§7.6.1λοιπὴ δʼ ἐστὶ τῆς μεταξὺ Ἴστρου καὶ τῶν ὀρῶν τῶν ἐφʼ ἑκάτερα τῆς Παιονίας ἡ Ποντικὴ παραλία, ἡ ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου μέχρι τῆς περὶ τὸν Αἷμον ὀρεινῆς καὶ μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον.
The remaining part of the country between the Ister and the mountains on either side of Paeonia is the Pontic coast, which extends from the Sacred Mouth of the Ister as far as the mountainous country around the Haemus and as far as the mouth near Byzantium.
καθάπερ τὴν Ἰλλυρικὴν παραλίαν ἐπιόντες μέχρι τῶν Κεραυνίων ὀρῶν προὔβημεν ἔξω τῆς Ἰλλυρικῆς πιπτόντων ὀρεινῆς, ἐχόντων δέ τι οἰκεῖον πέρας, τὰ μεσόγαια δʼ ἔθνη τούτοις ἀφωρίσμεθα, νομίζοντες σημειωδεστέρας ἔσεσθαι τὰς τοιαύτας περιγραφὰς καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ὕστερον, οὕτω κἀνταῦθα ἡ παραλία, κἂν ὑπερπίπτῃ τὴν ὀρεινὴν γραμμήν, ὅμως εἰς οἰκεῖόν τι πέρας τελευτήσει τὸ τοῦ Πόντου στόμα καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ἐφεξῆς.
Just as in traversing the Illyrian coast we advanced as far as the Ceraunian Mountains, which fall outside the Illyrian mountainous country but have a kind of natural limit of their own, and by these we bounded the inland tribes, thinking that such descriptions would be clearer both for the present and for the future, so here too the coast, even if it exceeds the mountain line, will nevertheless end at a natural limit of its own, namely the mouth of the Pontus, both for the present and for what follows.
ἔστιν οὖν ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ἐν δεξιᾷ ἔχοντι τὴν συνεχῆ παραλίαν Ἴστρος πολίχνιον ἐν πεντακοσίοις σταδίοις, Μιλησίων κτίσμα· εἶτα Τόμις, ἕτερον πολίχνιον ἐν διακοσίοις πεντήκοντα σταδίοις· εἶτα πόλις Κάλλατις ἐν διακοσίοις ὀγδοήκοντα, Ἡρακλεωτῶν ἄποικος· εἶτʼ Ἀπολλωνία ἐν χιλίοις τριακοσίοις σταδίοις, ἄποικος Μιλησίων, τὸ πλέον τοῦ κτίσματος ἱδρυμένον ἔχουσα ἐν νησίῳ τινί, ἱερὸν τοῦ Ἀπόλλωνος, ἐξ οὗ Μάρκος Λεύκολλος τὸν κολοσσὸν ἦρε καὶ ἀνέθηκεν ἐν τῷ Καπετωλίῳ τὸν τοῦ Ἀπόλλωνος, Καλάμιδος ἔργον.
Thus, starting from the Sacred Mouth of the Ister, if one keeps the continuous coast on the right, there is at a distance of five hundred stadia the small town of Istrus, a foundation of the Milesians; then Tomis, another small town, at two hundred and fifty stadia; then the city of Callatis at two hundred and eighty stadia, a colony of the Heracleotae; then Apollonia at one thousand three hundred stadia, a colony of the Milesians, having the greater part of its settlement situated on a certain islet, where there is a temple of Apollo, from which Marcus Lucullus carried off the colossal statue of Apollo, a work of Calamis, and dedicated it in the Capitol.
ἐν τῷ μεταξὺ δὲ διαστήματι τῷ ἀπὸ Καλλάτιδος εἰς Ἀπολλωνίαν Βιζώνη τέ ἐστιν, ἧς κατεπόθη πολὺ μέρος ὑπὸ σεισμῶν, καὶ Κρουνοὶ καὶ Ὀδησσὸς Μιλησίων ἄποικος, καὶ Ναύλοχος Μεσημβριανῶν πολίχνιον· εἶτα τὸ Αἷμον ὄρος μέχρι τῆς δεῦρο θαλάττης διῆκον· εἶτα Μεσημβρία Μεγαρέων ἄποικος, πρότερον δὲ Μενεβρία, οἷον Μένα πόλις, τοῦ κτίσαντος Μένα καλουμένου, τῆς δὲ πόλεως βρίας καλουμένης θρᾳκιστί· ὡς καὶ ἡ τοῦ Σήλυος πόλις Σηλυμβρία προσηγόρευται, ἥ τε Αἶνος Πολτυμβρία ποτὲ ὠνομάζετο· εἶτʼ Ἀγχιάλη πολίχνιον Ἀπολλωνιατῶν καὶ αὐτὴ Ἀπολλωνία.
In the intervening distance from Callatis to Apollonia is Bizone, a great part of which was swallowed up by earthquakes, and Crunoi, and Odessus, a colony of the Milesians, and Naulochus, a small town of the Mesembrians; then the mountain Haemus, which reaches as far as the sea here; then Mesembria, a colony of the Megarians, but formerly called Menebria, as if "Menas's city," the founder being called Menas and the city being called "bria" in Thracian (just as the city of Selys is called Selymbria, and Aenus was once named Poltybria); then Anchiale, a small town of the Apolloniatae, and Apollonia itself.
ἐν δὲ ταύτῃ τῇ παραλίᾳ ἐστὶν ἡ Τίριζις ἄκρα, χωρίον ἐρυμνόν, ᾧ ποτε καὶ Λυσίμαχος ἐχρήσατο γαζοφυλακίῳ.
On this coast is the promontory of Tirizis, a stronghold, which Lysimachus once used as a treasury.
πάλιν δʼ ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας στάδιοί εἰσι περὶ χιλίους καὶ πεντακοσίους, ἐν δὲ τῷ μεταξὺ ἥ τε Θυνιὰς τῶν Ἀπολλωνιατῶν χώρα, καὶ Φινόπολις καὶ Ἀνδριακή, συνάπτουσαι τῷ Σαλμυδησσῷ.
Again, from Apollonia to the Cyaneae it is about one thousand five hundred stadia, and in the interval is Thynias, the territory of the Apolloniatae, and Phinopolis and Andriace, which border on Salmydessus.
ἔστι δʼ οὗτος ἔρημος αἰγιαλὸς καὶ λιθώδης, ἀλίμενος, ἀναπεπταμένος πολὺς πρὸς τοὺς βορέας, σταδίων ὅσον ἑπτακοσίων μέχρι Κυανέων τὸ μῆκος, πρὸς ὃν οἱ ἐκπίπτοντες ὑπὸ τῶν Ἀστῶν διαρπάζονται τῶν ὑπερκειμένων, Θρᾳκίου ἔθνους.
This Salmydessus is a desert and stony shore, harborless, much exposed to the north winds, and about seven hundred stadia in length as far as the Cyaneae; those who are shipwrecked upon it are plundered by the Astae, a Thracian tribe dwelling above it.
αἱ δὲ Κυάνεαι πρὸς τῷ στόματι τοῦ Πόντου εἰσὶ δύο νησίδια, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς τὸ δὲ τῇ Ἀσίᾳ, πορθμῷ διειργόμενα ὅσον εἴκοσι σταδίων.
The Cyaneae are two small islands near the mouth of the Pontus, one close to Europe and the other to Asia, separated by a strait of about twenty stadia.
τοσοῦτον δὲ διέχει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τοῦ στόματος τοῦ Εὐξείνου τὸ στενώτατον· προϊόντι γὰρ δέκα σταδίους ἄκρα ἐστὶ πενταστάδιον ποιοῦσα τὸν πορθμόν, εἶτα διίσταται ἐπὶ πλέον καὶ ποιεῖν ἄρχεται τὴν Προποντίδα.
It is at the same distance also from the temple of the Byzantines and from the temple of the Chalcedonians, which is the narrowest part of the mouth of the Euxine; for as one goes on ten stadia there is a promontory which makes the strait five stadia wide, and then it opens out wider and begins to form the Propontis.