§7.7.5τῶν μὲν οὖν Ἠπειρωτῶν ἔθνη φησὶν εἶναι Θεόπομπος τετταρεσκαίδεκα, τούτων δʼ ἐνδοξότατα Χάονες καὶ Μολοττοὶ διὰ τὸ ἄρξαι ποτὲ πάσης τῆς Ἠπειρώτιδος πρότερον μὲν Χάονας, ὕστερον δὲ Μολοττούς, οἳ καὶ διὰ τὴν συγγένειαν τῶν βασιλέων ἐπὶ πλέον ηὐξήθησαν (τῶν γὰρ Αἰακιδῶν ἦσαν), καὶ διὰ τὸ παρὰ τούτοις εἶναι τὸ ἐν Δωδώνῃ μαντεῖον, παλαιόν τε καὶ ὀνομαστὸν ὄν.
泰奥蓬波斯说,埃庇鲁斯人有十四个部族。 在这些部族中,最著名的是哈翁人和莫洛西人,因为最初是哈翁人、后来是莫洛西人曾统治过整个埃庇鲁斯地区,而且莫洛西人因其国王的血统亲缘关系而更加强大(因为他们属于埃阿科斯家族),并且由于多多纳的神谕所在他们的领地内,这是一个古老而闻名的地方。
Χάονες μὲν οὖν καὶ Θεσπρωτοὶ καὶ μετὰ τούτους ἐφεξῆς Κασσωπαῖοι (καὶ οὗτοι δʼ εἰσὶ Θεσπρωτοὶ) τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου παραλίαν νέμονται χώραν εὐδαίμονα ἔχοντες·
那么,哈翁人和塞斯普罗蒂人,以及紧随其后的卡索派亚人(他们也是塞斯普罗蒂人),占领着从凯劳尼亚山脉到安布拉基亚湾的沿海地区,拥有一片富庶的土地。
ὁ δὲ πλοῦς ἀπὸ τῶν Χαόνων ἀρξαμένῳ πρὸς ἀνίσχοντα ἥλιον καὶ πρὸς τὸν Ἀμβρακικὸν κόλπον καὶ τὸν Κορινθιακόν, ἐν δεξιᾷ ἔχοντι τὸ Αὐσόνιον πέλαγος, ἐν ἀριστερᾷ δὲ τὴν Ἤπειρον, εἰσὶ χίλιοι καὶ τριακόσιοι στάδιοι ἀπὸ τῶν Κεραυνίων ἐπὶ τὸ στόμα τοῦ Ἀμβρακικοῦ κόλπου.
对于从哈翁人那里出发、朝向旭日(东方)以及安布拉基亚湾和科林斯湾航行的人来说,右侧是奥索尼亚海,左侧是埃庇鲁斯,这段从凯劳尼亚山脉到安布拉基亚湾口的航程是一千三百斯塔德。
ἐν τούτῳ δʼ ἐστὶ τῷ διαστήματι Πάνορμός τε λιμὴν μέγας ἐν μέσοις τοῖς Κεραυνίοις ὄρεσι, καὶ μετὰ ταῦτα Ὄγχησμος λιμὴν ἄλλος, καθʼ ὃν τὰ δυσμικὰ ἄκρα τῆς Κορκυραίας ἀντίκειται, καὶ πάλιν ἄλλος Κασσιόπη, ἀφʼ οὗ ἐπὶ Βρεντέσιον χίλιοι ἑπτακόσιοι στάδιοι· οἱ δʼ ἴσοι καὶ ἐπὶ Τάραντα ἀπὸ ἄλλου ἀκρωτηρίου νοτιωτέρου τῆς Κασσιόπης ὃ καλοῦσι Φαλακρόν.
在这一区间内有巴诺尔莫斯,它是凯劳尼亚山脉中部的一个大港口;此后是另一个港口温凯斯莫斯,科尔库拉的西部边缘与之相对;还有另一个港口卡西奥佩,从那里到布伦特西翁是一千七百斯塔德;而从卡西奥佩以南的另一个被称为法拉克龙的岬角到塔兰托,距离也是相同的。
μετὰ δὲ Ὄγχησμον Ποσείδιον καὶ Βουθρωτὸν ἐπὶ τῷ στόματι τοῦ Πηλώδους καλουμένου λιμένος ἱδρυμένον ἐν τόπῳ χερρονησίζοντι, ἐποίκους ἔχον Ῥωμαίους, καὶ τὰ Σύβοτα.
在温凯斯莫斯之后是波塞迪翁和布特罗图姆,后者坐落在被称为佩洛德斯港的港口入口处的一块半岛状土地上,拥有罗马殖民者,以及塞博塔。
εἰσὶ δὲ νησῖδες τὰ Σύβοτα τῆς μὲν Ἠπείρου μικρὸν ἀπέχουσαι, κατὰ δὲ τὸ ἑῷον ἄκρον τῆς Κορκυραίας τὴν Λευκίμμαν κείμεναι. καὶ ἄλλαι δʼ ἐν τῷ παράπλῳ νησῖδες εἰσὶν οὐκ ἄξιαι μνήμης.
塞博塔是一群离埃庇鲁斯不远的小岛,位于科尔库拉东部岬角莱乌基马的对面;沿航道还有其他不值得提及的小岛。
ἔπειτα ἄκρα Χειμέριον καὶ Γλυκὺς λιμήν, εἰς ὃν ἐμβάλλει ὁ Ἀχέρων ποταμός, ῥέων ἐκ τῆς Ἀχερουσίας λίμνης καὶ δεχόμενος πλείους ποταμοὺς ὥστε καὶ γλυκαίνειν τὸν κόλπον· ῥεῖ δὲ καὶ ὁ Θύαμις πλησίον.
接着是凯梅里翁岬和甘美港,阿刻戎河注入其中,它流自阿刻鲁西亚湖并汇集了数条河流,以至于使该湾的海水变淡(变甜);塞亚米斯河也在附近流过。
ὑπέρκειται δὲ τούτου μὲν τοῦ κόλπου Κίχυρος, ἡ πρότερον Ἐφύρα, πόλις Θεσπρωτῶν· τοῦ δὲ κατὰ Βουθρωτὸν ἡ Φοινίκη.
在这个海湾之上坐落着基希罗斯,即以前的埃费拉,是塞斯普罗蒂人的城市;而在布特罗图姆旁的海湾之上坐落着腓尼基。
ἐγγὺς δὲ τῆς Κιχύρου πολίχνιον Βουχέτιον Κασσωπαίων μικρὸν ὑπὲρ τῆς θαλάττης ὄν, καὶ Ἐλάτρια καὶ Πανδοσία καὶ Βατίαι ἐν μεσογαίᾳ, καθήκει δʼ αὐτῶν ἡ χώρα μέχρι τοῦ κόλπου.
在基希罗斯附近是布凯提翁,它是卡索派亚人的一座小城镇,位于海面稍高处,内陆则有埃拉特里亚、潘多西亚和巴蒂艾;他们的土地一直延伸到海湾。
μετὰ δὲ Γλυκὺν λιμένα ἐφεξῆς εἰσι δύο ἄλλοι λιμένες, ὁ μὲν ἐγγυτέρω καὶ ἐλάττων Κόμαρος ἰσθμὸν ποιῶν ἑξήκοντα σταδίων πρὸς τὸν Ἀμβρακικὸν κόλπον καὶ τὸ τοῦ Σεβαστοῦ Καίσαρος κτίσμα τὴν Νικόπολιν· ὁ δὲ ἀπωτέρω καὶ μείζων καὶ ἀμείνων πλησίον τοῦ στόματος τοῦ κόλπου, διέχων τῆς Νικοπόλεως ὅσον δώδεκα σταδίους.
在甘美港之后依次有另外两个港口,较近且较小的是科马罗斯,它与安布拉基亚湾以及奥古斯都·凯撒所建的尼科波利斯形成了一个六十斯塔德的地峡;另一个较远、较大且较好的港口则靠近海湾的口,距离尼科波利斯约十二斯塔德。