Humanitext Reader

ストラボン · 地理誌 §7.6.1

イストロス川からビュザンティオンまでのポントス沿岸

219 / 577 箇所 · ギリシア語

要旨

イストロス川からビュザンティオンの海峡にいたるポントス沿岸地方の地理的範囲を設定し、その沿岸にある諸都市(イストロス、トミス、アポロニア、メセムブリアなど)やキュアネアイ島などの自然・文化的特徴を記述する。

§7.6.1λοιπὴ δʼ ἐστὶ τῆς μεταξὺ Ἴστρου καὶ τῶν ὀρῶν τῶν ἐφʼ ἑκάτερα τῆς Παιονίας ἡ Ποντικὴ παραλία, ἡ ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου μέχρι τῆς περὶ τὸν Αἷμον ὀρεινῆς καὶ μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον.
イストロス川とパイオニアの両側にある山々との間の残りの部分はポントス沿岸地方であり、これはイストロス川の聖なる河口からハイモス山周辺の山岳地帯、さらにはビュザンティオンのそばの河口にまで及んでいる。
καθάπερ τὴν Ἰλλυρικὴν παραλίαν ἐπιόντες μέχρι τῶν Κεραυνίων ὀρῶν προὔβημεν ἔξω τῆς Ἰλλυρικῆς πιπτόντων ὀρεινῆς, ἐχόντων δέ τι οἰκεῖον πέρας, τὰ μεσόγαια δʼ ἔθνη τούτοις ἀφωρίσμεθα, νομίζοντες σημειωδεστέρας ἔσεσθαι τὰς τοιαύτας περιγραφὰς καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ὕστερον, οὕτω κἀνταῦθα ἡ παραλία, κἂν ὑπερπίπτῃ τὴν ὀρεινὴν γραμμήν, ὅμως εἰς οἰκεῖόν τι πέρας τελευτήσει τὸ τοῦ Πόντου στόμα καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ἐφεξῆς.
ちょうど、我々がイルリア沿岸をたどりながら、イルリアの山岳地帯の外に位置しつつも独自の境界を有しているケラウニア山脈にまで進み、これらの山脈によって内陸の諸部族を画定したように(このような記述の仕方が、現在にとっても後にとってもより分かりやすくなると考えたからである)、そのようにここでもまた、たとえ沿岸地域が山岳の境界線を越えるとしても、やはり現在にとってもその後に続くものにとっても、ポントスの口という独自の境界において終わることになる。
ἔστιν οὖν ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ἐν δεξιᾷ ἔχοντι τὴν συνεχῆ παραλίαν Ἴστρος πολίχνιον ἐν πεντακοσίοις σταδίοις, Μιλησίων κτίσμα·
それゆえ、イストロス川の聖なる河口から、連続する沿岸を右手に見て進むと、500スタディオンのところにイストロスという小さな町があり、これはミレトス人の入植地である。
εἶτα Τόμις, ἕτερον πολίχνιον ἐν διακοσίοις πεντήκοντα σταδίοις· εἶτα πόλις Κάλλατις ἐν διακοσίοις ὀγδοήκοντα, Ἡρακλεωτῶν ἄποικος·
次いでトミスという別の小さな町が250スタディオンのところにあり、次いでカッラティス市が280スタディオンのところにあり、これはヘラクレア人の植民都市である。
εἶτʼ Ἀπολλωνία ἐν χιλίοις τριακοσίοις σταδίοις, ἄποικος Μιλησίων, τὸ πλέον τοῦ κτίσματος ἱδρυμένον ἔχουσα ἐν νησίῳ τινί, ἱερὸν τοῦ Ἀπόλλωνος, ἐξ οὗ Μάρκος Λεύκολλος τὸν κολοσσὸν ἦρε καὶ ἀνέθηκεν ἐν τῷ Καπετωλίῳ τὸν τοῦ Ἀπόλλωνος, Καλάμιδος ἔργον.
次いでアポロニアが1300スタディオンのところにあり、これはミレトス人の植民都市であって、その建物の大部分をある小さな島に有しており、そこにはアポロンの神殿があって、そこからマルクス・ルクッルスが、カラミスの作品であるアポロンの巨像を持ち去り、カピトリウムに奉納した。
ἐν τῷ μεταξὺ δὲ διαστήματι τῷ ἀπὸ Καλλάτιδος εἰς Ἀπολλωνίαν Βιζώνη τέ ἐστιν, ἧς κατεπόθη πολὺ μέρος ὑπὸ σεισμῶν, καὶ Κρουνοὶ καὶ Ὀδησσὸς Μιλησίων ἄποικος, καὶ Ναύλοχος Μεσημβριανῶν πολίχνιον·
カッラティスからアポロニアにいたる中間の距離には、ビゾネ(その大部分は地震によって沈下した)があり、またクルノイ、ミレトス人の植民都市であるオデッソス、そしてメセムブリア人の小さな町であるナウロコスがある。
εἶτα τὸ Αἷμον ὄρος μέχρι τῆς δεῦρο θαλάττης διῆκον· εἶτα Μεσημβρία Μεγαρέων ἄποικος, πρότερον δὲ Μενεβρία, οἷον Μένα πόλις, τοῦ κτίσαντος Μένα καλουμένου, τῆς δὲ πόλεως βρίας καλουμένης θρᾳκιστί· ὡς καὶ ἡ τοῦ Σήλυος πόλις Σηλυμβρία προσηγόρευται, ἥ τε Αἶνος Πολτυμβρία ποτὲ ὠνομάζετο·
次いで、この地の海まで達しているハイモス山があり、次いでメガラ人の植民都市であるメセムブリアがある。 これは以前はメネブリア、すなわち「メナスの町」と呼ばれており、創建者がメナスと呼ばれ、町がトラキア語で「ブリア」と呼ばれていたからである(ちょうどセリュスの町がセリュンブリアと名付けられ、アイノスがかつてポルテュンブリアと呼ばれていたのと同じである)。
εἶτʼ Ἀγχιάλη πολίχνιον Ἀπολλωνιατῶν καὶ αὐτὴ Ἀπολλωνία.
次いでアンキアレというアポロニア人の小さな町、そしてアポロニア自体がある。
ἐν δὲ ταύτῃ τῇ παραλίᾳ ἐστὶν ἡ Τίριζις ἄκρα, χωρίον ἐρυμνόν, ᾧ ποτε καὶ Λυσίμαχος ἐχρήσατο γαζοφυλακίῳ.
この沿岸にはティリジス岬があり、ここは堅固な場所であって、かつてリュシマコスが宝物庫として用いた。
πάλιν δʼ ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας στάδιοί εἰσι περὶ χιλίους καὶ πεντακοσίους, ἐν δὲ τῷ μεταξὺ ἥ τε Θυνιὰς τῶν Ἀπολλωνιατῶν χώρα, καὶ Φινόπολις καὶ Ἀνδριακή, συνάπτουσαι τῷ Σαλμυδησσῷ.
再びアポロニアからキュアネアイまでは約1500スタディオンであり、その中間にはアポロニア人の領土であるテュニアス、およびピノポリス、アンドリアケがあり、これらはサルミュデッソスに接している。
ἔστι δʼ οὗτος ἔρημος αἰγιαλὸς καὶ λιθώδης, ἀλίμενος, ἀναπεπταμένος πολὺς πρὸς τοὺς βορέας, σταδίων ὅσον ἑπτακοσίων μέχρι Κυανέων τὸ μῆκος, πρὸς ὃν οἱ ἐκπίπτοντες ὑπὸ τῶν Ἀστῶν διαρπάζονται τῶν ὑπερκειμένων, Θρᾳκίου ἔθνους.
このサルミュデッソスは、荒涼とした岩がちの海岸で、港がなく、北風に対して大きく開けており、キュアネアイまでの長さは約700スタディオンである。 そこに難破して漂着した人々は、その上方に住むトラキア人の部族であるアストイ人によって略奪される。
αἱ δὲ Κυάνεαι πρὸς τῷ στόματι τοῦ Πόντου εἰσὶ δύο νησίδια, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς τὸ δὲ τῇ Ἀσίᾳ, πορθμῷ διειργόμενα ὅσον εἴκοσι σταδίων.
キュアネアイはポントスの口の近くにある二つの小さな島であり、一方はヨーロッパに隣接し、他方はアジアに隣接しており、約20スタディオンの海峡によって隔てられている。
τοσοῦτον δὲ διέχει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τοῦ στόματος τοῦ Εὐξείνου τὸ στενώτατον·
それはまた、ビュザンティオン人の神殿、およびカルケドン人の神殿からも同じ距離だけ離れており、ここがエウクセイノス(黒海)の口の最も狭い部分である。
προϊόντι γὰρ δέκα σταδίους ἄκρα ἐστὶ πενταστάδιον ποιοῦσα τὸν πορθμόν, εἶτα διίσταται ἐπὶ πλέον καὶ ποιεῖν ἄρχεται τὴν Προποντίδα.
というのも、そこから10スタディオン進むと岬があり、海峡を5スタディオンの幅にしており、それからさらに広がり、プロポンティスを形成し始めるからである。

語釈・文法注

  1. §7.6.1λοιπὴ δʼ ἐστὶ τῆς μεταξὺ Ἴστρου καὶ τῶν ὀρῶν τῶν ἐφʼ ἑκάτερα τῆς Παιονίας ἡ Ποντικὴ παραλία — 定冠詞属格 `τῆς` は先行する記述との関係から `χώρας`(土地・地域)などの女性名詞が省略されたものと理解され、「イストロス川と、パイオニアの両側にある山々との間の[地域の]残りの部分」という意味になる。
  2. §7.6.1ἐν δεξιᾷ ἔχοντι τὴν συνεχῆ παραλίαν — 現在分詞与格 `ἔχοντι` は、「〜する旅行者(読者)にとって」という想定された判断基準・関係を示す与格(dativus iudicantis / relationis)であり、沿岸を右手に置いて航行・移動する主体を指す。
  3. §7.6.1τὸ πλέον τοῦ κτίσματος ἱδρυμένον ἔχουσα — 現在分詞 `ἔχουσα`(女性単数主格、アポロニアに係る)は直接目的語として `τὸ πλέον τοῦ κτίσματος` を、叙述分詞(補語)として完了受動分詞 `ἱδρυμένον` を取り、「その建造物の大部分が設置されている状態にしている(=大部分が位置している)」という状態を表す構文である。
  4. ¦p.439¦προϊόντι γὰρ δέκα σταδίους — 現在分詞与格 `προϊόντι` も `ἔχοντι` と同様に、想定された旅行者を指す関係の与格であり、「そこから10スタディオン進む(旅行者)にとって」という意味を表す。

この箇所を引用する

ストラボン, 地理誌 §7.6.1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.6.1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。