάσσης ἅπαν ἀξιοῦσιν Ἑλλήσποντον προσαγορεύειν δεῖν, μάρτυρα καὶ Ὅμηρον καλοῦντες.
このように、彼らはまた、テルマイオス湾、およびテッサリアとマケドニアに臨む海に至るまでのエーゲ海全体をヘレスポントスと呼ぶべきだと主張し、ホメロスをもその証人として引き合いに出している。
φησὶ γάρ
"
ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
ἦρι μάλʼ Ἑλλήσποντον ἐπʼ ἰχθυοέντα πλεούσας
νῆας ἐμάς.
なぜなら、彼はこう言っているからである。 「もしお前が望み、また気にかけるならば、早朝に、魚の豊かなヘレスポントスへと航行する私の船をお前は見るであろう。
"
ἐλέγχεται δὲ τὸ τοιοῦτον ἐκ τῶν ἐπῶν ἐκείνων
"
ἥρως Ἰμβρασίδης, ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει·
」しかし、このような見解は次の詩句によって論破される。 「アイノスからやって来た英雄、インブラソスの子。
"
οὗτος δὲ τῶν Θρᾳκῶν ἡγεῖτο
"
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει·
」彼は、「流れの激しいヘレスポントスがその内に閉じ込めている限りの」トラキア人たちを率いていた。
"
τοὺς γὰρ ἐφεξῆς τούτων ἐκτὸς ἂν καὶ τοῦ Ἑλλησπόντου καθιδρυμένους ἀποφαίνοι.
なぜなら、その後に続く者たちを、彼はヘレスポントスの外側に居住している者として示していることになるからである。
ἡ μὲν γὰρ Αἶνος κεῖται κατὰ τὴν πρότερον Ἀψυνθίδα νῦν δὲ Κορπιλικὴν λεγομένην, ἡ δὲ τῶν Κικόνων ἐφεξῆς πρὸς δύσιν. E.
実際、アイノスは、かつてはアプシンティス、現在はコルピリケと呼ばれている地方に位置しており、キコネス人の土地は西の隣にあるからである。
§7.fragments.58aΤετραχωρῖται, οἱ Βεσσοί, ὡς Στράβων ἑβδόμῃ.
E. テトラコ―リタイとはベッソイ人のことであり、ストラボンが第七巻で述べている通りである。
οὗτοι λέγονται καὶ Τετράκωμοι.
彼らはテトラコーモイとも呼ばれる。
Stephanus, v. Τετραχωρῖται. §7.fragments.58bλέγει γὰρ (Στράβων) αὐτὸν ἐν τῇ ἑβδόμῃ (τῶν γεωγραφουμένων) ἐγνωκέναι Ποσειδώνιον τὸν ἀπὸ τῆς στοᾶς φιλόσοφον συγγενομένου Σκιπίωνι τῷ τὴν Καρχηδόνα ἑλόντι.
Stephanus, v. テトラコ―リタイ. なぜなら、(ストラボンは)第七巻で、ストア派の哲学者ポセイドニオスが、カルタゴを攻略したスキピオと交際があったことを(自身が)知っていた、と述べているからである。
Athenaeus 14 p. 657 f.
Athenaeus 14 p. 657 f.