Humanitext Reader

ストラボン · 地理誌 §7.7.6-7.7.7

アンブラキア湾とニコポリスの建設

224 / 577 箇所 · ギリシア語

要旨

アンブラキア湾とその周辺の地形、カエサルによるニコポリスの創建とアクティア競技会の再興、そしてアムピロキア地方のアルゴスの起源をめぐる歴史家たちの説について論じる。

§7.7.6ἐφεξῆς δὲ τὸ στόμα τοῦ Ἀμβρακικοῦ κόλπου·
次いでアンブラキア湾の口がある。
τούτου δὲ τοῦ κόλπου τὸ μὲν στόμα μικρῷ τοῦ τετρασταδίου μεῖζον, ὁ δὲ κύκλος καὶ τριακοσίων σταδίων, εὐλίμενος δὲ πᾶς.
この湾の口は4スタディオンよりわずかに大きく、その周囲は300スタディオンに及び、全体が優れた港となっている。
οἰκοῦσι δὲ τὰ μὲν ἐν δεξιᾷ εἰσπλέουσι τῶν Ἑλλήνων Ἀκαρνᾶνες·
(湾内に)入っていく者にとって右手の地には、ギリシア人のうちアカルナニア人が住んでいる。
καὶ ἱερὸν τοῦ Ἀκτίου Ἀπόλλωνος ἐνταῦθά ἐστι πλησίον τοῦ στόματος, λόφος τις ἐφʼ ᾧ ὁ νεώς, καὶ ὑπʼ αὐτῷ πεδίον ἄλσος ἔχον καὶ νεώρια, ἐν οἷς ἀνέθηκε Καῖσαρ τὴν δεκαναΐαν ἀκροθίνιον, ἀπὸ μονοκρότου μέχρι δεκήρους·
そして、そこには口の近くにアクティウムのアポロンの神殿があり、それはその上に神殿が立つある種の丘であり、その下には聖林と船楼のある平原があり、その船楼にカエサルは、1本櫂から10本櫂にいたる10隻の船を戦利品の初穂として奉納した。
ὑπὸ πυρὸς δʼ ἠφανίσθαι καὶ οἱ νεώσοικοι λέγονται καὶ τὰ πλοῖα·
しかし、船楼も船も火災によって消失したと言われている。
ἐν ἀριστερᾷ δὲ ἡ Νικόπολις καὶ τῶν Ἠπειρωτῶν οἱ Κασσωπαῖοι μέχρι τοῦ μυχοῦ τοῦ κατὰ Ἀμβρακίαν·
左手にはニコポリスがあり、またエペイロス人のうちカッソパイオイ人が、アンブラキアに面した湾の最奥部まで住んでいる。
ὑπέρκειται δὲ αὕτη τοῦ μυχοῦ μικρόν, Γόργου τοῦ Κυψέλου κτίσμα·
この都市は最奥部から少し上方にあり、キュプセロスの(子である)ゴルゴスの創建したものである。
παραρρεῖ δʼ αὐτὴν ὁ Ἄρατθος ποταμὸς ἀνάπλουν ἔχων ἐκ θαλάττης εἰς αὐτὴν ὀλίγων σταδίων, ἀρχόμενος ἐκ Τύμφης ὄρους καὶ τῆς Παρωραίας.
アラトス川がその傍らを流れており、海からこの都市まで、わずか数スタディオンの溯行が可能であり、この川はテュンペ山とパロライア地方から源を発している。
ηὐτύχει μὲν οὖν καὶ πρότερον ἡ πόλις αὕτη διαφερόντως (τὴν γοῦν ἐπωνυμίαν ἐντεῦθεν ἔσχηκεν ὁ κόλπος), μάλιστα δʼ ἐκόσμησεν αὐτὴν Πύρρος βασιλείῳ χρησάμενος τῷ τόπῳ·
さて、この都市は以前からも格別に繁栄しており(ともかく湾がその名をここから得ているほどである)、とりわけピュロスがここを王宮として用いたことで、これを最も美しく飾った。
Μακεδόνες δʼ ὕστερον καὶ Ῥωμαῖοι καὶ ταύτην καὶ τὰς ἄλλας κατεπόνησαν τοῖς συνεχέσι πολέμοις διὰ τὴν ἀπείθειαν, ὥστε τὸ τελευταῖον ὁ Σεβαστὸς ὁρῶν ἐκλελειμμένας τελέως τὰς πόλεις εἰς μίαν συνῴκισε τὴν ὑπʼ αὐτοῦ κληθεῖσαν Νικόπολιν ἐν τῷ κόλπῳ τούτῳ, ἐκάλεσε δʼ ἐπώνυμον τῆς νίκης, ἐν ᾗ κατεναυμάχησεν Ἀντώνιον πρὸ τοῦ στόματος τοῦ κόλπου καὶ τὴν Αἰγυπτίων βασίλισσαν Κλεοπάτραν παροῦσαν ἐν τῷ ἀγῶνι καὶ αὐτήν.
しかしその後、マケドニア人とローマ人が、彼らの不従順さゆえに、絶えざる戦争によってこの都市も他の都市も疲弊させ、その結果、最後にアウグストゥスは、諸都市が完全に荒廃しているのを見て、それらを、この湾内にある彼によってニコポリスと名付けられた一つの都市へと統合させた。 そして、湾の口の前にてアントニウス、およびこの戦いに自らも臨んでいたエジプトの女王クレオパトラを海戦で破った、その勝利にちなんでこれを名付けたのである。
ἡ μὲν οὖν Νικόπολις εὐανδρεῖ καὶ λαμβάνει καθʼ ἡμέραν ἐπίδοσιν, χώραν τε ἔχουσα πολλὴν καὶ τὸν ἐκ τῶν λαφύρων κόσμον, τό τε κατασκευασθὲν τέμενος ἐν τῷ προαστείῳ τὸ μὲν εἰς τὸν ἀγῶνα τὸν πεντετηρικὸν ἐν ἄλσει ἔχοντι γυμνάσιόν τε καὶ στάδιον, τὸ δʼ ἐν τῷ ὑπερκειμένῳ τοῦ ἄλσους ἱερῷ λόφῳ τοῦ Ἀπόλλωνος.
さて、ニコポリスは人口に恵まれ、日々発展を遂げている。 それは広い土地と、戦利品からなる装飾、そして郊外に設けられた神域を有しているからであり、その神域は、一方では、体育場と競技場を擁する聖林の中で行われる5年ごとの競技会のためであり、他方では、聖林の上方に位置するアポロンの神聖な丘にある神殿のためである。
ἀποδέδεικται δʼ ὁ ἀγὼν Ὀλύμπιος, τὰ Ἄκτια, ἱερὸς τοῦ Ἀκτίου Ἀπόλλωνος, τὴν δʼ ἐπιμέλειαν ἔχουσιν αὐτοῦ Λακεδαιμόνιοι.
この競技会、すなわちアクティアは、オリンピア競技会と同等のもの、アクティウムのアポロンの神聖なものと宣せられ、その管理はラケダイモン人が執り行っている。
αἱ δʼ ἄλλαι κατοικίαι περιπόλιοι τῆς Νικοπόλεώς εἰσιν.
その他の居住地はニコポリスの周辺都市である。
ἤγετο δὲ καὶ πρότερον τὰ Ἄκτια τῷ θεῷ, στεφανίτης ἀγών, ὑπὸ τῶν περιοίκων· νυνὶ δʼ ἐντιμότερον ἐποίησεν ὁ Καῖσαρ.
アクティアは以前にも、近隣の住民によって、神への冠が与えられる競技会として催されていたが、現在ではカエサルがそれをさらに栄誉あるものとした。
§7.7.7μετὰ δὲ τὴν Ἀμβρακίαν τὸ Ἄργος ἐστὶ τὸ Ἀμφιλοχικόν, κτίσμα Ἀλκμαίωνος καὶ τῶν παίδων.
アンブラキアの後には、アルクマイオンとその子供たちの創建した、アムピロキア地方のアルゴスがある。
Ἔφορος μὲν οὖν φησὶ τὸν Ἀλκμαίωνα μετὰ τὴν Ἐπιγόνων ἐπὶ τὰς Θήβας στρατείαν παρακληθέντα ὑπὸ Διομήδους συνελθεῖν εἰς Αἰτωλίαν αὐτῷ καὶ συγκατακτήσασθαι ταύτην τε καὶ τὴν Ἀκαρνανίαν·
さて、エポロスによれば、アルクマイオンはエピゴノイのテーバイ遠征の後、ディオメデスによって招かれ、彼とともにアイトリアへ赴き、この地とアカルナニアをともに征服した。
καλοῦντος δʼ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος, τὸν μὲν Διομήδη πορευθῆναι, τὸν δʼ Ἀλκμαίωνα μείναντα ἐν τῇ Ἀκαρνανίᾳ τὸ Ἄργος κτίσαι, καλέσαι δʼ Ἀμφιλοχικὸν ἐπώνυμον τοῦ ἀδελφοῦ, Ἴναχον δὲ τὸν διὰ τῆς χώρας ῥέοντα ποταμὸν εἰς τὸν κόλπον ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσαγορεῦσαι.
そしてアガメムノンが彼らをトロイア戦争に召集したとき、ディオメデスは出発したが、アルクマイオンはアカルナニアに留まってアルゴスを創建し、弟にちなんでこれをアムピロキコンと呼び、またその地方を流れて湾に注ぐ川を、アルゴス地方の川にちなんでイナコス川と名付けたという。
Θουκυδίδης δέ φησιν αὐτὸν Ἀμφίλοχον μετὰ τὴν ἐκ Τροίας ἐπάνοδον δυσαρεστοῦντα τοῖς ἐν Ἄργει παρελθεῖν εἰς τὴν Ἀκαρνανίαν, διαδεξάμενον δὲ τὴν τἀδελφοῦ δυναστείαν κτίσαι τὴν πόλιν ἐπώνυμον ἑαυτοῦ.
しかしトゥキュディデスによれば、アムピロコス自身がトロイアからの帰還の後、アルゴスの状況に不満を抱いてアカルナニアへと赴き、弟の支配権を引き継いで、自らの名にちなんでこの都市を創建したという。

語釈・文法注

  1. 7.7.6εἰσπλέουσι — 現在分詞 `εἰσπλέουσι` は、地理的関係を描写する際によく用いられる「関係の与格」あるいは「判断者の与格」。「(湾内に)入っていく者にとって(右手に)」という意味になり、基準点を表している。
  2. 7.7.6τὴν δεκαναΐαν ἀκροθίνιον — `ἀκροθίνιον`(初穂・戦利品)は、先行する名詞 `τὴν δεκαναΐαν`(10隻からなる船の提供物・セット)に対する同格。戦利品として1本櫂から10本櫂までの多様な船(計10隻)が奉納されたことを指す。
  3. 7.7.6τό τε κατασκευασθὲν τέμενος ... τὸ μὲν ... τὸ δʼ ... — 先行する中性単数名詞 `τέμενος` に対して、その二つの構成要素を具体的に説明するために、中性単数の `τὸ μὲν ... τὸ δʼ ...` という部分同格(あるいは限定的用法の冠詞)が続いている。
  4. 7.7.6ἀποδέδεικται δʼ ὁ ἀγὼν Ὀλύμπιος — 形容詞 `Ὀλύμπιος` は `ἀγών` に対する述語的形容詞。「競技会はオリンピアのそれ(と同等の神聖競技会)として指定された、宣言された」という主語・述語関係を表す。
  5. 7.7.7ἐπώνυμον — 形容詞の中性単数対格形で、ここでは `καλέσαι`(呼ぶ、名付ける)の第二対格(目的格補語)として機能し、関係する名詞 `τὸ Ἄργος` について「〜にちなむ名前として(名付けた)」という追加の情報を与える同格的役割を果たしている。

この箇所を引用する

ストラボン, 地理誌 §7.7.6-7.7.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.7.6-7.7.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。