Humanitext Reader

ストラボン · 地理誌 §7.7.8-7.7.9

エペイロスとイリュリアの境界諸部族と衰亡

225 / 577 箇所 · ギリシア語

要旨

エペイロスとイリュリアの境界地域に住む諸部族の系譜と、かつての繁栄からマケドニアおよびローマの支配下への移行について解説し、この地域の河川網と道路、かつて存在した都市の荒廃を記述する。

§7.7.8Ἠπειρῶται δʼ εἰσὶ καὶ Ἀμφίλοχοι καὶ οἱ ὑπερκείμενοι καὶ συνάπτοντες τοῖς Ἰλλυρικοῖς ὄρεσι, τραχεῖαν οἰκοῦντες χώραν, Μολοττοί τε καὶ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τυμφαῖοι καὶ Ὀρέσται Παρωραῖοί τε καὶ Ἀτιντᾶνες, οἱ μὲν πλησιάζοντες τοῖς Μακεδόσι μᾶλλον οἱ δὲ τῷ Ἰονίῳ κόλπῳ.
また、エペイロス人には、アムピロコイ人も、またイリュリアの山々に接してその上方に位置し、険しい土地に住んでいる人々、すなわちモロッソイ人、アタマネス人、アイティケス人、テュンパイオイ人、オレスタイ人、パロライオイ人、アティンタネス人も含まれる。 彼らのうち、ある者はよりマケドニア人に近く、他の者はイオニア湾に近い。
λέγεται δὲ τὴν Ὀρεστιάδα κατασχεῖν ποτε Ὀρέστης φεύγων τὸν τῆς μητρὸς φόνον καὶ καταλιπεῖν ἐπώνυμον ἑαυτοῦ τὴν χώραν, κτίσαι δὲ καὶ πόλιν, καλεῖσθαι δʼ αὐτὴν Ἄργος Ὀρεστικόν.
そして、オレスティアス地方は、かつてオレステスが母親殺しの罪から逃れる際に占有し、その地を自らにちなんで名付けたまま残したと言われている。 また彼が都市をも創建し、それがアルゴス・オレスティコンと呼ばれているとも言われる。
ἀναμέμικται δὲ τούτοις τὰ Ἰλλυρικὰ ἔθνη τὰ πρὸς τῷ νοτίῳ μέρει τῆς ὀρεινῆς καὶ τὰ ὑπὲρ τοῦ Ἰονίου κόλπου·
そして、これらの人々と、山岳地帯の南部にあるイリュリアの諸部族、およびイオニア湾の上方にいる部族が混じり合っている。
τῆς γὰρ Ἐπιδάμνου καὶ τῆς Ἀπολλωνίας μέχρι τῶν Κεραυνίων ὑπεροικοῦσι Βυλλίονές τε καὶ Ταυλάντιοι καὶ Παρθῖνοι καὶ Βρῦγοι·
というのも、エピダムノスやアポロニアからケラウニア山脈にいたる地域の上方には、ビュリオネス人、タウランティオイ人、パルティノイ人、ブリュゴイ人が住んでいるからである。
πλησίον δέ που καὶ τὰ ἀργυρεῖα τὰ ἐν Δαμαστίῳ, περὶ ἃ Δυέσται συνεστήσαντο τὴν δυναστείαν καὶ Ἐγχέλειοι, οὓς καὶ Σεσαρηθίους καλοῦσι·
またその近くのどこかにダマスティオンの銀山があり、その周囲でデュエスタイ人と、またセサレティオイ人とも呼ばれるエンケレイオイ人がその支配権を確立した。
πρὸς δὲ τούτοις Λυγκῆσταί τε καὶ ἡ Δευρίοπος καὶ ἡ τρίπολις Πελαγονία καὶ Ἐορδοὶ καὶ Ἐλίμεια καὶ Ἐράτυρα.
これらに加えて、リュンケスタイ人、デウリオポス地方、三市のペラゴニア地方、エオルドイ人、エリメイア地方、エラテュラがある。
ταῦτα δὲ πρότερον μὲν κατεδυναστεύετο ἕκαστα, ὧν ἐν τοῖς Ἐγχελείοις οἱ Κάδμου καὶ Ἁρμονίας ἀπόγονοι ἦρχον, καὶ τὰ μυθευόμενα περὶ αὐτῶν ἐκεῖ δείκνυται.
これらの地方は、以前はそれぞれ個別に支配されていた。 そのうちエンケレイオイ人の間では、カドモスとハルモニアの末裔が支配しており、彼らに関する神話的な出来事の遺跡がその地で示されている。
οὗτοι μὲν οὖν οὐχ ὑπὸ ἰθαγενῶν ἤρχοντο·
さて、彼らは地元の者たちによって支配されていたのではなかった。
οἱ δὲ Λυγκῆσται ὑπʼ Ἀρραβαίῳ ἐγένοντο τοῦ Βακχιαδῶν γένους ὄντι·
他方、リュンケスタイ人はバッキアダイ家の一員であったアラバイオスの支配下に入った。
τούτου δʼ ἦν θυγατριδῆ ἡ Φιλίππου μήτηρ τοῦ Ἀμύντου Εὐρυδίκη, Σίρρα δὲ θυγάτηρ·
アミュンタスの子フィリッポスの母エウリュディケは彼の女系の孫であり、シラスの娘であった。
καὶ τῶν Ἠπειρωτῶν δὲ Μολοττοὶ ὑπὸ Πύρρῳ τῷ Νεοπτολέμου τοῦ Ἀχιλλέως καὶ τοῖς ἀπογόνοις αὐτοῦ Θετταλοῖς οὖσι γεγονότες·
また、エペイロス人のうち、モロッソイ人は、アキレウスの子ネオプトレモスの子であるピュロスと、テッサリア人である彼の末裔たちに支配されていた。
οἱ λοιποὶ δὲ ὑπὸ ἰθαγενῶν ἤρχοντο·
しかし、残りの人々は地元の者たちによって支配されていた。
εἶτʼ ἐπικρατούντων ἀεί τινων κατέστρεψεν ἅπαντα εἰς τὴν Μακεδόνων ἀρχήν, πλὴν ὀλίγων τῶν ὑπὲρ τοῦ Ἰονίου κόλπου.
その後、常に何者かが優勢を占めるにつれ、イオニア湾の上方のわずかな地域を除いて、すべてがマケドニア人の支配に帰した。
καὶ δὴ καὶ τὰ περὶ Λύγκον καὶ Πελαγονίαν καὶ Ὀρεστιάδα καὶ Ἐλίμειαν τὴν ἄνω Μακεδονίαν ἐκάλουν, οἱ δʼ ὕστερον καὶ ἐλευθέραν·
そしてまさしく、リュンコス、ペラゴニア、オレスティアス、エリメイアの周辺地域を彼らは「上マケドニア」と呼び、後世の人々は「自由なマケドニア」とも呼んだ。
ἔνιοι δὲ καὶ σύμπασαν τὴν μέχρι Κορκύρας Μακεδονίαν προσαγορεύουσιν, αἰτιολογοῦντες ἅμα ὅτι καὶ κουρᾷ καὶ διαλέκτῳ καὶ χλαμύδι καὶ ἄλλοις τοιούτοις χρῶνται παραπλησίως·
しかし、ある人々はコルキュラにいたる全域をもマケドニアと呼んでおり、その理由として、彼らが髪の刈り方や方言、マント、その他同様の慣習を同じように用いていることを挙げている。
ἔνιοι δὲ καὶ δίγλωττοί εἰσι.
また、彼らのうちには二つの言語を話す者もいる。
καταλυθείσης δὲ τῆς Μακεδόνων ἀρχῆς ὑπὸ Ῥωμαίους ἔπεσε.
そして、マケドニア人の支配が滅ぼされると、この地はローマ人の支配下に入った。
διὰ δὲ τούτων ἐστὶ τῶν ἐθνῶν ἡ Ἐγνατία ὁδὸς ἐξ Ἐπιδάμνου καὶ Ἀπολλωνίας·
エグナティア街道は、これら諸部族の地を通ってエピダムノスおよびアポロニアから伸びている。
περὶ δὲ τὴν ἐπὶ Κανδαουίας ὁδὸν αἵ τε λίμναι εἰσὶν αἱ περὶ Λυχνιδὸν ταριχείας ἰχθύων αὐτάρκεις ἔχουσαι, καὶ ποταμοὶ οἵ τε εἰς τὸν Ἰόνιον κόλπον ἐκπίπτοντες καὶ οἱ ἐπὶ τὰ νότια μέρη, ὅ τʼ Ἴναχος καὶ ὁ Ἄρατθος καὶ ὁ Ἀχελῶος καὶ ὁ Εὔηνος ὁ Λυκόρμας πρότερον καλούμενος, ὁ μὲν εἰς τὸν κόλπον τὸν Ἀμβρακικὸν ἐμβάλλων ὁ δὲ εἰς τὸν Ἀχελῶον, αὐτὸς δὲ ὁ Ἀχελῶος εἰς τὴν θάλατταν καὶ ὁ Εὔηνος, ὁ μὲν τὴν Ἀκαρνανίαν διεξιὼν ὁ δὲ τὴν Αἰτωλίαν·
カンダウイアへ向かう街道の周辺には、塩蔵の魚を十分に提供するリュクニドスの周辺の湖があり、また、イオニア湾に注ぎ込む河川や、南の地域へと流れる河川がある。 南へと流れるのは、イナコス川、アラトス川、アケロオス川、そして以前はリュコルマスと呼ばれていたエウエノス川であり、これらのうち、一方はアンブラキア湾に注ぎ、他方はアケロオス川に注ぎ、アケロオス川自体とエウエノス川は海へと注いでおり、前者はアカルナニアを、後者はアイトリアを横切って流れている。
ὁ δὲ Ἐρίγων πολλὰ δεξάμενος ῥεύματα ἐκ τῶν Ἰλλυρικῶν ὀρῶν καὶ Λυγκηστῶν καὶ Βρύγων καὶ Δευριόπων καὶ Πελαγόνων εἰς τὸν Ἀξιὸν ἐκδίδωσι.
またエリゴン川は、イリュリアの山々、およびリュンケスタイ人、ブリュゴイ人、デウリオペス人、ペラゴネス人の地から多くの流れを受け入れ、アクシオス川へと注ぎ込んでいる。
§7.7.9πρότερον μὲν οὖν καὶ πόλεις ἦσαν ἐν τοῖς ἔθνεσι τούτοις·
さて、以前はこれらの部族の間にも都市が存在していた。
τρίπολις γοῦν ἡ Πελαγονία ἐλέγετο, ἧς καὶ Ἄζωρος ἦν, καὶ ἐπὶ τῷ Ἐρίγωνι πᾶσαι αἱ τῶν Δευριόπων πόλεις ᾤκηντο, ὧν τὸ Βρυάνιον καὶ Ἀλαλκομεναὶ καὶ Στύβαρα·
現にペラゴニアは「三市」と呼ばれており、そのうちの一つにアゾロスがあった。 またエリゴン川沿いには、デウリオペス人のすべての都市が位置しており、それらの中にはブリュアニオン、アラルコメナイ、ステュバラがあった。
Κύδραι δὲ Βρύγων, Αἰγίνιον δὲ Τυμφαίων, ὅμορον Αἰθικίᾳ καὶ Τρίκκῃ·
キュドライはブリュゴイ人の都市であり、アイギニオンはテュンパイオイ人の都市であって、アイティキアおよびトリッケと国境を接している。
πλησίον δʼ ἤδη τῆς τε Μακεδονίας καὶ τῆς Θετταλίας περὶ τὸ Ποῖον ὄρος καὶ τὴν Πίνδον Αἴθικές τε καὶ τοῦ Πηνειοῦ πηγαί, ὧν ἀμφισβητοῦσι Τυμφαῖοί τε καὶ ὑπὸ τῇ Πίνδῳ Θετταλοί·
すでにマケドニアとテッサリアの近く、ポイオン山とピンドス山の周辺には、アイティケス人が住んでおり、またペネイオス川の源流がある。 この源流をめぐって、テュンパイオイ人とピンドス山麓のテッサリア人が争っている。
καὶ πόλις Ὀξύνεια παρὰ τὸν Ἴωνα ποταμὸν ἀπέχουσα Ἀζώρου τῆς τριπολίτιδος σταδίους ἑκατὸν εἴκοσι·
また、イオン川の傍らにはオクシネイアという都市があり、これは三市の一つアゾロスから120スタディオン離れている。
πλησίον δὲ καὶ Ἀλαλκομεναὶ καὶ Αἰγίνιον καὶ Εὔρωπος καὶ αἱ τοῦ Ἴωνος εἰς τὸν Πηνειὸν συμβολαί.
そしてその近くには、アラルコメナイ、アイギニオン、エウロポス、およびイオン川のペネイオス川への合流点がある。
τότε μὲν οὖν, ὡς εἶπον, καίπερ οὖσα τραχεῖα καὶ ὀρῶν πλήρης, Τομάρου καὶ Πολυάνου καὶ ἄλλων πλειόνων, ὅμως εὐάνδρει ἥ τε Ἤπειρος πᾶσα καὶ ἡ Ἰλλυρίς·
さて、私が言ったように、当時は、トマロス山やポリュアノス山、その他多くの山々に満ちて険しい土地であったにもかかわらず、エペイロス全土もイリュリス地方も人口に恵まれていた。
νῦν δὲ τὰ πολλὰ μὲν ἐρημία κατέχει, τὰ δʼ οἰκούμενα κωμηδὸν καὶ ἐν ἐρειπίοις λείπεται.
しかし現在では、その大部分を不毛の荒野が占めており、居住されている場所も、村落の形態をとって廃墟の中に残されているにすぎない。

語釈・文法注

  1. p.449λέγεται δὲ τὴν Ὀρεστιάδα κατασχεῖν ποτε Ὀρέστης — 動詞 λέγεται が主格主語 Ὀρέστης を伴う個人用法(主格関係代名詞引き込みに類似)で用いられている。一方で、不定詞 κατασχεῖν の本来の対象である τὴν Ὀρεστιάδα は対格のままである。後続の節で καλεῖσθαι δʼ αὐτὴν と非個人用法(対格主語 αὐτήν を伴う)へ移行していることから、構文の混交が見られる。
  2. p.449τούτου δʼ ἦν θυγατριδῆ ἡ Φιλίππου μήτηρ τοῦ Ἀμύντου Εὐρυδίκη, Σίρρα δὲ θυγάτηρ — 指示代名詞の属格 τούτου は前出のアラバイオスを指す。主語である Εὐρυδίκη が彼(アラバイオス)の女系の孫(娘の子、θυγατριδῆ)であることを示し、続く Σίρρα δὲ θυγάτηρ は彼女がシラス(属格 Σίρρα)の娘であることを同格的に補足して家系関係を明確にしている。
  3. p.450ὁ μὲν εἰς τὸν κόλπον τὸν Ἀμβρακικὸν ἐμβάλλων ὁ δὲ εἰς τὸν Ἀχελῶον — 直前にイナコス、アラトス、アケロオス、エウエノスの4つの川が並列されているため、相関表現 ὁ μὲν ... ὁ δὲ ... の指示対象には曖昧さがある。地理的・構文的整合性から、前者はアンブラキア湾に注ぐアラトス川(あるいはイナコス川も含む)を指し、後者はアケロオス川(またはその支流)に注ぐ別の川の関係を指し、その後にアケロオス本流とエウエノス川の海への流入が対比的に述べられていると解釈するのが合理的である。

この箇所を引用する

ストラボン, 地理誌 §7.7.8-7.7.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.7.8-7.7.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。