§7.fragments.20μετὰ δὲ τὸ Δῖον αἱ τοῦ Ἁλιάκμονος ἐκβολαί· εἶτα Πύδνα Μεθώνη Ἄλωρος καὶ ὁ Ἐρίγων ποταμὸς καὶ Λουδίας, ὁ μὲν ἐκ Τρικλάρων ῥέων διʼ Ὀρεστῶν καὶ τῆς Πελαγονίας ἐν ἀριστερᾷ ἀφιεὶς τὴν πόλιν καὶ συμβάλλων τῷ Ἀξιῷ· ὁ δὲ Λουδίας εἰς Πέλλαν ἀνάπλουν ἔχων σταδίων ἑκατὸν καὶ εἴκοσι.
After Dion is the outlet of the Haliacmon; then Pydna, Methone, Aloros, and the Erigon and Lydias rivers, the former flowing from Triclara through the territory of the Orestae and Pelagonia, leaving the city on its left and joining the Axius; while the Lydias has a navigable course of one hundred and twenty stadia up to Pella.
μέση δʼ οὖσα ἡ Μεθώνη τῆς μὲν Πύδνης ὅσον τετταράκοντα σταδίων ἀπέχει, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα.
Methone, being in the middle, is about forty stadia distant from Pydna and seventy from Aloros.
ἔστι δʼ ἡ Ἄλωρος τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου· λέγεται δὲ Θεσσαλονίκεια διὰ τὴν ἐπιφάνειαν.
Aloros is at the innermost recess of the Thermaic Gulf; and it is called Thessalonikeia because of its prominence.
τὴν μὲν οὖν Ἄλωρον Βοτταϊκὴν νομίζουσι, τὴν δὲ Πύδναν Πιερικήν.
Now, they regard Aloros as Bottiaean, and Pydna as Pierian.
Πέλλα ἐστὶ μὲν τῆς κάτω Μακεδονίας ἣν Βοττιαῖοι κατεῖχον· ἐνταῦθʼ ἦν πάλαι τὸ τῆς Μακεδονίας χρηματιστήριον· ηὔξησε τὴν πόλιν ἐκ μικρᾶς Φίλιππος τραφεὶς ἐν αὐτῇ.
Pella belongs to lower Macedonia, which the Bottiaei used to hold; here was of old the treasury of Macedonia; Philip, having been reared in it, increased the city from a small one.
ἔχει δʼ ἄκραν ἐν λίμνῃ τῇ καλουμένῃ Λουδίᾳ· ἐκ ταύτης ὁ Λουδίας ἐκδίδωσι ποταμός, αὐτὴν δὲ πληροῖ τοῦ Ἀξιοῦ τι ἀπόσπασμα.
It has a citadel in the lake called Lydias; from this lake the Lydias river flows out, and a certain branch of the Axius fills it.
ὁ δὲ Ἀξιὸς ἐκδίδωσι μεταξὺ Χαλάστρας καὶ Θέρμης· ἐπίκειται δὲ τῷ ποταμῷ τούτῳ χωρίον ἐρυμνόν, ὃ νῦν μὲν καλεῖται Ἀβυδών, Ὅμηρος δʼ Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν
"
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρυρέοντος.
The Axius empties between Chalastra and Therme; and upon this river lies a fortified place, which is now called Abydon, but Homer calls it Amydon, and says that the Paeonians came from there to Troy as allies: "From afar out of Amydon, from wide-flowing Axius.
"
κατεσκάφη δʼ ὑπὸ τῶν Ἀργεαδῶν.
"But it was razed to the ground by the Argeadae.
E.
Vatican Epitome.
§7.fragments.21ὅτι ὁ Ἀξιὸς θολερὸς ῥεῖ· ὁ δʼ Ὅμηρος Ἀξιοῦ κάλλιστον ὕδωρ φησίν, ἴσως διὰ τὴν πηγὴν τὴν καλουμένην Αἶαν, ἣ καθαρώτατον ἐκδιδοῦσα ὕδωρ εἰς τοῦτον ἐλέγχει φαύλην ὑπάρχουσαν τὴν νῦν φερομένην γραφὴν παρὰ τῷ ποιητῇ.
The Axius flows turbid; yet Homer says, "the fairest water of Axius," perhaps on account of the spring called Aia, which, by discharging very pure water into it, proves that the reading now current in the poet is corrupt.
μετὰ δὲ Ἀξιὸν Ἐχέδωρος ἐν σταδίοις εἴκοσιν· εἶτα Θεσσαλονίκεια Κασάνδρου κτίσμα ἐν ἄλλοις τετταράκοντα καὶ ἡ Ἐγνατία ὁδός.
After the Axius, at a distance of twenty stadia, is the Echedorus; then, at another forty stadia, Thessalonikeia, a foundation of Cassander, and the Egnatian Way.
ἐπωνόμασε δὲ τὴν πόλιν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Θεσσαλονίκης, Φιλίππου δὲ τοῦ Ἀμύντου θυγατρός, καθελὼν τὰ ἐν τῇ Κρουσίδι πολίσματα καὶ τὰ ἐν τῷ Θερμαίῳ κόλπῳ περὶ ἓξ καὶ εἴκοσι καὶ συνοικίσας εἰς ἕν· ἡ δὲ μητρόπολις τῆς νῦν Μακεδονίας ἐστί.
He named the city after his own wife Thessalonike, daughter of Philip son of Amyntas, having destroyed the small towns in Crusis and those around the Thermaic Gulf, about twenty-six of them, and having settled them together into one city; and it is the metropolis of Macedonia today.
τῶν δὲ συνοικισθεισῶν ἦν Ἀπολλωνία καὶ Χαλάστρα καὶ Θέρμα καὶ Γαρησκὸς καὶ Αἴνεια καὶ Κισσός, ὧν τὴν Κισσὸν ὑπονοήσειεν ἄν τις τῷ Κισσῇ προσήκειν, οὗ μέμνηται ὁ ποιητής
"
Κισσῆς τόν γʼ ἔθρεψε,
"
τὸν Ἰφιδάμαντα λέγων.
Among the towns thus settled together were Apollonia, Chalastra, Therma, Garescus, Aeneia, and Cissus; of these, one might suspect that Cissus belonged to Cisses, of whom the poet makes mention: "Cisses reared him, "speaking of Iphidamas.
E.
Vatican Epitome.
§7.fragments.22ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμὸς ἔστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἶτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί· ἀπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ἑκατὸν εἴκοσιν.
After the city of Dion is the river Haliacmon, emptying into the Thermaic Gulf; and from this point the coast of the gulf toward the north is called Pieria as far as the river Axius, in which is also the city of Pydna, which is now called Citron; then the cities of Methone and Aloros; then the rivers Erigon and Lydias; and from the Lydias to the city of Pella there is a voyage inland of one hundred and twenty stadia.
ἀπέχει δʼ ἡ Μεθώνη τῆς μὲν Πύδνης στάδια τετταράκοντα, τῆς Ἀλώρου δὲ ἑβδομήκοντα στάδια.
And Methone is forty stadia distant from Pydna, and seventy stadia from Aloros.
ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή.
Now Pydna is a Pierian city, and Aloros a Bottiaean.
ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖοι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν, ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.
In the plain before Pydna, the Romans, having conquered Perseus, destroyed the kingdom of the Macedonians; while in the plain before Methone, it happened to Philip the son of Amyntas that his right eye was knocked out by a catapult bolt during the siege of the city.
Epit.
Epitome.