§7.fragments.23ὅτι τὴν Πέλλαν οὖσαν μικρὰν πρότερον Φίλιππος εἰς μῆκος ηὔξησε τραφεὶς ἐν αὐτῇ·
かつては小さかったペラを、そこで育ったフィリッポスが大きく拡張した。
ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ·
その前面には湖があり、そこからルディアス川が流れている。
τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα.
この湖を満たしているのは、アクシオス川の分流である。
εἶτα ὁ Ἀξιὸς διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν, καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης·
次に、アクシオス川はボッティアイアとアムパクシティス地方を分け、エリゴン川を合流させて、カラストラとテルメの間に注ぎ込んでいる。
ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν
"
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.
このアクシオス川に沿ってある場所があり、ホメロスはそれをアミュドンと呼び、パイオニア人がそこからトロイアへ援軍として赴いたと言っている。 "遠きアミュドンより、広く流れるアクシオスより。
"
ἀλλʼ ἐπεὶ ὁ μὲν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον
"
Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν
"
μεταγράφουσιν οὕτως
"
Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης.
"しかし、アクシオス川は濁っているのに対し、アミュドンから湧き出てこれに混じるある泉は極めて美しい水であるため、それゆえに彼らは次の詩行: "アクシオスの、その最も美しい水がアイアの上に広がる "を次のように書き換えている。 "アクシオスの、これにアイエからの最も美しい水が広がる。
"
οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον τῇ πηγῇ ἐπικίδναται, ἀλλὰ τὸ τῆς πηγῆς τῷ Ἀξιῷ.
"なぜなら、アクシオス川の最も美しい水が泉の上に広がるのではなく、泉の水がアクシオス川に広がるからである。
Epit.
『摘要』より。
§7.fragments.23aἐν δὲ τῷ ἐπικίδναται αἴῃ ἢ αἶαν (διττῶς γὰρ ἡ γραφή) αἶαν τινὲς οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ γεωγράφος φησί, λέγων ὅτι ἡ παρʼ Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθη, κατεσκάφη δέ.
「広がる、アイア(あるいはアザ)に」(表記は二通りあるため)という箇所において、一部の人々は「アイア」を大地ではなく、ある泉と理解した。 それは地理学者の言うことから明らかである。
πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη καθαρώτατον ὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸς ῥέει.
彼は、ホメロスにおけるアミュドンが後にアビュドンと呼ばれ、破壊されたと言い、さらにアミュドンの近くにアイアと呼ばれる泉があり、それが最も清らかな水をアクシオス川に注ぎ出しているが、アクシオス川は多くの川から満たされるため濁って流れる、と言っている。
φαύλη οὖν, φησίν, ἡ φερομένη γραφὴ Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ, ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλʼ ἀνάπαλιν·
したがって、「アクシオスの最も美しい水がアイアに広がる」という現行の表記は誤りである、と彼は言う。 なぜなら、アクシオス川がその水を泉の上に広げるのではなく、その逆だからである。
εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆς ἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν.
そして、この地理学者はそれを難解であると非難して、アイアを大地と解釈することも拒み、ホメロスの叙事詩からそのような語を完全に排除したいと考えているようである。
Eustathius ad Iliad 2. 850
エウスタティオス『イリアス註解』2.850より。
§7.fragments.24ὅτι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐστὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο·
アクシオス川の次には、テッサロニケという都市があり、以前はテルメと呼ばれていた。
κτίσμα δʼ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικός, παιδὸς δὲ Φιλίππου τοῦ Ἀμύντου, ὠνόμασε·
これはカッサンドロスの創建であり、彼は自分の妻、すなわちアミュンタスの子フィリッポスの娘の名にちなんでこれを名付けた。
μετῴκισε δὲ τὰ πέριξ πολίχνια εἰς αὐτήν, οἷον Χαλάστραν Αἴνειαν Κισσὸν καί τινα καὶ ἄλλα.
彼は周囲の小都市、例えばカラストラ、アイネイア、キッソスなどをそこへ移住させた。
ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρʼ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸν (φησὶν) ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται.
このキッソスから、ホメロスにおけるイピダマスも出たのではないかと推測されるかもしれない。 彼の祖父キッセウスは、現在はマケドニアと呼ばれるトラキアで彼を育てた、と(詩人は)言っている。
Epit.
『摘要』より。
§7.fragments.25ὅτι αὐτοῦ που καὶ τὸ Βέρμιον ὄρος, ὃ πρότερον κατεῖχον Βρίγες Θρᾳκῶν ἔθνος, ὧν τινες διαβάντες εἰς τὴν Ἀσίαν Φρύγες μετωνομάσθησαν·
そのあたりのどこかにベルミオン山もある。 そこはかつてトラキア人の一民族であるブリゲス人が占有していたが、彼らの一部はアジアへ渡ってフリュギア人と改名した。
μετὰ δὲ Θεσσαλονίκειάν ἐστι τὰ λοιπὰ τοῦ Θερμαίου κόλπου μέχρι τοῦ Καναστραίου.
テッサロニケイアの次には、テルマイオス湾の残りの部分がカナストライオンまで続いている。
τοῦτο δʼ ἐστὶν ἄκρα χερρονησίζουσα, ἀνταίρουσα τῇ Μαγνήτιδι·
これは半島を形成する岬であり、マグネシア地方と向かい合っている。
ὄνομα δὲ τῇ χερρονήσῳ Παλλήνη·
その半島の名はパレネである。
πενταστάδιον δʼ ἔχει τὸν ἰσθμὸν διορωρυγμένον·
それは運河が掘られた五スタディオンの地峡を持っている。
κεῖται δʼ ἐπʼ αὐτῷ πόλις ἡ πρότερον μὲν Ποτίδαια, Κορινθίων κτίσμα, ὕστερον δὲ Κασάνδρεια ἀπὸ τοῦ αὐτοῦ βασιλέως Κασάνδρου ἀναλαβόντος αὐτὴν ἀνατετραμμένην·
その上には、かつてはコリントス人の植民市ポティダイアであったが、後に破壊された状態からそれを再興した同じ王カッサンドロスにちなんでカッサンドレイアと呼ばれるようになった都市がある。
ὁ περίπλους ταύτης τῆς χερρονήσου πεντακοσίων καὶ ἑβδομήκοντα.
この半島の周航距離は五百七十スタディオンである。
ἔτι δὲ πρότερον τοὺς Γίγαντας ἐνταῦθα γενέσθαι φασὶ καὶ τὴν χώραν ὀνομάζεσθαι Φλέγραν οἱ μὲν μυθολογοῦντες οἱ δὲ πιθανώτερον ἔθνος τι βάρβαρον καὶ ἀσεβὲς ἀποφαίνοντες τὸ κατέχον τὸν τόπον, καταλυθὲν δʼ ὑπὸ Ἡρακλέους, ἡνίκα τὴν Τροίαν ἑλὼν ἀνέπλει εἰς τὴν οἰκείαν.
さらに昔には、巨神たちがここに生まれたと言われており、神話を語る人々はこの土地をプレグラと呼んでいるが、より説得力のある説明をする人々は、ここを占有していたのは不敬で野蛮な民族であり、ヘラクレスがトロイアを攻略して故郷へ帰航する途中に彼らを滅ぼしたのだ、としている。
κἀνταῦθα δὲ τῆς λύμης αἱ Τρῳάδες αἴτιαι λέγονται, ἐμπρήσασαι τὰς ναῦς, ἵνα μὴ ταῖς γυναιξὶ τῶν ἑλόντων αὐτὰς δουλεύοιεν.
そしてここでも、トロイアの女性たちが、自分たちを捕らえた者たちの妻の奴隷とならないよう船に火を放ち、その損害の原因となったと言われている。
E.
『バチカン摘要』より。
§7.fragments.26ὅτι ἡ Βέροια πόλις ἐν ταῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους.
ベロイアの都市はベルミオン山の麓に位置している。
Epit.
『摘要』より。