Humanitext Reader

斯特拉波 · 地理学 §7.fragments.20-7.fragments.22

下马其顿诸城与塞萨洛尼基的建立

第 230 段,共 577 段 · 希腊语

内容简介

作者记述了迪翁之北的下马其顿地理,包括哈利亚克蒙河、皮德纳、梅索内、卢迪亚斯河与佩拉,详细说明了卡桑德尔建立塞萨洛尼基的过程,并提及罗马人在皮德纳战役中征服马其顿,以及菲利普二世在围攻梅索内时受伤的历史事件。

§7.fragments.20μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί· εἶτα Πύδνα Μεθώνη Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων διʼ Ὀρεστῶν καὶ τῆς Πελαγονίας ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ· ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι.
迪翁之后是哈利亚克蒙河的河口;然后是皮德纳、梅索内、阿洛罗斯以及埃里贡河和卢迪亚斯河,前者发源于特里克拉拉,流经奥雷斯泰人和佩拉戈尼亚的土地,将该城留在左侧,并与阿克西奥斯河汇合;而后者卢迪亚斯河通往佩拉,有航道一百二十斯塔迪翁。
μέση δʼ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα.
梅索内位于其中间,距离皮德纳约四十斯塔迪翁,距离阿洛罗斯七十斯塔迪翁。
ἔστι δʼ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου· λέγεται δὲ Θεσσαλονίκεια διὰ τὴν ἐπιφάνειαν.
阿洛罗斯位于塞尔迈湾的最深处;由于其显赫而被称作塞萨洛尼基。
τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν.
人们认为阿洛罗斯是博蒂亚伊亚的,而皮德纳是皮埃里亚的。
Πέλλα ἐστὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον· ἐνταῦθʼ ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον· ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν αὐτῇ.
佩拉属于下马其顿,曾由博蒂亚伊人占领;这里曾是马其顿的国库;菲利普在此长大,将这座城市从小城扩大。
ἔχει δʼ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ· ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα.
它在被称为卢迪亚的湖中拥有一座城堡;卢迪亚斯河从该湖流出,而阿克西奥斯河的一支分流则注入该湖。
ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὃ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δʼ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν " τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.
阿克西奥斯河在哈拉斯特拉和塞尔梅之间注入;在这条河畔坐落着一个坚固的居所,现在被称为阿比东,但荷马称其为阿米东,并说巴奥尼亚人曾从这里前往特洛伊作为盟军: “来自远方的阿米东,来自宽阔流淌的阿克西奥斯。
" κατεσκάφη δʼ ὑπὸ τῶν Ἀργεαδῶν.
” 但它被阿耳格阿代人夷为平地。
E.
《梵蒂冈摘要》。
§7.fragments.21ὅτι ὁ Ἀξιὸς θολερὸς ῥεῖ· ὁ δʼ Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αἶαν, ἣ καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ.
阿克西奥斯河水流浑浊;但荷马却说“阿克西奥斯最美丽的水”,这或许是因为被称为埃阿的泉水,它将极清澈的水注入该河,从而证明了诗人作品中现存的读法是错误的。
μετὰ δὲ Ἀξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν· εἶτα Θεσσαλονίκεια Κασάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ ἡ Ἐγνατία ὁδός.
在阿克西奥斯河之后二十斯塔迪翁处是埃克多罗斯河;然后是另外四十斯塔迪翁处的塞萨洛尼基(卡桑德尔所建)以及埃格纳提亚大道。
ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρουσίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν· ἡ δὲ μητρόπολις τῆς νῦν Μακεδονίας ἐστί.
他以自己的妻子塞萨洛尼基(阿明塔斯之子菲利普之女)的名字命名这座城市,摧毁了克鲁西斯以及塞尔迈湾周围的大约二十六座小镇,并将它们合并为一城;而这里是如今马其顿的首府。
τῶν δὲ συνοικισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλάστρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἴνεια καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέμνηται ὁ ποιητής " Κισσῆς τόν γʼ ἔθρεψε, " τὸν Ἰφιδάμαντα λέγων.
在被合并的城市中,有阿波罗尼亚、哈拉斯特拉、塞尔马、加雷斯科斯、埃内亚和奇索斯,其中人们可能会猜测奇索斯与奇塞乌斯有关,诗人曾提及此人: “奇塞乌斯抚养了他,” 这里指的是伊菲达马斯。
E.
《梵蒂冈摘要》。
§7.fragments.22ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμὸς ἔστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἶτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί· ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ἑκατὸν εἴκοσιν.
在迪翁城之后是哈利亚克蒙河,注入塞尔迈湾;从此往后,该湾向北的海岸被称为皮埃里亚,一直延伸到阿克西奥斯河,其中也包括皮德纳城,现称基特隆;然后是梅索内和阿洛罗斯城;然后是埃里贡河和卢迪亚斯河;自卢迪亚斯河到佩拉城有航道一百二十斯塔迪翁。
ἀπέχει δʼ ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια.
梅索内距离皮德纳四十斯塔迪翁,距离阿洛罗斯七十斯塔迪翁。
ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή.
皮德纳是皮埃里亚的城市,而阿洛罗斯是博蒂亚伊亚的城市。
ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.
在皮德纳前的平原上,罗马人击败了珀尔修斯,消灭了马其顿人的王国;而在梅索内前的平原上,阿明塔斯之子菲利普在围攻该城时,不幸被弩炮之箭射瞎了右眼。
Epit.
《摘要》。

词汇与语法注释

  1. §7.fragments.20ὁ μὲν... ὁ δὲ — 此处作为指示代词对指代,前者(`ὁ μὲν`,即埃里贡河)和后者(`ὁ δὲ`,即卢迪亚斯河)对应前文提到的两条河流(`ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας`)。
  2. §7.fragments.20λέγεται δὲ Θεσσαλονίκεια — 虽然在语法上主语似乎是阿洛罗斯(`ἡ Ἄλωρος`),但在历史地理脉络下,更自然的做法是将塞尔迈湾(`ὁ Θερμαῖος κόλπος`)或其周边海湾作为省略的主语,理解为“被称为塞萨洛尼基(湾)”。
  3. §7.fragments.21ἐλέγχει φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν — 动词 `ἐλέγχει`(证明……为错)接带分词的对格结构 `φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν` 作为宾语,意为“证明现今流传的文本读法是错误的”。
  4. §7.fragments.21ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν — 带有 `ἄν` 的潜在希求法(`ὑπονοήσειεν ἄν`,“人们可能会猜测”)与部分关系属格 `ὧν`(在这些城市中)相连,并引导对格与不定式结构,其中 `τὴν Κισσὸν` 作主语,`προσήκειν` 支配与格 `τῷ Κισσῇ`(意为“与奇塞乌斯有关”)。
  5. §7.fragments.22γενέσθαι συνέβη Φιλίππῳ... τὴν ἐκκοπὴν — 非人称动词 `συνέβη`(发生)以不定式结构 `γενέσθαι... τὴν ἐκκοπὴν`(发生[眼睛]被射瞎一事)为主语,其中对格 `τὴν ἐκκοπὴν` 作不定式的逻辑主语,并用与格 `Φιλίππῳ` 表示事情发生在其身上的主体(菲利普)。

引用这一段

斯特拉波, 地理学 §7.fragments.20-7.fragments.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.fragments.20-7.fragments.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。