§7.fragments.20μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί·
ディオンの次にはハリアクモン川の河口がある。
εἶτα Πύδνα Μεθώνη Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων διʼ Ὀρεστῶν καὶ τῆς Πελαγονίας ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ·
それからピュドナ、メトネ、アロロス、そしてエリゴン川とルディアス川があり、前者(エリゴン川)はトリクララから流れてオレステス人の土地とペラゴニアを通り、左手にその都市を後に残してアクシオス川に合流する。
ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι.
一方、ルディアス川はペラまで百二十スタディオンの遡行路を持っている。
μέση δʼ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα.
中間に位置するメトネは、ピュドナからおよそ四十スタディオン、アロロスから七十スタディオン離れている。
ἔστι δʼ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου·
アロロスはテルマイオス湾の最も奥深くにある。
λέγεται δὲ Θεσσαλονίκεια διὰ τὴν ἐπιφάνειαν.
そしてそこは、その顕著さのためにテッサロニキと呼ばれる。
τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν.
さて、人々はアロロスをボッティアイアの都市、ピュドナをピエリアの都市とみなしている。
Πέλλα ἐστὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον·
ペラは、かつてボッティアイオイ人が占有していた下マケドニアの都市である。
ἐνταῦθʼ ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον·
かつてそこにはマケドニアの国庫があった。
ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν αὐτῇ.
そこで育ったフィリッポスが、小さな都市からこの都市を大きくした。
ἔχει δʼ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ·
それはルディアと呼ばれる湖の中に城塞を持っている。
ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα.
この湖からルディアス川が流れ出ており、湖自体はアクシオス川の分流が満たしている。
ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης·
アクシオス川はカラストラとテルメの間に注ぎ込んでいる。
ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὃ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δʼ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν
"
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.
この川のほとりには堅固な場所があり、現在はアビュドンと呼ばれるが、ホメロスはアミュドンと呼び、パイオニア人がそこからトロイアへ援軍として赴いたと言っている。 「遠きアミュドンより、広く流れるアクシオスより。
"
κατεσκάφη δʼ ὑπὸ τῶν Ἀργεαδῶν.
」そしてそれはアルゲアダイ家によって破壊された。
E.
『バチカン摘要』より。
§7.fragments.21ὅτι ὁ Ἀξιὸς θολερὸς ῥεῖ· ὁ δʼ Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αἶαν, ἣ καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ.
アクシオス川は濁って流れるが、ホメロスは「アクシオスの最も美しい水」と言っている。 それはおそらくアイアと呼ばれる泉のせいであり、その泉は極めて清らかな水をこの川に注ぎ出すことで、詩人のテキストにおける現在の伝承表記が誤りであることを証明している。
μετὰ δὲ Ἀξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν·
アクシオス川の次には、二十スタディオンのところにエケドロス川がある。
εἶτα Θεσσαλονίκεια Κασάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ ἡ Ἐγνατία ὁδός.
それからさらに四十スタディオンのところに、カッサンドロスの創建したテッサロニケイアと、エグナティア街道がある。
ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρουσίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν·
彼は、アミュンタスの子フィリッポスの娘である自分の妻テッサロニケにちなんでこの都市を名付けたが、クルシス地方の町々とテルマイオス湾沿いの町々のおよそ二十六を破壊し、それらを一つの都市に統合した。
ἡ δὲ μητρόπολις τῆς νῦν Μακεδονίας ἐστί.
そしてそこは現在のマケドニアの首都である。
τῶν δὲ συνοικισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλάστρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἴνεια καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέμνηται ὁ ποιητής
"
Κισσῆς τόν γʼ ἔθρεψε,
"
τὸν Ἰφιδάμαντα λέγων.
統合された都市の中には、アポロニア、カラストラ、テルマ、ガレスコス、アイネイア、キッソスがあり、これらのうちキッソスは、詩人が「キッセウスが彼を育てた」と歌ってイピダマスを指している、あのキッセウスに関係があると推測されるかもしれない。
E.
『バチカン摘要』より。
§7.fragments.22ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμὸς ἔστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον·
ディオンの都市の次にはハリアクモン川があり、テルマイオス湾に注いでいる。
καὶ τὸ ἀπὸ τούτου ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται·
そしてこれより先、湾の北側の沿岸地方はアクシオス川に至るまでピエリアと呼ばれ、その中にはピュドナの都市もあり、現在はキトロンと呼ばれている。
εἶτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί·
それからメトネとアロロスの都市、さらにエリゴン川とルディアス川がある。
ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ἑκατὸν εἴκοσιν.
ルディアス川からペラの都市までは百二十スタディオンの遡行路がある。
ἀπέχει δʼ ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια.
メトネはピュドナから四十スタディオン、アロロスから七十スタディオン離れている。
ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή.
さて、ピュドナはピエリアの都市であり、アロロスはボッティアイアの都市である。
ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.
ピュドナの手前にある平原において、ローマ人はペルセウスを打ち破り、マケドニア人の王国を滅ぼした。 一方、メトネの手前にある平原においては、アミュンタスの子フィリッポスが、その都市の包囲戦の際に、カタパルトの矢によって右目を射抜かれるということが起きた。
Epit.
『摘要』より。