§7.7.5τῶν μὲν οὖν Ἠπειρωτῶν ἔθνη φησὶν εἶναι Θεόπομπος τετταρεσκαίδεκα, τούτων δʼ ἐνδοξότατα Χάονες καὶ Μολοττοὶ διὰ τὸ ἄρξαι ποτὲ πάσης τῆς Ἠπειρώτιδος πρότερον μὲν Χάονας, ὕστερον δὲ Μολοττούς, οἳ καὶ διὰ τὴν συγγένειαν τῶν βασιλέων ἐπὶ πλέον ηὐξήθησαν (τῶν γὰρ Αἰακιδῶν ἦσαν), καὶ διὰ τὸ παρὰ τούτοις εἶναι τὸ ἐν Δωδώνῃ μαντεῖον, παλαιόν τε καὶ ὀνομαστὸν ὄν.
テオポンポスによれば、エペイロス人の部族は14ある。 その中で最も名高いのはカオネス人とモロッソイ人であり、これは、かつてエペイロス地方全体を最初はカオネス人が、後にはモロッソイ人が支配したことによる。 そしてモロッソイ人は王たちの血統(というのも、彼らはアイアキデス家であったからである)によっても、また彼らのもとに古くかつ名高いものであるドードーナの神託所があったことによっても、さらに強大になった。
Χάονες μὲν οὖν καὶ Θεσπρωτοὶ καὶ μετὰ τούτους ἐφεξῆς Κασσωπαῖοι (καὶ οὗτοι δʼ εἰσὶ Θεσπρωτοὶ) τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου παραλίαν νέμονται χώραν εὐδαίμονα ἔχοντες·
さて、カオネス人とテスプロトイ人、そしてこれらに続いて順にカッソパイオイ人(彼らもテスプロトイ人である)は、ケラウニア山脈からアンブラキア湾にいたるまでの、豊かな土地を所有して沿岸地方を分有している。
ὁ δὲ πλοῦς ἀπὸ τῶν Χαόνων ἀρξαμένῳ πρὸς ἀνίσχοντα ἥλιον καὶ πρὸς τὸν Ἀμβρακικὸν κόλπον καὶ τὸν Κορινθιακόν, ἐν δεξιᾷ ἔχοντι τὸ Αὐσόνιον πέλαγος, ἐν ἀριστερᾷ δὲ τὴν Ἤπειρον, εἰσὶ χίλιοι καὶ τριακόσιοι στάδιοι ἀπὸ τῶν Κεραυνίων ἐπὶ τὸ στόμα τοῦ Ἀμβρακικοῦ κόλπου.
カオネス人の地から始めて、日の昇る方向(東)、およびアンブラキア湾とコリントス湾の方へと航行する者にとって、右手にアウソニア海を、左手にエペイロスを見ながらの航路は、ケラウニア山脈からアンブラキア湾の口まで1300スタディオンである。
ἐν τούτῳ δʼ ἐστὶ τῷ διαστήματι Πάνορμός τε λιμὴν μέγας ἐν μέσοις τοῖς Κεραυνίοις ὄρεσι, καὶ μετὰ ταῦτα Ὄγχησμος λιμὴν ἄλλος, καθʼ ὃν τὰ δυσμικὰ ἄκρα τῆς Κορκυραίας ἀντίκειται, καὶ πάλιν ἄλλος Κασσιόπη, ἀφʼ οὗ ἐπὶ Βρεντέσιον χίλιοι ἑπτακόσιοι στάδιοι·
この距離の間には、ケラウニア山脈のただ中に大きな港であるパノルモスがあり、その後に別の港オンケスモスがあり、そこにはコルキュラ島の西の端が対面している。 そしてさらに別の港カッシオペがあり、そこからブレンテシオンまでは1700スタディオンである。
οἱ δʼ ἴσοι καὶ ἐπὶ Τάραντα ἀπὸ ἄλλου ἀκρωτηρίου νοτιωτέρου τῆς Κασσιόπης ὃ καλοῦσι Φαλακρόν.
また、カッシオペより南にある、ファラクロンと呼ばれる別の岬からタラースまでも、同数のスタディオンである。
μετὰ δὲ Ὄγχησμον Ποσείδιον καὶ Βουθρωτὸν ἐπὶ τῷ στόματι τοῦ Πηλώδους καλουμένου λιμένος ἱδρυμένον ἐν τόπῳ χερρονησίζοντι, ἐποίκους ἔχον Ῥωμαίους, καὶ τὰ Σύβοτα.
オンケスモスの後には、ポセイディオン、およびペローデスと呼ばれる港の口に位置し、半島状の場所に築かれ、ローマ人の入植者を擁するブトロトンがあり、そしてシュボタがある。
εἰσὶ δὲ νησῖδες τὰ Σύβοτα τῆς μὲν Ἠπείρου μικρὸν ἀπέχουσαι, κατὰ δὲ τὸ ἑῷον ἄκρον τῆς Κορκυραίας τὴν Λευκίμμαν κείμεναι.
シュボタは、エペイロスから少し離れており、コルキュラ島の東の岬であるレウキッマの向かいに位置している小島である。
καὶ ἄλλαι δʼ ἐν τῷ παράπλῳ νησῖδες εἰσὶν οὐκ ἄξιαι μνήμης.
また、沿岸航路には、言及に値しない他の小島もある。
ἔπειτα ἄκρα Χειμέριον καὶ Γλυκὺς λιμήν, εἰς ὃν ἐμβάλλει ὁ Ἀχέρων ποταμός, ῥέων ἐκ τῆς Ἀχερουσίας λίμνης καὶ δεχόμενος πλείους ποταμοὺς ὥστε καὶ γλυκαίνειν τὸν κόλπον·
次いで、ケイメリオン岬と、アケロン川が流れ込むグリキュス港がある。 アケロン川はアケルーシア湖から流れ出て、複数の川を受け入れるため、湾を甘くするほどである。
ῥεῖ δὲ καὶ ὁ Θύαμις πλησίον.
近くをテュアミス川も流れている。
ὑπέρκειται δὲ τούτου μὲν τοῦ κόλπου Κίχυρος, ἡ πρότερον Ἐφύρα, πόλις Θεσπρωτῶν·
この湾の上方には、かつてのエピュラである、テスプロトイ人の都市キキュロスが位置している。
τοῦ δὲ κατὰ Βουθρωτὸν ἡ Φοινίκη.
また、ブトロトン沿いの湾の上方にはポイニケが位置している。
ἐγγὺς δὲ τῆς Κιχύρου πολίχνιον Βουχέτιον Κασσωπαίων μικρὸν ὑπὲρ τῆς θαλάττης ὄν, καὶ Ἐλάτρια καὶ Πανδοσία καὶ Βατίαι ἐν μεσογαίᾳ, καθήκει δʼ αὐτῶν ἡ χώρα μέχρι τοῦ κόλπου.
キキュロスの近くには、海から少し高いところにあるカッソパイオイ人の小都市ブケティオンがあり、内陸にはエラトリア、パンドシア、バティアイがある。 彼らの領土は湾まで達している。
μετὰ δὲ Γλυκὺν λιμένα ἐφεξῆς εἰσι δύο ἄλλοι λιμένες, ὁ μὲν ἐγγυτέρω καὶ ἐλάττων Κόμαρος ἰσθμὸν ποιῶν ἑξήκοντα σταδίων πρὸς τὸν Ἀμβρακικὸν κόλπον καὶ τὸ τοῦ Σεβαστοῦ Καίσαρος κτίσμα τὴν Νικόπολιν·
グリキュス港の後には、順に別の二つの港がある。 一方は、より近く、より小さいコマロスで、アンブラキア湾およびアウグストゥス・カエサルの創建した都市ニコポリスに対して、60スタディオンの地峡を形成している。
ὁ δὲ ἀπωτέρω καὶ μείζων καὶ ἀμείνων πλησίον τοῦ στόματος τοῦ κόλπου, διέχων τῆς Νικοπόλεως ὅσον δώδεκα σταδίους.
他方は、より遠く、より大きく、より優れた港で、湾の口の近くにあり、ニコポリスから12スタディオンほど離れている。