Humanitext Reader

斯特拉波 · 地理学 §7.6.1

从伊斯特罗斯河到拜占庭的蓬托斯沿岸

第 219 段,共 577 段 · 希腊语

内容简介

斯特拉波界定了从伊斯特罗斯河到拜占庭的蓬托斯沿岸地区的地理范围,并描述了沿岸的希腊殖民城市(如伊斯特罗斯、托米斯、阿波罗尼亚和梅森布里亚)以及科亚内阿群岛等地理特征。

§7.6.1λοιπὴ δʼ ἐστὶ τῆς μεταξὺ Ἴστρου καὶ τῶν ὀρῶν τῶν ἐφʼ ἑκάτερα τῆς Παιονίας ἡ Ποντικὴ παραλία, ἡ ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου μέχρι τῆς περὶ τὸν Αἷμον ὀρεινῆς καὶ μέχρι τοῦ στόματος τοῦ κατὰ Βυζάντιον.
伊斯特罗斯河与派奥尼亚两侧山脉之间地区的其余部分是蓬托斯沿海地区,它从伊斯特罗斯河的神圣河口一直延伸到海墨斯山周围的山区,以及拜占庭附近的口(海峡口)。
καθάπερ τὴν Ἰλλυρικὴν παραλίαν ἐπιόντες μέχρι τῶν Κεραυνίων ὀρῶν προὔβημεν ἔξω τῆς Ἰλλυρικῆς πιπτόντων ὀρεινῆς, ἐχόντων δέ τι οἰκεῖον πέρας, τὰ μεσόγαια δʼ ἔθνη τούτοις ἀφωρίσμεθα, νομίζοντες σημειωδεστέρας ἔσεσθαι τὰς τοιαύτας περιγραφὰς καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ὕστερον, οὕτω κἀνταῦθα ἡ παραλία, κἂν ὑπερπίπτῃ τὴν ὀρεινὴν γραμμήν, ὅμως εἰς οἰκεῖόν τι πέρας τελευτήσει τὸ τοῦ Πόντου στόμα καὶ πρὸς τὰ νῦν καὶ πρὸς τὰ ἐφεξῆς.
正如我们在沿着伊利里亚海岸前进时,一直走到克劳尼亚山脉(该山脉虽然位于伊利里亚山区之外,但自身具有某种自然的界限),并以这些山脉划分了内陆部落,因为我们认为这样的描述无论是对现在还是对将来都更为清晰;同样地,在这里,即使沿海地区超出了山脉的界线,但无论对现在还是对后续的内容而言,它仍然会在其自身的自然界限——即蓬托斯之口结束。
ἔστιν οὖν ἀπὸ τοῦ ἱεροῦ στόματος τοῦ Ἴστρου ἐν δεξιᾷ ἔχοντι τὴν συνεχῆ παραλίαν Ἴστρος πολίχνιον ἐν πεντακοσίοις σταδίοις, Μιλησίων κτίσμα· εἶτα Τόμις, ἕτερον πολίχνιον ἐν διακοσίοις πεντήκοντα σταδίοις· εἶτα πόλις Κάλλατις ἐν διακοσίοις ὀγδοήκοντα, Ἡρακλεωτῶν ἄποικος· εἶτʼ Ἀπολλωνία ἐν χιλίοις τριακοσίοις σταδίοις, ἄποικος Μιλησίων, τὸ πλέον τοῦ κτίσματος ἱδρυμένον ἔχουσα ἐν νησίῳ τινί, ἱερὸν τοῦ Ἀπόλλωνος, ἐξ οὗ Μάρκος Λεύκολλος τὸν κολοσσὸν ἦρε καὶ ἀνέθηκεν ἐν τῷ Καπετωλίῳ τὸν τοῦ Ἀπόλλωνος, Καλάμιδος ἔργον.
因此,从伊斯特罗斯河的神圣河口出发,如果将连续的海岸置于右侧前进,在五百斯塔迪翁处有伊斯特罗斯小镇,是米利都人的定居点;然后是托米斯,另一个小镇,在二百五十斯塔迪翁处;然后是卡拉蒂斯城,在二百八十斯塔迪翁处,是赫拉克利亚人的殖民地;然后是阿波罗尼亚,在一千三百斯塔迪翁处,是米利都人的殖民地,其建筑的大部分坐落在一个小岛上,岛上有阿波罗神庙,马克·卢库鲁斯曾从此地移走阿波罗巨像(卡拉米斯的作品),并将其供奉在卡皮托林山上。
ἐν τῷ μεταξὺ δὲ διαστήματι τῷ ἀπὸ Καλλάτιδος εἰς Ἀπολλωνίαν Βιζώνη τέ ἐστιν, ἧς κατεπόθη πολὺ μέρος ὑπὸ σεισμῶν, καὶ Κρουνοὶ καὶ Ὀδησσὸς Μιλησίων ἄποικος, καὶ Ναύλοχος Μεσημβριανῶν πολίχνιον· εἶτα τὸ Αἷμον ὄρος μέχρι τῆς δεῦρο θαλάττης διῆκον· εἶτα Μεσημβρία Μεγαρέων ἄποικος, πρότερον δὲ Μενεβρία, οἷον Μένα πόλις, τοῦ κτίσαντος Μένα καλουμένου, τῆς δὲ πόλεως βρίας καλουμένης θρᾳκιστί· ὡς καὶ ἡ τοῦ Σήλυος πόλις Σηλυμβρία προσηγόρευται, ἥ τε Αἶνος Πολτυμβρία ποτὲ ὠνομάζετο· εἶτʼ Ἀγχιάλη πολίχνιον Ἀπολλωνιατῶν καὶ αὐτὴ Ἀπολλωνία.
在从卡拉蒂斯到阿波罗尼亚的中间距离内,有比佐内(其大部分因地震而塌陷),以及克鲁诺伊和奥德索斯(米利都人的殖民地),以及纳乌洛科斯(梅森布里亚人的小镇);然后是海墨斯山,它一直延伸到这里的海边;然后是梅森布里亚,梅加拉人的殖民地,以前被称为梅内布里亚,意为“梅纳斯之城”,因为创建者被称为梅纳斯,而城市在色雷斯语中被称为“布里亚”(正如塞柳斯之城被称为塞柳姆布里亚,而艾诺斯曾被称为波尔蒂姆布里亚一样);然后是安希亚莱,阿波罗尼亚人的小镇,以及阿波罗尼亚本身。
ἐν δὲ ταύτῃ τῇ παραλίᾳ ἐστὶν ἡ Τίριζις ἄκρα, χωρίον ἐρυμνόν, ᾧ ποτε καὶ Λυσίμαχος ἐχρήσατο γαζοφυλακίῳ.
在这条海岸线上有蒂里济斯岬,这是一处险要之地,利西马科斯曾用作宝库。
πάλιν δʼ ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας στάδιοί εἰσι περὶ χιλίους καὶ πεντακοσίους, ἐν δὲ τῷ μεταξὺ ἥ τε Θυνιὰς τῶν Ἀπολλωνιατῶν χώρα, καὶ Φινόπολις καὶ Ἀνδριακή, συνάπτουσαι τῷ Σαλμυδησσῷ.
再从阿波罗尼亚到科亚内阿群岛大约有一千五百斯塔迪翁,在中间是阿波罗尼亚人的领地萨尼亚斯,以及菲诺波利斯和安德里亚凯,它们与萨尔米德索斯相连。
ἔστι δʼ οὗτος ἔρημος αἰγιαλὸς καὶ λιθώδης, ἀλίμενος, ἀναπεπταμένος πολὺς πρὸς τοὺς βορέας, σταδίων ὅσον ἑπτακοσίων μέχρι Κυανέων τὸ μῆκος, πρὸς ὃν οἱ ἐκπίπτοντες ὑπὸ τῶν Ἀστῶν διαρπάζονται τῶν ὑπερκειμένων, Θρᾳκίου ἔθνους.
这萨尔米德索斯是一处荒凉且多石的海岸,无港口,向北风敞开,到科亚内阿群岛的长度约为七百斯塔迪翁;漂流到此的人们会被居住在上方属于色雷斯部落的阿斯托伊人掠夺。
αἱ δὲ Κυάνεαι πρὸς τῷ στόματι τοῦ Πόντου εἰσὶ δύο νησίδια, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς τὸ δὲ τῇ Ἀσίᾳ, πορθμῷ διειργόμενα ὅσον εἴκοσι σταδίων.
科亚内阿群岛是蓬托斯之口附近的两个小岛,一个靠近欧洲,另一个靠近亚洲,被一个约二十斯塔迪翁的海峡隔开。
τοσοῦτον δὲ διέχει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τοῦ στόματος τοῦ Εὐξείνου τὸ στενώτατον· προϊόντι γὰρ δέκα σταδίους ἄκρα ἐστὶ πενταστάδιον ποιοῦσα τὸν πορθμόν, εἶτα διίσταται ἐπὶ πλέον καὶ ποιεῖν ἄρχεται τὴν Προποντίδα.
它距离拜占庭人的神殿和迦克墩人的神殿也是同样的距离,这里是厄克辛海之口最狭窄的地方;因为再向前行进十斯塔迪翁,有一处岬角使海峡宽仅五斯塔迪翁,然后它开始变宽,并开始形成普罗蓬蒂斯(马尔马拉海)。

词汇与语法注释

  1. §7.6.1λοιπὴ δʼ ἐστὶ τῆς μεταξὺ Ἴστρου καὶ τῶν ὀρῶν τῶν ἐφʼ ἑκάτερα τῆς Παιονίας ἡ Ποντικὴ παραλία — 属格定冠词 `τῆς` 后面省略了如 `χώρας`(土地、地区)等阴性名词,表示“伊斯特罗斯河与派奥尼亚两侧山脉之间[地区的]其余部分”。
  2. §7.6.1ἐν δεξιᾷ ἔχοντι τὴν συνεχῆ παραλίαν — 现在分词与格 `ἔχοντι` 是关系与格或判断与格(dativus iudicantis),用以指代假想中将连续的海岸置于右侧前进的旅行者或航海者。
  3. §7.6.1τὸ πλέον τοῦ κτίσματος ἱδρυμένον ἔχουσα — 主格阴性单数现在分词 `ἔχουσα`(修饰阿波罗尼亚)以 `τὸ πλέον τοῦ κτίσματος` 为直接宾语,以完了被动分词 `ἱδρυμένον` 为宾语补足语(叙述分词),表示“使其大部分建筑坐落于……”的状态。
  4. ¦p.439¦προϊόντι γὰρ δέκα σταδίους — 与格单数现在分词 `προϊόντι` 与前文的 `ἔχοντι` 类似,同样是指代假设的旅行者“向前行进”十斯塔迪翁的关系与格。

引用这一段

斯特拉波, 地理学 §7.6.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:7.6.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。