§7.7.3πρότερον μὲν οὖν καίπερ μικρῶν καὶ πολλῶν καὶ ἀδόξων ὄντων τῶν ἐθνῶν, ὅμως διὰ τὴν εὐανδρίαν καὶ τὸ βασιλεύεσθαι κατὰ σφᾶς οὐ πάνυ ἦν χαλεπὸν διαλαβεῖν τοὺς ὅρους αὐτῶν, νυνὶ δʼ ἐρήμου τῆς πλείστης χώρας γεγενημένης καὶ τῶν κατοικιῶν καὶ μάλιστα τῶν πόλεων ἠφανισμένων, οὐδʼ εἰ δύναιτό τις ἀκριβοῦν ταῦτα, οὐδὲν ἂν ποιοίη χρήσιμον διὰ τὴν ἀδοξίαν καὶ τὸν ἀφανισμὸν αὐτῶν, ὃς ἐκ πολλοῦ χρόνου λαβὼν τὴν ἀρχὴν οὐδὲ νῦν πω πέπαυται κατὰ πολλὰ μέρη διὰ τὰς ἀποστάσεις, ἀλλʼ ἐνστρατοπεδεύουσιν αὐτοῖς Ῥωμαῖοι τοῖς οἴκοις, κατασταθέντες ὑπʼ αὐτῶν δυνάσται.
以前は、これら部族が小さく、数多く、無名であったけれども、しかしながら、人口の多さと彼らが自分たち自身で支配されていたことのために、彼らの境界を区別することは全く困難ではなかった。 しかし現在は、土地の大部分が荒廃し、居住地、とりわけ都市が消滅してしまったので、たとえ誰かがこれらを正確に特定できたとしても、それらの無名さと消滅のために、有用なことは何一つなさないであろう。 この消滅は、古い時代に始まり、今なお、反乱のために多くの地域で止まっていない。 むしろ、ローマ人が、彼ら自身によって支配者として据えられ、彼ら自身の家に駐留している。
τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν (Μολοττῶν δʼ ὑπάρξαι τὰς πλείστας), πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι.
例えば、エペイロス人の70の都市を、マケドニア人とペルセウスの没落の後にパウルスが破壊し(その大部分はモロッソイ人のものであった)、15万人を奴隷にした、とポリュビオスは言っている。
ὅμως δʼ οὖν ἐγχειρήσομεν, ἐφʼ ὅσον τῇ γραφῇ τε προσήκει καὶ ἡμῖν ἐφικτόν, ἐπελθεῖν τὰ καθʼ ἕκαστα, ἀρξάμενοι ἀπὸ τῆς κατὰ τὸν Ἰόνιον κόλπον παραλίας·
とはいえ、記述にふさわしく、我々に可能な限りにおいて、我々は個々の事柄をたどることを試みる。 イオニア湾沿いの海岸から始めて。
αὕτη δʼ ἐστὶν εἰς ἣν ὁ ἔκπλους ὁ ἐκ τοῦ Ἀδρίου τελευτᾷ.
そして、ここはアドリア海からの航路が終結する場所である。
§7.7.4ταύτης δὴ τὰ πρῶτα μέρη τὰ περὶ Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐστίν.
この海岸の最初の部分は、エピダムノスとアポロニアの周辺である。
ἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ Ἐγνατία ἐστὶν ὁδὸς πρὸς ἕω, βεβηματισμένη κατὰ μίλιον καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ·
そしてアポロニアからマケドニアへと向かう東方向の道がエグナティア街道であり、これはマイルごとに歩測され、キュプセラおよびヘブロス川にいたるまでマイル標が建てられている。
μιλίων δʼ ἐστὶ πεντακοσίων τριάκοντα πέντε·
これは535マイルである。
λογιζομένῳ δέ, ὡς μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρακισχίλιοι ἂν εἶεν στάδιοι καὶ ἐπʼ αὐτοῖς διακόσιοι ὀγδοήκοντα, ὡς δὲ Πολύβιος προστιθεὶς τῷ ὀκτασταδίῳ δίπλεθρον, ὅ ἐστι τρίτον σταδίου, προσθετέον ἄλλους σταδίους ἑκατὸν ἑβδομήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν μιλίων ἀριθμοῦ.
計算する人にとって、多くの人がするように、1マイルを8スタディオンとみなせば、4280スタディオンになるであろう。 しかし、1マイルに2プレトロン(すなわち1/3スタディオン)を加えるポリュビオスの方法によると、さらに別の178スタディオン、すなわちマイル数の1/3を加えるべきである。
συμβαίνει δʼ ἀπὸ ἴσου διαστήματος συμπίπτειν εἰς τὴν αὐτὴν ὁδὸν τούς τʼ ἐκ τῆς Ἀπολλωνίας ὁρμηθέντας καὶ τοὺς ἐξ Ἐπιδάμνου.
そして、アポロニアから出発した人々と、エピダムノスから出発した人々が、等しい距離から同じ道に合流することになる。
ἡ μὲν οὖν πᾶσα Ἐγνατία καλεῖται, ἡ δὲ πρώτη ἐπὶ Κανδαουίας λέγεται ὄρους Ἰλλυρικοῦ, διὰ Λυχνιδοῦ πόλεως καὶ Πυλῶνος τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ τήν τε Ἰλλυρίδα καὶ τὴν Μακεδονίαν·
さて、道全体はエグナティア街道と呼ばれるが、その最初の部分は、イリュリアの山であるカンダウイアへと向かう道と言われ、リュクニドス市、および街道上でイリュリアの地とマケドニアとを画定しているピュロンという場所を経由する。
ἐκεῖθεν δʼ ἐστὶ παρὰ Βαρνοῦντα διὰ Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐορδῶν εἰς Ἔδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας·
そこからはバルヌス山の傍らを通り、ヘラクレイア、リュンケスタイ人の地、エオルドイ人の地を経て、エデッサとペラに至り、テサロニケイアに達する。
μίλια δʼ ἐστί, φησὶ Πολύβιος, ταῦτα διακόσια ἑξήκοντα ἑπτά.
ポリュビオスによれば、これは267マイルである。
ταύτην δὴ τὴν ὁδὸν ἐκ τῶν περὶ τὴν Ἐπίδαμνον καὶ τὴν Ἀπολλωνίαν τόπων ἰοῦσιν ἐν δεξιᾷ μέν ἐστι τὰ Ἠπειρωτικὰ ἔθνη κλυζόμενα τῷ Σικελικῷ πελάγει μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου, ἐν ἀριστερᾷ δὲ τὰ ὄρη τὰ τῶν Ἰλλυριῶν ἃ προδιήλθομεν, καὶ τὰ ἔθνη τὰ παροικοῦντα μέχρι Μακεδονίας καὶ Παιόνων.
エピダムノスやアポロニアの周辺地域から出発してこの道を進む者にとって、右側には、アンブラキア湾に至るまでシケリア海に洗われているエペイロスの諸部族があり、左側には、我々がすでに通り過ぎて詳しく述べたイリュリア人の山々と、マケドニアおよびパイオニアにいたるまで隣接して住む諸部族がある。
εἶτʼ ἀπὸ μὲν Ἀμβρακικοῦ κόλπου τὰ νεύοντα ἐφεξῆς πρὸς ἕω, τὰ ἀντιπαρήκοντα τῇ Πελοποννήσῳ, τῆς Ἑλλάδος ἐστίν·
次いで、アンブラキア湾から、続いて東へと向かい、ペロポネソスに平行して向かい合っている地域は、ギリシアの一部である。
εἶτʼ ἐκπίπτει τὸ Αἰγαῖον πέλαγος ἀπολιπόντα ἐν δεξιᾷ τὴν Πελοπόννησον ὅλην.
次いで、ペロポネソス全体を右側に残すと、エーゲ海に出る。
ἀπὸ δὲ τῆς ἀρχῆς τῶν Μακεδονικῶν ὀρῶν καὶ τῶν Παιονικῶν μέχρι Στρυμόνος ποταμοῦ Μακεδόνες τε οἰκοῦσι καὶ Παίονες καί τινες τῶν ὀρεινῶν Θρᾳκῶν·
マケドニアの諸山およびパイオニアの諸山の始まりから、ストリュモン川に至るまでは、マケドニア人とパイオニア人、および山岳トラキア人の一部が居住している。
τὰ δὲ πέραν Στρυμόνος ἤδη μέχρι τοῦ Ποντικοῦ στόματος καὶ τοῦ Αἵμου πάντα Θρᾳκῶν ἔστι πλὴν τῆς παραλίας·
一方、ストリュモン川の彼方は、すでにポントスの口およびハイモス山にいたるまで、沿岸地方を除いてすべてトラキア人のものである。
αὕτη δʼ ὑφʼ Ἑλλήνων οἰκεῖται, τῶν μὲν ἐπὶ τῇ Προποντίδι ἱδρυμένων, τῶν δὲ ἐφʼ Ἑλλησπόντῳ καὶ τῷ Μέλανι κόλπῳ, τῶν δʼ ἐπὶ τῷ Αἰγαίῳ.
そしてこの沿岸地方はギリシア人によって居住されており、彼らの一部はプロポンティスに、他はヘレスポントスやメラス湾に、さらに他はエーゲ海沿いに定住している。
τὸ δʼ Αἰγαῖον πέλαγος δύο κλύζει πλευρὰς τῆς Ἑλλάδος, τὴν μὲν πρὸς ἕω βλέπουσαν, τείνουσαν δὲ ἀπὸ Σουνίου πρὸς τὴν ἄρκτον μέχρι τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας Μακεδονικῆς πόλεως, ἣ νῦν μάλιστα τῶν ἄλλων εὐανδρεῖ, τὴν δὲ πρὸς νότον τὴν Μακεδονικὴν ἀπὸ Θεσσαλονικείας μέχρι Στρυμόνος·
エーゲ海はギリシアの二つの側面を洗っている。 一つは東に面し、スニオンから北へと、テルマイオス湾および現在ほかのどの都市よりも人口の多いマケドニアの都市テサロニケイアに至るまで伸びている側面であり、もう一つは、テサロニケイアからストリュモンに至るマケドニアの南側の側面である。
τινὲς δὲ καὶ τὴν ἀπὸ Στρυμόνος μέχρι Νέστου τῇ Μακεδονίᾳ προσνέμουσιν, ἐπειδὴ Φίλιππος ἐσπούδασε διαφερόντως περὶ ταῦτα τὰ χωρία ὥστʼ ἐξιδιώσασθαι, καὶ συνεστήσατο προσόδους μεγίστας ἐκ τῶν μετάλλων καὶ τῆς ἄλλης εὐφυΐας τῶν τόπων.
しかし、一部の人々はストリュモンからネストス川に至る地域をもマケドニアに割り当てている。 フィリッポスがこれらの地域を私物化するために並々ならぬ熱意を注ぎ、鉱山やその土地の他の自然の恵みから極めて大きな収入を生み出したからである。
ἀπὸ δὲ Σουνίου μέχρι Πελοποννήσου τὸ Μυρτῷον ἔστι καὶ Κρητικὸν πέλαγος καὶ Λιβυκὸν σὺν τοῖς κόλποις μέχρι τοῦ Σικελικοῦ·
スニオンからペロポネソスに至るまでは、ミュルトス海、クレタ海、リビア海があり、その湾とともにシケリア海まで広がっている。
τοῦτο δὲ καὶ τὸν Ἀμβρακικὸν καὶ Κορινθιακὸν καὶ Κρισαῖον ἐκπληροῖ κόλπον.
そしてこのシケリア海が、アンブラキア湾、コリントス湾、クリサ湾を満たしている。