§7.7.3πρότερον μὲν οὖν καίπερ μικρῶν καὶ πολλῶν καὶ ἀδόξων ὄντων τῶν ἐθνῶν, ὅμως διὰ τὴν εὐανδρίαν καὶ τὸ βασιλεύεσθαι κατὰ σφᾶς οὐ πάνυ ἦν χαλεπὸν διαλαβεῖν τοὺς ὅρους αὐτῶν, νυνὶ δʼ ἐρήμου τῆς πλείστης χώρας γεγενημένης καὶ τῶν κατοικιῶν καὶ μάλιστα τῶν πόλεων ἠφανισμένων, οὐδʼ εἰ δύναιτό τις ἀκριβοῦν ταῦτα, οὐδὲν ἂν ποιοίη χρήσιμον διὰ τὴν ἀδοξίαν καὶ τὸν ἀφανισμὸν αὐτῶν, ὃς ἐκ πολλοῦ χρόνου λαβὼν τὴν ἀρχὴν οὐδὲ νῦν πω πέπαυται κατὰ πολλὰ μέρη διὰ τὰς ἀποστάσεις, ἀλλʼ ἐνστρατοπεδεύουσιν αὐτοῖς Ῥωμαῖοι τοῖς οἴκοις, κατασταθέντες ὑπʼ αὐτῶν δυνάσται.
以前,虽然这些部族弱小、繁多且默默无闻,但由于人口兴旺以及他们各自治理,划分他们的边界并非十分困难。 然而现在,大部分土地已经荒凉,定居点——尤其是城市——已经消失,即使有人能精确查明这些,也会因为他们的默默无闻和消亡而毫无用处;这种消亡起源于很久以前,由于叛乱,现在许多地区仍未停止。 相反,罗马人被他们立为统治者,就驻扎在他们自己的家里。
τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν (Μολοττῶν δʼ ὑπάρξαι τὰς πλείστας), πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι.
无论如何,波里比乌斯说,在马其顿人和珀尔修斯覆灭之后,保卢斯摧毁了埃庇鲁斯人的七十座城市(其中大多数属于莫洛索伊人),并将十五万人卖为奴隶。
ὅμως δʼ οὖν ἐγχειρήσομεν, ἐφʼ ὅσον τῇ γραφῇ τε προσήκει καὶ ἡμῖν ἐφικτόν, ἐπελθεῖν τὰ καθʼ ἕκαστα, ἀρξάμενοι ἀπὸ τῆς κατὰ τὸν Ἰόνιον κόλπον παραλίας· αὕτη δʼ ἐστὶν εἰς ἣν ὁ ἔκπλους ὁ ἐκ τοῦ Ἀδρίου τελευτᾷ.
尽管如此,我们仍将尽力,在适合我们写作且力所能及的范围内,逐一叙述细节,从伊奥尼亚湾沿岸开始;而这里正是从亚得里亚海出航的终点。
§7.7.4ταύτης δὴ τὰ πρῶτα μέρη τὰ περὶ Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐστίν.
这一海岸的首要部分是埃皮达姆诺斯和阿波罗尼亚周边。
ἐκ δὲ τῆς Ἀπολλωνίας εἰς Μακεδονίαν ἡ Ἐγνατία ἐστὶν ὁδὸς πρὸς ἕω, βεβηματισμένη κατὰ μίλιον καὶ κατεστηλωμένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ· μιλίων δʼ ἐστὶ πεντακοσίων τριάκοντα πέντε·
从阿波罗尼亚向东通往马其顿的是埃格纳提亚大道,它按英里测量并在路旁立有里程碑,一直延伸到凯普塞拉和赫布罗斯河;全程为五百三十五英里。
λογιζομένῳ δέ, ὡς μὲν οἱ πολλοί, τὸ μίλιον ὀκταστάδιον τετρακισχίλιοι ἂν εἶεν στάδιοι καὶ ἐπʼ αὐτοῖς διακόσιοι ὀγδοήκοντα, ὡς δὲ Πολύβιος προστιθεὶς τῷ ὀκτασταδίῳ δίπλεθρον, ὅ ἐστι τρίτον σταδίου, προσθετέον ἄλλους σταδίους ἑκατὸν ἑβδομήκοντα ὀκτώ, τὸ τρίτον τοῦ τῶν μιλίων ἀριθμοῦ.
按多数人的计算方法,将一英里算作八斯塔德,则为四千二百八十斯塔德;但根据波里比乌斯的算法,他在八斯塔德之外又加上了两个普勒特龙(即三分之一斯塔德),因此必须再加上另外一百七十八斯塔德,即英里数的三分之一。
συμβαίνει δʼ ἀπὸ ἴσου διαστήματος συμπίπτειν εἰς τὴν αὐτὴν ὁδὸν τούς τʼ ἐκ τῆς Ἀπολλωνίας ὁρμηθέντας καὶ τοὺς ἐξ Ἐπιδάμνου.
从等距离出发,无论是从阿波罗尼亚出发的人还是从埃皮达姆诺斯出发的人,都会合在同一条道路上。
ἡ μὲν οὖν πᾶσα Ἐγνατία καλεῖται, ἡ δὲ πρώτη ἐπὶ Κανδαουίας λέγεται ὄρους Ἰλλυρικοῦ, διὰ Λυχνιδοῦ πόλεως καὶ Πυλῶνος τόπου ὁρίζοντος ἐν τῇ ὁδῷ τήν τε Ἰλλυρίδα καὶ τὴν Μακεδονίαν· ἐκεῖθεν δʼ ἐστὶ παρὰ Βαρνοῦντα διὰ Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐορδῶν εἰς Ἔδεσσαν καὶ Πέλλαν μέχρι Θεσσαλονικείας· μίλια δʼ ἐστί, φησὶ Πολύβιος, ταῦτα διακόσια ἑξήκοντα ἑπτά.
整条路被称为埃格纳提亚大道,但第一部分被称为通往卡ンダ维亚(一座伊利里亚山脉)的路,途径吕克尼多斯城和被称为皮隆的地方,该地方在道路上划分了伊利里亚和马其顿的边界;从那里开始,道路沿着巴尔努斯山,穿过赫拉克雷亚、吕恩克斯泰人和埃奥尔多伊人的土地,通往埃德萨和佩拉,直到塞萨洛尼基;波里比乌斯说,这段路程是二百六十七英里。
ταύτην δὴ τὴν ὁδὸν ἐκ τῶν περὶ τὴν Ἐπίδαμνον καὶ τὴν Ἀπολλωνίαν τόπων ἰοῦσιν ἐν δεξιᾷ μέν ἐστι τὰ Ἠπειρωτικὰ ἔθνη κλυζόμενα τῷ Σικελικῷ πελάγει μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου, ἐν ἀριστερᾷ δὲ τὰ ὄρη τὰ τῶν Ἰλλυριῶν ἃ προδιήλθομεν, καὶ τὰ ἔθνη τὰ παροικοῦντα μέχρι Μακεδονίας καὶ Παιόνων.
对于从埃皮达姆诺斯和阿波罗尼亚周边地区沿此路前行的人来说,右侧是直至安布拉基亚湾、受西西里海冲刷的埃庇鲁斯部族,左侧是我们已经穿过并叙述过的伊利里亚人山脉,以及邻近居住直到马其顿和派奥尼亚人的部族。
εἶτʼ ἀπὸ μὲν Ἀμβρακικοῦ κόλπου τὰ νεύοντα ἐφεξῆς πρὸς ἕω, τὰ ἀντιπαρήκοντα τῇ Πελοποννήσῳ, τῆς Ἑλλάδος ἐστίν· εἶτʼ ἐκπίπτει τὸ Αἰγαῖον πέλαγος ἀπολιπόντα ἐν δεξιᾷ τὴν Πελοπόννησον ὅλην.
接着,从安布拉基亚湾开始,依次向东倾斜、与伯罗奔尼撒平行相对的地区属于希腊;然后,将整个伯罗奔尼撒留在右侧,道路便通向爱琴海。
ἀπὸ δὲ τῆς ἀρχῆς τῶν Μακεδονικῶν ὀρῶν καὶ τῶν Παιονικῶν μέχρι Στρυμόνος ποταμοῦ Μακεδόνες τε οἰκοῦσι καὶ Παίονες καί τινες τῶν ὀρεινῶν Θρᾳκῶν· τὰ δὲ πέραν Στρυμόνος ἤδη μέχρι τοῦ Ποντικοῦ στόματος καὶ τοῦ Αἵμου πάντα Θρᾳκῶν ἔστι πλὴν τῆς παραλίας· αὕτη δʼ ὑφʼ Ἑλλήνων οἰκεῖται, τῶν μὲν ἐπὶ τῇ Προποντίδι ἱδρυμένων, τῶν δὲ ἐφʼ Ἑλλησπόντῳ καὶ τῷ Μέλανι κόλπῳ, τῶν δʼ ἐπὶ τῷ Αἰγαίῳ.
从马其顿山脉和派奥尼亚山脉的起点直到斯特鲁蒙河,居住着马其顿人、派奥尼亚人以及一些山地色雷斯人;而斯特鲁蒙河彼岸直到黑海之口和海慕斯山的所有地方都是色雷斯人的领土,除了沿海地区;该沿海地区由希腊人居住,其中一些人定居在普罗蓬蒂斯,另一些人定居在赫勒斯滂和梅拉斯湾,还有一些人定居在爱琴海沿岸。
τὸ δʼ Αἰγαῖον πέλαγος δύο κλύζει πλευρὰς τῆς Ἑλλάδος, τὴν μὲν πρὸς ἕω βλέπουσαν, τείνουσαν δὲ ἀπὸ Σουνίου πρὸς τὴν ἄρκτον μέχρι τοῦ Θερμαίου κόλπου καὶ Θεσσαλονικείας Μακεδονικῆς πόλεως, ἣ νῦν μάλιστα τῶν ἄλλων εὐανδρεῖ, τὴν δὲ πρὸς νότον τὴν Μακεδονικὴν ἀπὸ Θεσσαλονικείας μέχρι Στρυμόνος· τινὲς δὲ καὶ τὴν ἀπὸ Στρυμόνος μέχρι Νέστου τῇ Μακεδονίᾳ προσνέμουσιν, ἐπειδὴ Φίλιππος ἐσπούδασε διαφερόντως περὶ ταῦτα τὰ χωρία ὥστʼ ἐξιδιώσασθαι, καὶ συνεστήσατο προσόδους μεγίστας ἐκ τῶν μετάλλων καὶ τῆς ἄλλης εὐφυΐας τῶν τόπων.
爱琴海冲刷着希腊的两侧:一侧面朝东方,从苏尼翁向北延伸到塞尔迈湾和马其顿城市塞萨洛尼基(该城目前比其他城市更为兴盛),另一侧面朝南方,即从塞萨洛尼基到斯特鲁蒙的马其顿一侧;但也有人将斯特鲁蒙到内斯托斯之间的地区划归马其顿,因为腓力对这些地方倾注了异乎寻常的努力以将其占为己有,并从矿山和这些地方的其他自然资源中获得了极大的收益。
ἀπὸ δὲ Σουνίου μέχρι Πελοποννήσου τὸ Μυρτῷον ἔστι καὶ Κρητικὸν πέλαγος καὶ Λιβυκὸν σὺν τοῖς κόλποις μέχρι τοῦ Σικελικοῦ· τοῦτο δὲ καὶ τὸν Ἀμβρακικὸν καὶ Κορινθιακὸν καὶ Κρισαῖον ἐκπληροῖ κόλπον.
从苏尼翁到伯罗奔尼撒是米尔托奥海、克里特海和利比亚海,以及它们直到西西里海的湾区;而后者也填满了安布拉基亚湾、科林斯湾和克里萨湾。