§7.fragments.9λοιπὴ δʼ ἐστὶ τῆς Εὐρώπης ἥ τε Μακεδονία καὶ τῆς Θρᾴκης τὰ συνεχῆ ταύτῃ μέχρι Βυζαντίου καὶ ἡ Ἑλλὰς καὶ αἱ προσεχεῖς νῆσοι.
欧洲的其余部分是马其顿、与之相连一直延伸到拜占庭的色雷斯地区、希腊以及邻近的岛屿。
ἔστι μὲν οὖν Ἑλλὰς καὶ ἡ Μακεδονία· νυνὶ μέντοι τῇ φύσει τῶν τόπων ἀκολουθοῦντες καὶ τῷ σχήματι χωρὶς ἔγνωμεν αὐτὴν ἀπὸ τῆς ἄλλης Ἑλλάδος τάξαι καὶ συνάψαι πρὸς τὴν ὅμορον αὐτῇ Θρᾴκην μέχρι τοῦ στόματος τοῦ Εὐξείνου καὶ τῆς Προποντίδος.
当然,马其顿确实也是希腊的一部分;然而,目前根据这些地方的自然状况和形状,我们决定将其与希腊的其他部分分开配置,并将其与与之相邻、一直延伸到厄克辛海口和普罗朋提斯的色雷斯相连。
εἶτα μετʼ ὀλίγα μέμνηται Κυψέλων καὶ τοῦ Ἕβρου ποταμοῦ.
此后,稍进几步,他提到了基普塞拉和赫布罗斯河。
καταγράφει δὲ καί τι σχῆμα παραλληλόγραμμον, ἐν ᾧ ἡ σύμπασα Μακεδονία ἐστίν.
他还描绘了一个包含整个马其顿在内的平行四边形。
E.
《梵蒂冈摘要》。
§7.fragments.10ὅτι ἡ Μακεδονία περιορίζεται ἐκ μὲν δυσμῶν τῇ παραλίᾳ τοῦ Ἀδρίου, ἐξ ἀνατολῶν δὲ τῇ παραλλήλῳ ταύτης μεσημβρινῇ γραμμῇ τῇ διὰ τῶν ἐκβολῶν Ἕβρου ποταμοῦ καὶ Κυψέλων πόλεως, ἐκ βορρᾶ δὲ τῇ νοουμένῃ εὐθείᾳ γραμμῇ τῇ διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου καὶ Ῥοδόπης καὶ Αἵμου· τὰ γὰρ ὄρη ταῦτα ἀρχόμενα ἀπὸ τοῦ Ἀδρίου διήκει κατὰ εὐθεῖαν γραμμὴν ἕως τοῦ Εὐξείνου, ποιοῦντα χερρόνησον μεγάλην πρὸς νότον, τήν τε Θρᾴκην ὁμοῦ καὶ Μακεδονίαν καὶ Ἤπειρον καὶ Ἀχαΐαν· ἐκ νότου δὲ τῇ Ἐγνατίᾳ ὁδῷ ἀπὸ Δυρραχίου πόλεως πρὸς ἀνατολὰς ἰοῦσιν ἕως Θεσσαλονικείας·
马其顿的边界划定如下:西以亚德里亚海海岸为界;东以与之平行的、穿过赫布罗斯河口和基普塞拉城的南行经线为界;北以一条假想的直线为界,该线穿过贝尔蒂斯科斯山、斯卡尔多斯山、奥尔贝洛斯山、罗多彼山和海莫斯山(因为这些山脉自亚德里亚海开始,呈直线延伸至厄克辛海,向南形成一个大半岛,包容了色雷斯以及马其顿、伊庇鲁斯和阿哈伊亚);南以埃格纳蒂亚大道为界,供那些从迪拉基翁城向东前往塞萨洛尼基的人通行。
καὶ ἔστι τὸ σχῆμα τοῦτο τῆς Μακεδονίας παραλληλογράμμου ἔγγιστα.
马其顿的这一形状几乎是一个平行四边形。
Epit.
《摘要》。
§7.fragments.11ὅτι Ἠμαθία ἐκαλεῖτο πρότερον ἡ νῦν Μακεδονία.
现在的马其顿以前被称为埃马提亚。
ἔλαβε δὲ τοὔνομα τοῦτο ἀπʼ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος.
这一名称得自古代统治者之一马其顿。
ἦν δὲ καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ.
在沿海地区也曾有一个名为埃马提亚的城市。
κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες·
这片土地曾被伊庇鲁斯人的一部分和伊利里亚人占领,但大部分是由波提埃伊人和色雷斯人占领。
οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ γένος ὄντες, ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι Στρυμόνος·
据说,前者是起源于克里特岛的种族,拥有波顿作为领袖;在色雷斯人中,皮埃雷斯人居住在皮埃里亚和奥林匹斯山周围,派奥尼亚人居住在阿克西奥斯河及因此被称为阿姆法克西提斯的地区周围,埃多尼人和比萨尔泰人则居住在一直延伸到斯特里蒙河的其余地区。
ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δʼ οἱ μὲν Μυγδόνες οἱ δὲ Ἤδωνες οἱ δὲ Σίθωνες.
在这些人中,有些人就按这个名字被称为比萨尔泰人,而在埃多尼人中,有些人被称为米格多内斯人,有些被称为埃多内斯人,另一些被称为西托内斯人。
τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ.
在所有这些人中,被称为阿尔格阿代的人和欧波亚的哈尔基斯人确立了统治权。
ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον· ὠνομάζοντο δʼ οἱ ἐπὶ Θρᾴκης Χαλκιδεῖς.
欧波亚的哈尔基斯人还侵入西托内斯人的土地,并在其中共同建立了大约三十个城市,后来他们被从那里驱逐,其中大多数人聚集到一个城市,即奥林索斯;他们被称为色雷斯地区的哈尔基斯人。
E.
《梵蒂冈摘要》。
§7.fragments.11aτὸ δὲ ἐθνικὸν τοῦ Βόττεια διὰ τοῦ ι, ὡς Στράβων ἐν ζ.
“波特伊亚”(Botteia)的族名是用带约塔(ι)的字母拼写的,正如斯特拉波在第七卷中所说。
καλεῖται δὲ ἀπὸ Βόττωνος τοῦ Κρητὸς.
它是因克里特人波顿而得名。
Etymol. m. p. 206, 6.
《大词源典》。
§7.fragments.12ὅτι Πηνειὸς μὲν ὁρίζει τὴν κάτω καὶ πρὸς θαλάττῃ Μακεδονίαν ἀπὸ Θετταλίας καὶ Μαγνησίας, Ἁλιάκμων δὲ τὴν ἄνω, καὶ ἔτι τοὺς Ἠπειρώτας καὶ τοὺς Παίονας καὶ αὐτὸς καὶ ὁ Ἐρίγων καὶ ὁ Ἀξιὸς καὶ ἕτεροι.
佩内乌斯河将下部且临海的马其顿与塞萨里亚及马格尼西亚分开,哈利亚克蒙河则划定上马其顿,而且哈利亚克蒙河自身以及埃里贡河、阿克西奥斯河及其他河流还进一步划定了伊庇鲁斯人和派奥尼亚人的边界。
E.
《梵蒂冈摘要》。
§7.fragments.13ὅτι ἐστὶ τῆς παραλίας τῆς Μακεδονικῆς ἀπὸ τοῦ μυχοῦ τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας ἡ μὲν τεταμένη πρὸς νότον μέχρι Σουνίου, ἡ δὲ πρὸς ἕω μέχρι τῆς Θρᾳκίας χερρονήσου, γωνίαν τινὰ ποιοῦσα κατὰ τὸν μυχόν.
在马其顿沿海地区,从塞尔迈湾最深处及塞萨洛尼基开始延伸的部分中,一部分向南延伸至苏尼翁,另一部分向东延伸至色雷斯半岛,在最深处形成一个角。
εἰς ἑκάτερον δὲ καθηκούσης τῆς Μακεδονίας, ἀπὸ τῆς προτέρας λεχθείσης ἀρκτέον.
由于马其顿延伸至这两个方向中的每一个,我们必须从先提到的那个(向南的)部分开始。
τὰ μὲν δὴ πρῶτα μέρη τὰ περὶ Σούνιον ὑπερκειμένην ἔχει τὴν Ἀττικὴν σὺν τῇ Μεγαρικῇ μέχρι τοῦ Κρισαίου κόλπου· μετὰ δὲ ταύτην ἡ Βοιωτική ἐστι παραλία ἡ πρὸς Εὔβοιαν· ὑπέρκειται δʼ αὐτῆς ἡ λοιπὴ Βοιωτία ἐπὶ δύσιν παράλληλος τῇ Ἀττικῇ.
苏尼翁周围的第一部分,其上方是阿提卡以及梅加里斯地区,一直延伸到克里萨湾;在此之后是面向欧波亚的波奥蒂亚海岸,其上方则是与阿提卡平行向西延伸的其余波奥蒂亚地区。
λέγει δὲ καὶ τὴν Ἐγνατίαν ὁδὸν τελευτᾶν εἰς Θεσσαλονίκειαν ἀπὸ τοῦ Ἰονίου κόλπου.
他还说,埃格纳蒂亚大道从伊奥尼亚湾开始,终点在塞萨洛尼基。
E.
《梵蒂冈摘要》。