Humanitext Reader

ストラボン · 地理誌 §7.5.10-7.5.12

イルリア内陸の風土とアウタリアタイ人の興亡

218 / 577 箇所 · ギリシア語

要旨

イルリア海岸の港湾の豊かさと内陸部の寒冷な気候を対比し、かつて強盛を誇ったアウタリアタイ人とその後の衰退、そしてスコルディスコイ人の居住地域と周辺部族への侵略を説明する。

§7.5.10τὸν μὲν οὖν παράπλουν ἅπαντα τὸν Ἰλλυρικὸν σφόδρα εὐλίμενον εἶναι συμβαίνει καὶ ἐξ αὐτῆς τῆς συνεχοῦς ᾐόνος καὶ ἐκ τῶν πλησίον νήσων, ὑπεναντίως τῷ Ἰταλικῷ τῷ ἀντικειμένῳ ἀλιμένῳ ὄντι·
さて、イルリアの沿岸航路全体は、連続する海岸自体からも、また近くの島々からも、きわめて港に恵まれていることになる。 これは、港がない向かい側のイタリアの沿岸航路とは正反対である。
ἀλεεινοὶ δὲ καὶ χρηστόκαρποι ὁμοίως·
また、それらは温暖で、同様に実り豊かな土地でもある。
ἐλαιόφυτοι γὰρ καὶ εὐάμπελοι, πλὴν εἴ τί που σπάνιον ἐκτετράχυνται τελέως.
なぜなら、どこか稀に完全に荒地となっている場所を除けば、オリーブがよく植えられ、ブドウがよく育つからである。
τοιαύτη δʼ οὖσα ὠλιγωρεῖτο πρότερον ἡ Ἰλλυρικὴ παραλία, τάχα μὲν καὶ κατʼ ἄγνοιαν τῆς ἀρετῆς, τὸ μέντοι πλέον διὰ τὴν ἀγριότητα τῶν ἀνθρώπων καὶ τὸ λῃστρικὸν ἔθος.
このような土地であるにもかかわらず、以前はイルリアの海岸は軽視されていた。 おそらくはその良さが知られていなかったためでもあるが、それ以上に、人々の野蛮さと海賊行為の習慣のためであった。
ἡ δʼ ὑπερκειμένη ταύτης πᾶσα ὀρεινὴ καὶ ψυχρὰ καὶ νιφόβολός ἐστιν, ἡ δὲ προσάρκτιος καὶ μᾶλλον, ὥστε καὶ τῶν ἀμπέλων σπάνιν εἶναι καὶ ἐν ταῖς ὑψώσεσι καὶ ἐν τοῖς ἐπιπεδωτέροις.
これより内陸にある地域はすべて山がちで寒冷で雪が多く、北方の地域はなおさらであり、そのために高地でも、より平坦な場所でも、ブドウが稀にしか存在しないほどである。
ὀροπέδια δʼ ἐστὶ ταῦτα ἃ κατέχουσιν οἱ Παννόνιοι, πρὸς νότον μὲν μέχρι Δαλματέων καὶ Ἀρδιαίων διατείνοντα, πρὸς ἄρκτον δὲ ἐπὶ τὸν Ἴστρον τελευτῶντα, πρὸς ἕω δὲ Σκορδίσκοις συνάπτοντα τῇ δὲ παρὰ τὰ ὄρη τῶν Μακεδόνων καὶ Θρᾳκῶν.
これらはパンノニア人が占めている高原であり、南はダルマティア人とアルディアイオイ人のところまで広がり、北はイストロス川に達して終わり、東はスコルディスコイ人の土地、およびマケドニア人とトラキア人の山々に沿った地域に隣接している。
§7.5.11Αὐταριᾶται μὲν οὖν τὸ μέγιστον καὶ ἄριστον τῶν Ἰλλυριῶν ἔθνος ὑπῆρξεν, ὃ πρότερον μὲν πρὸς Ἀρδιαίους συνεχῶς ἐπολέμει περὶ ἁλῶν ἐν μεθορίοις πηγνυμένων ἐξ ὕδατος ῥέοντος ὑπὸ ἄγκει τινὶ τοῦ ἔαρος·
さて、アウタリアタイ人はイルリア人の最大かつ最優秀の部族であった。 彼らは以前、春にある谷の下を流れる水から境界地方で凝固する塩をめぐって、アルディアイオイ人と絶えず戦争をしていた。
ἀρυσαμένοις γὰρ καὶ ἀποθεῖσιν ἡμέρας πέντε ἐξεπήγνυντο οἱ ἅλες.
というのも、水を汲み上げて5日間置いておくと、塩が凝固したからである。
συνέκειτο δὲ παρὰ μέρος χρῆσθαι τῷ ἁλοπηγίῳ, παραβαίνοντες δὲ τὰ συγκείμενα ἐπολέμουν·
その塩田を交代で使用することが取り決められていたが、合意に違反しては戦争をしていた。
καταστρεψάμενοι δέ ποτε οἱ Αὐταριᾶται Τριβαλλοὺς ἀπὸ Ἀγριάνων μέχρι τοῦ Ἴστρου καθήκοντας ἡμερῶν πεντεκαίδεκα ὁδὸν ἐπῆρξαν καὶ τῶν ἄλλων Θρᾳκῶν τε καὶ Ἰλλυριῶν·
アウタリアタイ人はかつて、アグリアネス人からイストロス川まで 15日間の旅路にわたって広がっていたトリバッロイ人を征服し、他のトラキア人やイルリア人をも支配した。
κατελύθησαν δʼ ὑπὸ Σκορδίσκων πρότερον, ὕστερον δʼ ὑπὸ Ῥωμαίων, οἳ καὶ τοὺς Σκορδίσκους αὐτοὺς κατεπολέμησαν πολὺν χρόνον ἰσχύσαντας.
しかし、彼らはまずスコルディスコイ人によって、後にローマ人によって滅ぼされた。 ローマ人は、長きにわたり強盛であったスコルディスコイ人自身をも打ち破ったのである。
§7.5.12ὤικησαν δʼ οὗτοι παρὰ τὸν Ἴστρον διῃρημένοι δίχα, οἱ μὲν μεγάλοι Σκορδίσκοι καλούμενοι οἱ δὲ μικροί·
彼らはイストロス川の沿岸に二つに分かれて住んでおり、一方は「大スコルディスコイ」と呼ばれ、他方は「小スコルディスコイ」と呼ばれた。
οἱ μὲν μεταξὺ δυεῖν ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἴστρον, τοῦ τε Νοάρου τοῦ παρὰ τὴν Σεγεστικὴν ῥέοντος καὶ τοῦ Μάργου (τινὲς δὲ Βάργον φασίν), οἱ δὲ μικροὶ τούτου πέραν, συνάπτοντες Τριβαλλοῖς καὶ Μυσοῖς.
前者(大スコルディスコイ)は、イストロス川に流れ込む二つの川、すなわちセゲスティケの地を流れるノアロス川とマルゴス川(ある人々はバルゴスと呼ぶ)の間に住み、後者(小スコルディスコイ)はこの川の向こう側に住み、トリバッロイ人とミュソイ人に隣接していた。
εἶχον δὲ καὶ τῶν νήσων τινὰς οἱ Σκορδίσκοι·
スコルディスコイ人は島々のいくつかをも領有していた。
ἐπὶ τοσοῦτον δʼ ηὐξήθησαν ὥστε καὶ μέχρι τῶν Ἰλλυρικῶν καὶ τῶν Παιονικῶν καὶ Θρᾳκίων προῆλθον ὀρῶν·
彼らはきわめて強大になったため、イルリア、パイオニア、トラキアの山々にまで進出した。
κατέσχον οὖν καὶ τὰς νήσους τὰς ἐν τῷ Ἴστρῳ τὰς πλείους, ἦσαν δὲ καὶ πόλεις αὐτοῖς Ἑόρτα καὶ Καπέδουνον.
それゆえ彼らはイストロス川の島々の大部分をも占領し、彼らにはヘオルタとカペドゥノンという都市もあった。
μετὰ δὲ τὴν τῶν Σκορδίσκων χώραν παρὰ μὲν τὸν Ἴστρον ἡ τῶν Τριβαλλῶν καὶ Μυσῶν ἔστιν, ὧν ἐμνήσθημεν πρότερον, καὶ τὰ ἕλη τὰ τῆς μικρᾶς καλουμένης Σκυθίας τῆς ἐντὸς Ἴστρου·
スコルディスコイ人の土地の次には、イストロス川沿いにトリバッロイ人とミュソイ人の土地があり(これらについては以前言及した)、またイストロス川の内側にある、いわゆる「小スキティア」の湿地帯がある(これらについても言及した)。
καὶ τούτων ἐμνήσθημεν. ὑπεροικοῦσι δʼ οὗτοί τε καὶ Κρόβυζοι καὶ οἱ Τρωγλοδύται λεγόμενοι τῶν περὶ Κάλλατιν καὶ Τομέα καὶ Ἴστρον τόπων.
カラティス、トメイ、イストロス川の周辺地域のさらに奥には、彼らや、クロビュゾイ人、およびトログロデュタイと呼ばれる人々が住んでいる。
εἶθʼ οἱ περὶ τὸ Αἷμον καὶ οἱ ὑπὲρ αὐτοῦ οἰκοῦντες μέχρι τοῦ Πόντου Κόραλλοι καὶ Βέσσοι καὶ Μαίδων τινὲς καὶ Δανθηλητῶν.
それから、ハイモス山の周辺の人々と、その上方でポントスに達するまで住んでいるコラッロイ人、ベッソイ人、およびマイドイ人やダンテレータイ人の一部がいる。
πάντα μὲν οὖν ταῦτα λῃστρικώτατα ἔθνη, Βέσσοι δέ, οἵπερ τὸ πλέον τοῦ ὄρους νέμονται τοῦ Αἵμου, καὶ ὑπὸ τῶν λῃστῶν λῃσταὶ προσαγορεύονται, καλυβῖταί τινες καὶ λυπρόβιοι, συνάπτοντες τῇ τε Ῥοδόπῃ καὶ τοῖς Παίοσι καὶ τῶν Ἰλλυριῶν τοῖς τε Αὐταριάταις καὶ τοῖς Δαρδανίοις.
さて、これらはすべて極めて略奪を好む部族であるが、ハイモス山の大部分を占拠しているベッソイ人は、略奪者たちからも「略奪者」と呼ばれており、小屋に住んで貧しい暮らしを送り、ロドペ山脈、パイオニア人、およびイルリア人のうちアウタリアタイ人とダルダニア人に隣接している。
μεταξὺ δὲ τούτων τε καὶ τῶν Ἀρδιαίων οἱ Δασαρήτιοι εἰσὶ καὶ Ἀγριᾶνες καὶ ἄλλα ἄσημα ἔθνη, ἃ ἐπόρθουν οἱ Σκορδίσκοι μέχρι ἠρήμωσαν τὴν χώραν καὶ δρυμῶν ἀβάτων ἐφʼ ἡμέρας πλείους ἐποίησαν μεστήν.
これらとアルディアイオイ人の間には、ダサレティオイ人、アグリアネス人、および他の無名の諸部族がいるが、スコルディスコイ人はその地を荒廃させ、何日もの間進むことのできない密林で満たされた状態にするまで、これらを略奪し続けた。

語釈・文法注

  1. 7.5.10τὸν μὲν οὖν παράπλουν ἅπαντα τὸν Ἰλλυρικὸν σφόδρα εὐλίμενον εἶναι συμβαίνει — συμβαίνει(〜となる、〜であるという状態にある)に、対格不定詞句 τὸν παράπλουν ... εὐλίμενον εἶναι が主語として係っている。παράπλουν(沿岸航路)は男性名詞単数対格で、εὐλίμενον はその述語形容詞。
  2. 7.5.10ὑπεναντίως τῷ Ἰταλικῷ τῷ ἀντικειμένῳ ἀλιμένῳ ὄντι — 副詞 ὑπεναντίως は与格をとるため、τῷ Ἰταλικῷ (イタリアの[沿岸航路]に)が与格になっている。τῷ ἀντικειμένῳ は「向かい側の」を表す分詞、ἀλιμένῳ ὄντι は与格の分詞句で、イタリアの沿岸航路の性質(港がないこと)を説明している。
  3. 7.5.11ἀρυσαμένοις γὰρ καὶ ἀποθεῖσιν ἡμέρας πέντε ἐξεπήγνυντο οἱ ἅλες — ἀρυσαμένοις および ἀποθεῖσιν は、アオリスト能動態分詞・複数・与格で、「人(あるいは部族)が水を汲み上げて、それを置いておくと」という条件や時を表す。与格は、文全体の主語(塩が固まる)に対して「(人々にとって)〜すると」という関係を表す(「基準の与格」あるいは「関与の与格」)。
  4. 7.5.12οἱ μὲν μεγάλοι Σκορδίσκοι καλούμενοι οἱ δὲ μικροί· οἱ μὲν ... οἱ δὲ μικροὶ τούτου πέραν — 文頭の ὤικησαν δʼ οὗτοι ... διῃρημένοι δίχα(彼らは二つに分かれて住んでいた)を、同格の οἱ μὲν ... οἱ δὲ ... によって部分的に言い換えている(「部分と全体」の同格、schema-Ionicum 的構文)。
  5. 7.5.12ἃ ἐπόρθουν οἱ Σκορδίσκοι μέχρι ἠρήμωσαν τὴν χώραν καὶ δρυμῶν ἀβάτων ἐφʼ ἡμέρας πλείους ἐποίησαν μεστήν — 関係代名詞 ἃ は先行詞である諸部族(ἔθνη)を指し、ἐπόρθουν の直接目的語。接続詞 μέχρι は「〜にいたるまで」という意味で直説法過去(ἠρήμωσαν, ἐποίησαν)を伴い、結果としての事実上の到達点を示す。μεστήν は ἐποίησαν の目的格補語で、δρυμῶν ἀβάτων(進むことのできない密林)はその性質を表す属格(形容詞 μεστός の補部)。

この箇所を引用する

ストラボン, 地理誌 §7.5.10-7.5.12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.5.10-7.5.12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。