§7.7.8Ἠπειρῶται δʼ εἰσὶ καὶ Ἀμφίλοχοι καὶ οἱ ὑπερκείμενοι καὶ συνάπτοντες τοῖς Ἰλλυρικοῖς ὄρεσι, τραχεῖαν οἰκοῦντες χώραν, Μολοττοί τε καὶ Ἀθαμᾶνες καὶ Αἴθικες καὶ Τυμφαῖοι καὶ Ὀρέσται Παρωραῖοί τε καὶ Ἀτιντᾶνες, οἱ μὲν πλησιάζοντες τοῖς Μακεδόσι μᾶλλον οἱ δὲ τῷ Ἰονίῳ κόλπῳ.
埃庇鲁斯人中还包括阿姆菲洛希亚人,以及位于他们上方、与伊利里亚山脉接壤并居住在险峻土地上的人们,即莫洛西人、阿塔马尼亚人、埃西克斯人、廷菲人、奥雷斯泰人、帕罗莱亚人以及阿廷塔内斯人,他们中有些人更接近马其顿人,另一些人更接近伊奥尼亚湾。
λέγεται δὲ τὴν Ὀρεστιάδα κατασχεῖν ποτε Ὀρέστης φεύγων τὸν τῆς μητρὸς φόνον καὶ καταλιπεῖν ἐπώνυμον ἑαυτοῦ τὴν χώραν, κτίσαι δὲ καὶ πόλιν, καλεῖσθαι δʼ αὐτὴν Ἄργος Ὀρεστικόν.
据说,奥雷斯特斯在逃避杀母之罪时,曾占领奥雷斯蒂亚斯,并留下了以自己名字命名的该地区,他还建立了一座城市,称之为奥雷斯提康阿尔戈斯。
ἀναμέμικται δὲ τούτοις τὰ Ἰλλυρικὰ ἔθνη τὰ πρὸς τῷ νοτίῳ μέρει τῆς ὀρεινῆς καὶ τὰ ὑπὲρ τοῦ Ἰονίου κόλπου· τῆς γὰρ Ἐπιδάμνου καὶ τῆς Ἀπολλωνίας μέχρι τῶν Κεραυνίων ὑπεροικοῦσι Βυλλίονές τε καὶ Ταυλάντιοι καὶ Παρθῖνοι καὶ Βρῦγοι·
与这些人混居在一起的是靠近山区南部及伊奥尼亚湾上方的伊利里亚部落;因为在埃庇丹努斯和阿波罗尼亚上方,直到凯劳尼亚山脉,居住着比利奥内斯人、塔乌兰提人、帕尔西尼人及布里戈伊人。
πλησίον δέ που καὶ τὰ ἀργυρεῖα τὰ ἐν Δαμαστίῳ, περὶ ἃ Δυέσται συνεστήσαντο τὴν δυναστείαν καὶ Ἐγχέλειοι, οὓς καὶ Σεσαρηθίους καλοῦσι·
在附近某处还有达马斯提翁的银矿,在其周围迪埃斯泰人和被他们称为塞萨雷西奥伊人的恩克莱伊人建立了统治。
πρὸς δὲ τούτοις Λυγκῆσταί τε καὶ ἡ Δευρίοπος καὶ ἡ τρίπολις Πελαγονία καὶ Ἐορδοὶ καὶ Ἐλίμεια καὶ Ἐράτυρα.
此外还有林克斯泰人、德乌里奥波斯地区、三城的佩拉戈尼亚地方、埃奥尔迪人、埃利梅亚及埃拉蒂拉。
ταῦτα δὲ πρότερον μὲν κατεδυναστεύετο ἕκαστα, ὧν ἐν τοῖς Ἐγχελείοις οἱ Κάδμου καὶ Ἁρμονίας ἀπόγονοι ἦρχον, καὶ τὰ μυθευόμενα περὶ αὐτῶν ἐκεῖ δείκνυται.
以前这些地区各自独立受统治;在恩克莱伊人中,卡德摩斯和哈耳摩尼亚的后代曾实行统治,有关他们的神话遗迹至今在当地仍有展示。
οὗτοι μὲν οὖν οὐχ ὑπὸ ἰθαγενῶν ἤρχοντο· οἱ δὲ Λυγκῆσται ὑπʼ Ἀρραβαίῳ ἐγένοντο τοῦ Βακχιαδῶν γένους ὄντι· τούτου δʼ ἦν θυγατριδῆ ἡ Φιλίππου μήτηρ τοῦ Ἀμύντου Εὐρυδίκη, Σίρρα δὲ θυγάτηρ·
这些人并非由本地人统治;而林克斯泰人则受辖于巴克基亚代家族的阿拉拜奥斯;阿敏塔斯之子腓力的母亲欧律狄克是他的外孙女,她是西拉斯的女儿。
καὶ τῶν Ἠπειρωτῶν δὲ Μολοττοὶ ὑπὸ Πύρρῳ τῷ Νεοπτολέμου τοῦ Ἀχιλλέως καὶ τοῖς ἀπογόνοις αὐτοῦ Θετταλοῖς οὖσι γεγονότες· οἱ λοιποὶ δὲ ὑπὸ ἰθαγενῶν ἤρχοντο·
在埃庇鲁斯人中,莫洛西人受辖于阿基琉斯之子新普托勒摩斯之子皮洛斯及其后代(他们是萨利人);其余人则由本地人统治。
εἶτʼ ἐπικρατούντων ἀεί τινων κατέστρεψεν ἅπαντα εἰς τὴν Μακεδόνων ἀρχήν, πλὴν ὀλίγων τῶν ὑπὲρ τοῦ Ἰονίου κόλπου.
此后,随着某些统治者不断占据优势,除伊奥尼亚湾上方的少数地区外,所有这些地方最终都归于马其顿人的统治之下。
καὶ δὴ καὶ τὰ περὶ Λύγκον καὶ Πελαγονίαν καὶ Ὀρεστιάδα καὶ Ἐλίμειαν τὴν ἄνω Μακεδονίαν ἐκάλουν, οἱ δʼ ὕστερον καὶ ἐλευθέραν·
事实上,他们将林克斯、佩拉戈尼亚、奥雷斯蒂亚斯和埃利梅亚周围的地区称为“上马其顿”,后来的作者也称其为“自由马其顿”。
ἔνιοι δὲ καὶ σύμπασαν τὴν μέχρι Κορκύρας Μακεδονίαν προσαγορεύουσιν, αἰτιολογοῦντες ἅμα ὅτι καὶ κουρᾷ καὶ διαλέκτῳ καὶ χλαμύδι καὶ ἄλλοις τοιούτοις χρῶνται παραπλησίως· ἔνιοι δὲ καὶ δίγλωττοί εἰσι.
但也有人甚至将直到科尔库拉的整个地区都称为马其顿,其理由是他们使用相似的剪发式样、方言、斗篷及其他类似习俗;有些人甚至通晓双语。
καταλυθείσης δὲ τῆς Μακεδόνων ἀρχῆς ὑπὸ Ῥωμαίους ἔπεσε.
马其顿人的统治被推翻后,该地区落入罗马人之手。
διὰ δὲ τούτων ἐστὶ τῶν ἐθνῶν ἡ Ἐγνατία ὁδὸς ἐξ Ἐπιδάμνου καὶ Ἀπολλωνίας·
埃格纳提亚大道穿过这些部落,从埃庇丹努斯和阿波罗尼亚延伸出去。
περὶ δὲ τὴν ἐπὶ Κανδαουίας ὁδὸν αἵ τε λίμναι εἰσὶν αἱ περὶ Λυχνιδὸν ταριχείας ἰχθύων αὐτάρκεις ἔχουσαι, καὶ ποταμοὶ οἵ τε εἰς τὸν Ἰόνιον κόλπον ἐκπίπτοντες καὶ οἱ ἐπὶ τὰ νότια μέρη, ὅ τʼ Ἴναχος καὶ ὁ Ἄρατθος καὶ ὁ Ἀχελῶος καὶ ὁ Εὔηνος ὁ Λυκόρμας πρότερον καλούμενος, ὁ μὲν εἰς τὸν κόλπον τὸν Ἀμβρακικὸν ἐμβάλλων ὁ δὲ εἰς τὸν Ἀχελῶον, αὐτὸς δὲ ὁ Ἀχελῶος εἰς τὴν θάλατταν καὶ ὁ Εὔηνος, ὁ μὲν τὴν Ἀκαρνανίαν διεξιὼν ὁ δὲ τὴν Αἰτωλίαν·
在通往坎达维亚的大道附近,有吕克尼多斯周围的湖泊,能提供充足的咸鱼,还有河流,包括注入伊奥尼亚湾的河流以及流向南部地区的河流——即伊纳科斯河、阿拉托斯河、阿克洛奥斯河和以前被称为吕科尔马斯的埃埃诺斯河,其中前者注入安布拉基亚湾,后者注入阿克洛奥斯河,而阿克洛奥斯河本身和埃埃诺斯河则注入大海,一河流经阿卡纳尼亚,另一河流经埃托利亚。
ὁ δὲ Ἐρίγων πολλὰ δεξάμενος ῥεύματα ἐκ τῶν Ἰλλυρικῶν ὀρῶν καὶ Λυγκηστῶν καὶ Βρύγων καὶ Δευριόπων καὶ Πελαγόνων εἰς τὸν Ἀξιὸν ἐκδίδωσι.
埃里贡河在从伊利里亚山脉以及林克斯泰人、布里戈伊人、德乌里奥佩斯人和佩拉戈尼亚人的土地上接纳了许多支流后,注入阿克西奥斯河。
§7.7.9πρότερον μὲν οὖν καὶ πόλεις ἦσαν ἐν τοῖς ἔθνεσι τούτοις· τρίπολις γοῦν ἡ Πελαγονία ἐλέγετο, ἧς καὶ Ἄζωρος ἦν, καὶ ἐπὶ τῷ Ἐρίγωνι πᾶσαι αἱ τῶν Δευριόπων πόλεις ᾤκηντο, ὧν τὸ Βρυάνιον καὶ Ἀλαλκομεναὶ καὶ Στύβαρα·
在以前,这些部落中也曾有城市存在;无论如何,佩拉戈尼亚曾被称为“三城”,阿佐罗斯就是其中之一,而德乌里奥佩斯人的所有城市都坐落在埃里贡河畔,其中包括布里亚尼翁、阿拉尔科梅奈和斯蒂巴拉。
Κύδραι δὲ Βρύγων, Αἰγίνιον δὲ Τυμφαίων, ὅμορον Αἰθικίᾳ καὶ Τρίκκῃ·
库德莱属于布里戈伊人,埃吉尼翁属于廷菲人,与埃西基亚和特里凯接壤。
πλησίον δʼ ἤδη τῆς τε Μακεδονίας καὶ τῆς Θετταλίας περὶ τὸ Ποῖον ὄρος καὶ τὴν Πίνδον Αἴθικές τε καὶ τοῦ Πηνειοῦ πηγαί, ὧν ἀμφισβητοῦσι Τυμφαῖοί τε καὶ ὑπὸ τῇ Πίνδῳ Θετταλοί·
现在,靠近马其顿和萨利,在波伊翁山和品都斯山周围,居住着埃西克斯人,并有佩内奥斯河的源头,廷菲人和品都斯山下的萨利人为此争执不休。
καὶ πόλις Ὀξύνεια παρὰ τὸν Ἴωνα ποταμὸν ἀπέχουσα Ἀζώρου τῆς τριπολίτιδος σταδίους ἑκατὸν εἴκοσι· πλησίον δὲ καὶ Ἀλαλκομεναὶ καὶ Αἰγίνιον καὶ Εὔρωπος καὶ αἱ τοῦ Ἴωνος εἰς τὸν Πηνειὸν συμβολαί.
在伊翁河畔还有一座城市奥克西内亚,距离三城中的阿佐罗斯有一百二十斯塔德;在它附近有阿拉尔科梅奈、埃吉尼翁、欧罗波斯以及伊翁河与佩内奥斯河的汇流处。
τότε μὲν οὖν, ὡς εἶπον, καίπερ οὖσα τραχεῖα καὶ ὀρῶν πλήρης, Τομάρου καὶ Πολυάνου καὶ ἄλλων πλειόνων, ὅμως εὐάνδρει ἥ τε Ἤπειρος πᾶσα καὶ ἡ Ἰλλυρίς· νῦν δὲ τὰ πολλὰ μὲν ἐρημία κατέχει, τὰ δʼ οἰκούμενα κωμηδὸν καὶ ἐν ἐρειπίοις λείπεται.
因此,正如我所说,当时虽然土地险峻且多山(如托马罗斯山、波柳阿诺斯山等许多山脉),但整个埃庇鲁斯和伊利里斯的人口仍然很兴旺;但现在大部分地方一片荒凉,有人居住的地方也仅以村庄形式残存于废墟之中。