Humanitext Reader

ストラボン · 地理誌 §7.fragments.9-7.fragments.13

マケドニアの境界と諸民族および海岸線

228 / 577 箇所 · ギリシア語

要旨

マケドニアの地理的範囲とその境界、および古代名エマティアの由来やこの地に居住していた諸民族の歴史について概説し、最後に沿岸部の広がりについて説明している。

§7.fragments.9λοιπὴ δʼ ἐστὶ τῆς Εὐρώπης ἥ τε Μακεδονία καὶ τῆς Θρᾴκης τὰ συνεχῆ ταύτῃ μέχρι Βυζαντίου καὶ ἡ Ἑλλὰς καὶ αἱ προσεχεῖς νῆσοι.
ヨーロッパの残る部分は、マケドニアと、ビザンティオンに至るこれに連続するトラキアの地域、およびギリシアとそれに隣接する諸島である。
ἔστι μὲν οὖν Ἑλλὰς καὶ ἡ Μακεδονία· νυνὶ μέντοι τῇ φύσει τῶν τόπων ἀκολουθοῦντες καὶ τῷ σχήματι χωρὶς ἔγνωμεν αὐτὴν ἀπὸ τῆς ἄλλης Ἑλλάδος τάξαι καὶ συνάψαι πρὸς τὴν ὅμορον αὐτῇ Θρᾴκην μέχρι τοῦ στόματος τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος.
したがって、確かにマケドニアもギリシアの一部なのであるが、今回は場所の自然な状態と形状に従って、これを他のギリシアから区別して配置し、エウクセイノス海の口とプロポンティスに至る、これに隣接するトラキアと結びつけることにした。
εἶτα μετʼ ὀλίγα μέμνηται Κυψέλων καὶ τοῦ Ἕβρου ποταμοῦ.
この後、少し進んでキプセラとヘブロス川に言及している。
καταγράφει δὲ καί τι σχῆμα παραλληλόγραμμον, ἐν ᾧ ἡ σύμπασα Μακεδονία ἐστίν.
またマケドニア全体が含まれる平行四辺形の形状を描き出している。
E.
『バチカン摘要』より。
§7.fragments.10ὅτι ἡ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου·
マケドニアは、西はアドリア海の沿岸によって、東はこれと平行な、ヘブロス川の河口とキプセラの町を通る南行する経線によって、北はベルティスコス山、スカルドス山、オルベロス山、ロドペ山、ハイモス山を通ると想定される直線によって画定される。
τὰ γὰρ ὄρη ταῦτα ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου διήκει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θρᾴκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαΐαν·
というのも、これらの山々はアドリア海から始まってエウクセイノス海まで一直線に伸びており、南に向かって大きな半島を形成し、そこにトラキア、マケドニア、イペイロス、アカイアが共に位置しているからである。
ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰοῦσιν ἕως Θεσσαλονικείας·
南は、デュラキオンの町から東に向かってテサロニキにまで行く者にとってのエグナティア街道によって画定される。
καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλογράμμου ἔγγιστα.
マケドニアのこの形状は、ほぼ平行四辺形である。
Epit.
『摘要』より。
§7.fragments.11ὅτι Ἠμαθία ἐκαλεῖτο πρότερον ἡ νῦν Μακεδονία.
現在のマケドニアは以前はエマティアと呼ばれていた。
ἔλαβε δὲ τοὔνομα τοῦτο ἀπʼ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος.
この名は古代の支配者の一人であるマケドンに由来する。
ἦν δὲ καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ.
また海沿いにはエマティアという都市もあった。
κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες·
この地はイペイロス人の一部やイリュリア人、そして大部分はボッティアイオイ人とトラキア人が占めていた。
οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος·
前者は、言われているところではクレタ島に起源を持つ血統であり、ボットンを指導者として持っていた。 トラキア人のうち、ピエレス人はピエリアとオリンポス周辺に居住し、パイオネス人はアクシオス川とそのためにアムパクシティスと呼ばれる地域の周辺に、エドノイ人とビサルタイ人はストリュモン川に至る残りの地域に居住していた。
ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δʼ οἱ μὲν Μυγδόνες οἱ δὲ Ἤδωνες οἱ δὲ Σίθωνες.
彼らのうち、一部はまさにこの通りビサルタイと呼ばれ、エドノイ人のうち一部はミュグドネス、他はエドネス、他はシトネスと呼ばれた。
τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ.
これらすべての者たちに対して、アルゲアダイと呼ばれる者たちと、エウボイアのカルキス人が支配権を確立した。
ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον·
エウボイアのカルキス人はさらにシトネス人の土地に侵入し、その中に約30の都市を共同で建設したが、後にそこから追い出され、彼らの大部分は一つの都市オリントスに集まった。
ὠνομάζοντο δʼ οἱ ἐπὶ Θρᾴκης Χαλκιδεῖς.
彼らはトラキア地方のカルキス人と呼ばれた。
E.
『バチカン摘要』より。
§7.fragments.11aτὸ δὲ ἐθνικὸν τοῦ Βόττεια διὰ τοῦ ι, ὡς Στράβων ἐν ζ.
「ボッテイア」の民族名はイオタ(ι)を伴って書かれる。 ストラボンが第七巻で述べている通りである。
καλεῖται δὲ ἀπὸ Βόττωνος τοῦ Κρητὸς.
これはクレタ人ボットンに由来して名付けられた。
Etymol. m. p. 206, 6.
『大語源辞典』より。
§7.fragments.12ὅτι Πηνειὸς μὲν ὁρίζει τὴν κάτω καὶ πρὸς θαλάττῃ Μακεδονίαν ἀπὸ Θετταλίας καὶ Μαγνησίας, Ἁλιάκμων δὲ τὴν ἄνω, καὶ ἔτι τοὺς Ἠπειρώτας καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ ὁ Ἐρίγων καὶ ὁ Ἀξιὸς καὶ ἕτεροι.
ペネイオス川は下方の、海に面したマケドニアをテッサリアおよびマグネシアから画定し、ハリアクモン川は上方のマケドニアを画定している。 そしてさらに、ハリアクモン川自体とエリゴン川、アクシオス川、その他の川がイペイロス人とパイオニア人を画定している。
E.
『バチカン摘要』より。
§7.fragments.13ὅτι ἐστὶ τῆς παραλίας τῆς Μακεδονικῆς ἀπὸ τοῦ μυχοῦ τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας ἡ μὲν τεταμένη πρὸς νότον μέχρι Σουνίου, ἡ δὲ πρὸς ἕω μέχρι τῆς Θρᾳκίας χερρονήσου, γωνίαν τινὰ ποιοῦσα κατὰ τὸν μυχόν.
マケドニアの沿岸部のうち、テルマイオス湾の最奥部およびテサロニキから延びる部分には、南に向かってスニオンにまで達する部分と、東に向かってトラキアの半島にまで達する部分があり、その最奥部で一種の角を形成している。
εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας, ἀπὸ τῆς προτέρας λεχθείσης ἀρκτέον.
マケドニアはこれら両方の方向に達しているので、先に述べた方から始めるのがよい。
τὰ μὲν δὴ πρῶτα μέρη τὰ περὶ Σούνιον ὑπερκειμένην ἔχει τὴν Ἀττικὴν σὺν τῇ Μεγαρικῇ μέχρι τοῦ Κρισαίου κόλπου·
さて、スニオン周辺の最初の部分は、その上方にアッティカがメガリス地方を伴ってクリサ湾にまで位置している。
μετὰ δὲ ταύτην ἡ Βοιωτική ἐστι παραλία ἡ πρὸς Εὔβοιαν· ὑπέρκειται δʼ αὐτῆς ἡ λοιπὴ Βοιωτία ἐπὶ δύσιν παράλληλος τῇ Ἀττικῇ.
その次にはエウボイアに面したボイオティアの沿岸があり、その上方にはアッティカと並行して西に延びる残りのボイオティアが位置している。
λέγει δὲ καὶ τὴν Ἐγνατίαν ὁδὸν τελευτᾶν εἰς Θεσσαλονίκειαν ἀπὸ τοῦ Ἰονίου κόλπου.
また、エグナティア街道がイオニア湾から始まってテサロニキで終わるとも述べている。
E.
『バチカン摘要』より。

語釈・文法注

  1. §7.fragments.9νυνὶ μέντοι τῇ φύσει τῶν τόπων ἀκολουθοῦντες καὶ τῷ σχήματι χωρὶς ἔγνωμεν αὐτὴν ἀπὸ τῆς ἄλλης Ἑλλάδος τάξαι — 分詞 ἀκολουθοῦντες(従う)は主節の動詞 ἔγνωμεν(決定した、著者複数)にかかる副詞的分詞で、理由または手段を表す。不定詞 τάξαι(配置する)と συνάψαι(結びつける)は、ἔγνωμεν の目的語として機能している。
  2. §7.fragments.10τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ — νοουμένῃ は動詞 νοέω(思考する、想定する)の現在受動態分詞で、ここでは「頭の中で思い描かれる」「仮想の、想定される」という意味で γραμμῇ(線)を修飾している。実際に物理的に引かれている境界線ではなく、地理的な概念上の直線を指す。
  3. §7.fragments.11οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες — τὸ γένος は「関係の対格(観点の対格)」であり、分詞 ὄντες(〜である)とともに「出自に関しては、血統においては」という意味を表す。
  4. §7.fragments.12καὶ ἔτι τοὺς Ἠπειρωτῶν καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ ὁ Ἐρίγων καὶ ὁ Ἀξιὸς καὶ ἕτεροι — テキストの τοὺς Ἠπειρωτῶν は、おそらく写本の誤記で τοὺς Ἠπειρώτας(対格)の意。前文の ὁρίζει(画定する)の目的語として機能している。主語は καὶ αὐτὸς(ハリアクモン川自身)とそれに続く河川の名。
  5. §7.fragments.13εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας — 属格独立構文(genitive absolute)であり、原因、または前提条件を表している。ἑκάτερον は、前文で言われた南部方向と東部方向の2つの沿岸方向を指す。

この箇所を引用する

ストラボン, 地理誌 §7.fragments.9-7.fragments.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.9-7.fragments.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。