§7.7.1τὰ μὲν οὖν ἀφοριζόμενα ἔθνη τῷ τε Ἴστρῳ καὶ τοῖς Ἰλλυρικοῖς ὄρεσι καὶ Θρᾳκίοις ταῦτʼ ἔστιν ὧν ἄξιον μνησθῆναι, κατέχοντα τὴν Ἀδριατικὴν παραλίαν πᾶσαν ἀπὸ τοῦ μυχοῦ ἀρξάμενα, καὶ τὴν τὰ ἀριστερὰ τοῦ Πόντου λεγομένην ἀπὸ Ἴστρου ποταμοῦ μέχρι Βυζαντίου.
さて、イストロス川と、イリュリアおよびトラキアの山々によって区画されている部族のうち、言及に値するものはこれらであり、それらは[アドリア海の]最奥部から始まってアドリア海沿岸の全体を占め、またイストロス川からビュザンティオンに至るまでの、ポントス(黒海)のいわゆる「左側」[の沿岸]を占めている。
λοιπὰ δέ ἐστι τὰ νότια μέρη τῆς λεχθείσης ὀρεινῆς καὶ ἑξῆς τὰ ὑποπίπτοντα χωρία, ἐν οἷς ἐστιν ἥ τε Ἑλλὰς καὶ ἡ προσεχὴς βάρβαρος μέχρι τῶν ὀρῶν.
残されているのは、前述の山岳地帯の南側の部分と、それに続くその下方に広がる地域であり、その中には、ギリシアと、山々に至るまでのそれに隣接するバルバロイ(異民族)の土地がある。
Ἑκαταῖος μὲν οὖν ὁ Μιλήσιος περὶ τῆς Πελοποννήσου φησὶν διότι πρὸ τῶν Ἑλλήνων ᾤκησαν αὐτὴν βάρβαροι.
さて、ミレトスのヘカタオスはペロポネソスについて、ギリシア人の前にバルバロイがそこに居住していた、と言っている。
σχεδὸν δέ τι καὶ ἡ σύμπασα Ἑλλὰς κατοικία βαρβάρων ὑπῆρξε τὸ παλαιόν, ἀπʼ αὐτῶν λογιζομένοις τῶν μνημονευομένων, Πέλοπος μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγομένου λαοὺς εἰς τὴν ἀπʼ αὐτοῦ κληθεῖσαν Πελοπόννησον, Δαναοῦ δὲ ἐξ Αἰγύπτου, Δρυόπων τε καὶ Καυκώνων καὶ Πελασγῶν καὶ Λελέγων καὶ ἄλλων τοιούτων κατανειμαμένων τὰ ἐντὸς Ἰσθμοῦ καὶ τὰ ἐκτὸς δέ·
そして、言及されているまさにそれらの事実から判断する者にとって、古代には、ほぼギリシア全土がバルバロイの居住地であった。 ペロプスはフリュギアから、自らにちなんで名付けられたペロポネソスへと人々を率いて連れてきており、ダナオスはエジプトから[人々を連れてきており]、またドリュオプス人、カウコネス人、ペラスゴイ人、レレゲス人、およびその他の同様の者たちがイストモスの内側と外側の地域を分割して占有していたからである。
τὴν μὲν γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾷκες ἔσχον, τῆς δὲ Φωκίδος τὴν Δαυλίδα Τηρεύς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ Τέμμικες καὶ Ὕαντες·
というのも、アッティカはエウモルポス率いるトラキア人たちが領有し、フォキスのダウリスはテレウスが、カドメイアはカドモス率いるフェニキア人たちが、そしてボイオティア自体はアオネス人、テムミケス人、ヒュアンテス人が[領有したからである]。
καὶ ἀπὸ τῶν ὀνομάτων δὲ ἐνίων τὸ βάρβαρον ἐμφαίνεται, Κέκροψ καὶ Κόδρος καὶ Ἄικλος καὶ Κόθος καὶ Δρύμας καὶ Κρίνακος.
また、その名前の幾つかからもバルバロイ的特徴が示されている。 例えば、ケクロプス、コドロス、アイクロス、コトス、ドリュマス、クリナコスである。
οἱ δὲ Θρᾷκες καὶ Ἰλλυριοὶ καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν πλευραῖς εἰσιν·
トラキア人、イリュリア人、エペイロス人は、現在に至るまで周辺に存在している。
ἔτι μέντοι μᾶλλον πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν τῷ παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν πολλὴν οἱ βάρβαροι ἔχουσι, Μακεδονίαν μὲν Θρᾷκες καί τινα μέρη τῆς Θετταλίας, Ἀκαρνανίας δὲ καὶ Αἰτωλίας ἄνω Θεσπρωτοὶ καὶ Κασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ Μολοττοὶ καὶ Ἀθαμᾶνες, Ἠπειρωτικὰ ἔθνη.
しかしながら、現在よりも以前の方がなおさらそうであった。 何しろ、現在では紛れもなくギリシアである地域についても、その多くをバルバロイが占めているからである。 すなわち、マケドニアとテッサリアのいくつかの部分をトラキア人が、アカルナニアとエトリアの上部を、エペイロスの部族であるテスプロトイ人、カッソパイオイ人、アンピロコイ人、モロッソイ人、アタマネス人が占めている。
§7.7.2περὶ μὲν οὖν Πελασγῶν εἴρηται, τοὺς δὲ Λέλεγας τινὲς μὲν τοὺς αὐτοὺς Καρσὶν εἰκάζουσιν, οἱ δὲ συνοίκους μόνον καὶ συστρατιώτας·
さて、ペラスゴイ人についてはすでに述べた。 一方、レレゲス人については、ある人々は彼らをカリア人と同じであると推測し、他の人々は単に同居者であり戦友であったにすぎないと推測している。
διόπερ ἐν τῇ Μιλησίᾳ, Λελέγων κατοικίας λέγεσθαί τινας, πολλαχοῦ δὲ τῆς Καρίας τάφους Λελέγων καὶ ἐρύματα ἔρημα Λελέγεια καλούμενα.
それゆえ、ミレトス領内にはレレゲス人の居住地がいくつかあると言われており、カリアの多くの場所にはレレゲス人の墓や、レレゲイアと呼ばれる荒廃した砦が存在している。
ἥ τε Ἰωνία νῦν λεγομένη πᾶσα ὑπὸ Καρῶν ᾠκεῖτο καὶ Λελέγων·
また、現在イオニアと呼ばれている全域は、かつてカリア人とレレゲス人によって居住されていた。
ἐκβαλόντες δὲ τούτους οἱ Ἴωνες αὐτοὶ τὴν χώραν κατέσχον, ἔτι δὲ πρότερον οἱ τὴν Τροίαν ἑλόντες ἐξήλασαν τοὺς Λέλεγας ἐκ τῶν περὶ τὴν Ἴδην τόπων τῶν κατὰ Πήδασον καὶ τὸν Σατνιόεντα ποταμόν.
イオニア人自身が彼らを追い出してその土地を占有したのであるが、それよりもさらに前に、トロイアを攻略した者たちが、ペダソスやサトニオエイス川の付近にあるイダ山周辺の地域からレレゲス人を追放していた。
ὅτι μὲν οὖν βάρβαροι ἦσαν οὗτοι, καὶ αὐτὸ τὸ κοινωνῆσαι τοῖς Καρσὶ νομίζοιτʼ ἂν σημεῖον·
彼らがバルバロイであったことは、カリア人と行動を共にしたというその事実自体が証拠とみなされ得る。
ὅτι δὲ πλάνητες καὶ μετʼ ἐκείνων καὶ χωρὶς καὶ ἐκ παλαιοῦ, καὶ αἱ Ἀριστοτέλους πολιτεῖαι δηλοῦσιν.
また、彼らが彼ら(カリア人)と共にか、あるいは単独で、古くから流浪する民であったことは、アリストテレスの『国制記』群も明らかにしている。
ἐν μὲν γὰρ τῇ Ἀκαρνάνων φησὶ τὸ μὲν ἔχειν αὐτῆς Κουρῆτας, τὸ δὲ προσεσπέριον Λέλεγας, εἶτα Τηλεβόας·
というのも、彼は『アカルナニア人の国制』の中で、その地域の一部をクレテス人が占有し、西部の部分をレレゲス人が、次いでテレボアス人が[占有した]と述べているからである。
ἐν δὲ τῇ Αἰτωλῶν τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν·
また、『エトリア人の国制』の中では、現在のロクリス人をレレゲス人と呼んでおり、彼らがボイオティアをも占有したと述べている。
ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων·
同様に『オプウス人の国制』や『メガラ人の国制』の中でも[述べている]。
ἐν δὲ τῇ Λευκαδίων καὶ αὐτόχθονά τινα Λέλεγα ὀνομάζει, τούτου δὲ θυγατριδοῦν Τηλεβόαν, τοῦ δὲ παῖδας δύο καὶ εἴκοσι Τηλεβόας, ὧν τινὰς οἰκῆσαι τὴν Λευκάδα.
また、『レウカス人の国制』の中では、ある土着の人物であるレレクス(レレゲス人の始祖)の名を挙げており、その娘の息子がテレボアスであり、その息子の22人の子供たちがテレボアス人であって、彼らのうち何人かがレウカスに居住したと述べている。
μάλιστα δʼ ἄν τις Ἡσιόδῳ πιστεύσειεν οὕτως περὶ αὐτῶν εἰπόντι
"
ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν,
τούς ῥά ποτε Κρονίδης, Ζεὺς ἄφθιτα μήδεα εἰδώς,
λεκτοὺς ἐκ γαίης λάους πόρε Δευκαλίωνι.
しかし、彼らについて次のように述べているヘシオドスを、人は最も信頼するであろう。 "実に、ロクロスはレレゲス人の軍勢を率いた。 彼らをかつて、不滅の知恵を持つクロノスの子ゼウスが、大地から選ばれた人々としてデウカリオンに与えた。
"
τῇ γὰρ ἐτυμολογίᾳ τὸ συλλέκτους γεγονέναι τινὰς ἐκ παλαιοῦ καὶ μιγάδας αἰνίττεσθαί μοι δοκεῖ καὶ διὰ τοῦτο ἐκλελοιπέναι τὸ γένος·
"というのも、この語源によって、古くからかき集められた、混成の集団であったことを暗示していると私には思われるのであり、またこのために、その種族が消滅してしまったのだと思われる。
ἅπερ ἄν τις καὶ περὶ Καυκώνων λέγοι, νῦν οὐδαμοῦ ὄντων πρότερον δʼ ἐν πλείοσι τόποις κατῳκισμένων.
同様のことはカウコネス人についても言えるだろう。 彼らは現在ではどこにも存在しないが、以前は多くの場所に定住していたのである。