§7.fragments.1Κινέας δέ φησι πόλιν ἐν Θεσσαλίᾳ εἶναι καὶ φηγὸν καὶ τὸ τοῦ Διὸς μαντεῖον εἰς Ἤπειρον μετενεχθῆναι.
キネアスが言うには、テッサリアに(ドードーナという名の)町があり、樫の木もあり、ゼウスの神託所はそこからイペイロスへと移されたのだという。
Stephanus in Δωδώνη.
ビザンティンのステファノス、「ドードーナ」の項より。
§7.fragments.1aἦν δὲ πρότερον περὶ Σκοτοῦσσαν πόλιν τῆς Πελασγιώτιδος τὸ χρηστήριον·
かつて神託所はペラスギオティス地方の都市スコトゥッサの周辺にあった。
ἐμπρησθέντος δʼ ὑπό τινων τοῦ δένδρου μετηνέχθη κατὰ χρησμὸν τοῦ Ἀπόλλωνος ἐν Δωδώνῃ.
しかし、何者かによってその木が放火されたため、アポロンの神託に従ってドードーナへと移された。
ἐχρησμῴδει δʼ οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὥσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν·
それは言葉によってではなく、リビアのアモン神託所のように、いくつかの前兆(シンボル)を通じて神託を告げていた。
ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον.
おそらく三羽の鳩が何か特別な飛び方で飛び、女預言者たちはそれを観察して予言を行っていたのだろう。
φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους· καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.
また、モロッソイ人やテスプロティア人の言葉では、老婆を「ペリアイ」、老人を「ペリオイ」と呼ぶとも言われており、語り継がれる「ペレイアデス」(鳩たち)も、おそらく鳥ではなく、神殿に奉仕していた三人の老婆たちだったのだろう。
Epit. (i. e. Epitome edita).
『摘要』より。
§7.fragments.2ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι·
テスプロティア人やモロッソイ人の間では、老婆を「ペリアイ」、老人を「ペリオイ」と呼ぶ。
πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις τοὺς γέροντας·
マケドニア人の間でも同様であり、実際彼らは、スパルタ人やマッサリア人の間での「長老たち(ゲロンテス)」に相当する、名誉ある地位にある人々を「ペリゴネス」と呼んでいる。
ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυῒ μεμυθεῦσθαι πελείας φασίν.
このことに由来して、ドードーナの樫の木における「鳩たち(ペレイアデス)」も神話的に語られるようになったのだと言われている。
E. (i. e. Epitome Vaticana).
『バチカン摘要』より。
§7.fragments.3ὅτι ἡ παροιμία
τὸ ἐν Δωδώνῃ χαλκίον
ἐντεῦθεν ὠνομάσθη·
「ドードーナの青銅器」という諺は、ここに由来して名付けられた。
χαλκίον ἦν ἐν τῷ ἱερῷ ἔχον ὑπερκείμενον ἀνδριάντα κρατοῦντα μάστιγα χαλκῆν, ἀνάθημα Κορκυραίων·
神殿にはコルキュラ人の献納物である青銅器があり、その上には青銅の鞭を手にした男の像が載っていた。
ἡ δὲ μάστιξ ἦν τριπλῆ ἁλυσιδωτὴ ἀπηρτημένους ἔχουσα ἐξ αὑτῆς ἀστραγάλους, οἳ πλήττοντες τὸ χαλκίον συνεχῶς, ὁπότε αἰωροῖντο ὑπὸ τῶν ἀνέμων, μακροὺς ἤχους ἀπειργάζοντο, ἕως ὁ μετρῶν τὸν χρόνον ἀπὸ τῆς ἀρχῆς τοῦ ἤχου μέχρι τέλους καὶ ἐπὶ τετρακόσια προέλθοι·
その鞭は三条の鎖からなり、そこからさいころ骨が吊り下がっていた。 それらは風に揺れるたびに、青銅器を絶えず打ち鳴らして、長い響きを作り出した。 それは、響きが始まってから終わるまでの時間を数える者が四百に達するほど長く続いた。
ὅθεν καὶ ἡ παροιμία ἐλέχθη
ἡ Κερκυραίων μάστιξ.
ここからまた「コルキュラ人の鞭」という諺も言われた。
Epit.
『摘要』より。
§7.fragments.4ἡ δὲ Παιονία τούτοις μὲν ἔστι πρὸς ἕω τοῖς ἔθνεσι, πρὸς δύσιν δὲ τοῖς Θρᾳκίοις ὄρεσι, πρὸς ἄρκτον δʼ ὑπέρκειται τοῖς Μακεδόσι, διὰ Γορτυνίου πόλεως καὶ Στόβων ἔχουσα τὰς εἰσβολὰς ἐπὶ τὰ πρὸς στενὰ διʼ ὧν ὁ Ἀξιὸς ῥέων δυσείσβολον ποιεῖ τὴν Μακεδονίαν ἐκ τῆς Παιονίας, ὡς ὁ Πηνειὸς διὰ τῶν Τεμπῶν φερόμενος ἀπὸ τῆς Ἑλλάδος αὐτὴν ἐρυμνοῖ·
また、パイオニアはこれら(前述)の諸民族にとっては東にあり、西はトラキアの山々に接し、北はマケドニア人の上方に位置している。 パイオニアはゴルテュニオンの町やストボイを通って狭隘な地へと至る進入路を持っているが、そこをアクシオス川が流れることで、パイオニア側からマケドニアへ進入することを困難にしている。 これは、ペネイオス川がテンペの谷を流れることによって、ギリシアからマケドニアを防御しているのと同様である。
πρὸς νότον δὲ τοῖς Αὐταριάταις καὶ Δαρδανίοις καὶ Ἀρδιαίοις ὁμορεῖ·
また南は、アウタリアタイ人、ダルダニア人、アルディアイオイ人と国境を接している。
ἐκτέταται δὲ καὶ μέχρι Στρυμόνος ἡ Παιονία.
さらに、パイオニアはストリュモン川にまで及んでいる。
E.
『バチカン摘要』より。
§7.fragments.5ὅτι ὁ Ἁλιάκμων εἰς τὸν Θερμαῖον κόλπον ῥεῖ.
ハリアクモン川はテルマイオス湾に注ぐ。
E.
『バチカン摘要』より。
§7.fragments.6ἡ δʼ Ὀρεστὶς πολλὴ καὶ ὄρος ἔχει μέγα μέχρι τοῦ Κόρακος τῆς Αἰτωλίας καθῆκον καὶ τοῦ Παρνασσοῦ.
また、オレスティスの地域は広大であり、アイトリアのコラクス山やパルナッソス山にまで達する大きな山を擁している。
περιοικοῦσι δʼ αὐτοί τε Ὀρέσται καὶ Τυμφαῖοι καὶ οἱ ἐκτὸς Ἰσθμοῦ Ἕλληνες οἱ περὶ Παρνασσὸν καὶ τὴν Οἴτην καὶ Πίνδον.
その周囲には、オレスタイ人自身やテュムパイオイ人、および地峡の外側のギリシア人である、パルナッソス山、オイテ山、ピンドス山の周辺に住む人々が居住している。
ἑνὶ μὲν δὴ κοινῷ ὀνόματι καλεῖται Βοῖον τὸ ὄρος; κατὰ μέρη δὲ πολυώνυμόν ἐστιν.
この山は一つの共通の名としてはボイオンと呼ばれているが、部分ごとには多くの名前を持っている。
φασὶ δʼ ἀπὸ τῶν ὑψηλοτάτων σκοπιῶν ἀφορᾶσθαι τό τε Αἰγαῖον πέλαγος καὶ τὸ Ἀμβρακικὸν καὶ τὸ Ἰόνιον, πρὸς ὑπερβολὴν οἶμαι λέγοντες.
その最も高い山頂からは、エーゲ海、アンブラキア湾、イオニア海が見渡せると言われているが、これは誇張して言われているのだと私は思う。
καὶ τὸ Πτελεὸν ἱκανῶς ἐστιν ἐν ὕψει τὸ περικείμενον τῷ Ἀμβρακικῷ κόλπῳ, τῇ μὲν ἐκτεινόμενον μέχρι τῆς Κερκυραίας τῇ δʼ ἐπὶ τὴν κατὰ Λευκάδα θάλασσαν.
アンブラキア湾を取り囲むプテレオン山もかなりの高さにあり、一方ではコルキュラの海域にまで延び、他方ではレウカスの海にまで達している。
E.
『バチカン摘要』より。
§7.fragments.7ὅτι ἐπὶ γέλωτι ἐν παροιμίας μέρει γελᾶται Κέρκυρα ταπεινωθεῖσα τοῖς πολλοῖς πολέμοις.
多くの戦争によって没落したコルキュラは、嘲笑の的として、ことわざの形で笑いものにされている。
E.
『バチカン摘要』より。
§7.fragments.8ὅτι ἡ Κόρκυρα τὸ παλαιὸν εὐτυχὴς ἦν καὶ δύναμιν ναυτικὴν πλείστην εἶχεν, ἀλλʼ ὑπὸ πολέμων τινῶν καὶ τυράννων ἐφθάρη·
コルキュラは古くは繁栄しており、強大な海軍力を有していたが、度重なる戦争と僭主たちによって衰退した。
καὶ ὕστερον ὑπὸ Ῥωμαίων ἐλευθερωθεῖσα οὐκ ἐπῃνέθη, ἀλλʼ ἐπὶ λοιδορίᾳ παροιμίαν ἔλαβεν
ἐλευθέρα Κόρκυρα, χέζʼ ὅπου θέλεις.
そして後にローマ人によって自由を認められたものの、称賛されることはなく、かえって侮辱を込めて次のような諺を得ることとなった。 「自由なるコルキュラよ、お前のしたいところで糞を垂れるがよい。
Epit.
」『摘要』より。